§9.54.1ταῦτʼ εἰπόντος Ἀππίου καὶ τῶν ἄλλων ὀλίγου δεῖν πάντων τὴν αὐτὴν γνώμην ἀποφηναμένων ἡ μὲν βουλὴ διελύετο.
アッピウスがこのように語り、他の者たちもほぼ全員が同じ意見を表明したため、元老院は解散した。
οἱ δὲ δήμαρχοι διʼ ὀργῆς ἔχοντες τὴν ἀποτυχίαν ἀπῄεσαν καὶ μετὰ τοῦτʼ ἐσκόπουν, ὅπως τιμωρήσονται τὸν ἄνδρα·
一方、護民官たちは不成功に怒りを覚えて立ち去り、その後、どのようにしてその男に報復するかを検討した。
ἔδοξεν οὖν αὐτοῖς πολλὰ βουλευσαμένοις δίκῃ τὸν Ἄππιον ὑπαγαγεῖν θάνατον ἐχούσῃ τὸ τίμημα.
そこで、多々議論を重ねた結果、彼らはアッピウスを死刑に相当する裁判にかけることに決定した。
καὶ μετὰ ταῦτʼ ἐν ἐκκλησίᾳ τοῦ ἀνδρὸς κατηγορήσαντες παρεκάλουν ἥκειν ἅπαντας εἰς τὴν ἀποδειχθησομένην ἡμέραν ὡς διοίσοντας ὑπὲρ αὐτοῦ §9.54.2ψῆφον. ἃ δὲ κατηγορεῖν ἔμελλον, ταῦτʼ ἦν·
そしてその後、民会においてその男を告発し、指定される日に全員が集まって彼に対する [] 投票を行うよう呼びかけた。彼らが告発しようとしていた内容は、次のようなものであった。
ὅτι πονηρὰς ἐτίθει κατὰ τοῦ δήμου γνώμας, καὶ στάσιν εἰσῆγεν εἰς τὴν πόλιν, καὶ δημάρχῳ χεῖρας ἐπήνεγκε παρὰ τοὺς ἱεροὺς νόμους, καὶ στρατιᾶς ἡγησάμενος σὺν βλάβῃ τε καὶ αἰσχύνῃ μεγάλῃ ἀνέστρεψε.
すなわち、彼が民衆に対して害となる意見を提出したこと、市内に内紛を導入したこと、神聖なる法に反して護民官に暴力を振るったこと、そして軍隊を率いた際に大きな損害と不名誉を被って帰還したことである。
ταῦτα προειπόντες ἐν τῷ πλήθει, καὶ ῥητήν τινα ἀποδεἰξαντες ἡμέραν, ἐν ᾗ τέλος ἔφησαν ἐπιθήσειν τῇ δίκῃ, παρήγγειλαν αὐτῷ παρεῖναι τότʼ ἀπολογησομένῳ.
これらを群衆の前で事前に告げ、また裁判に決着をつけると宣言した特定の日を指定した上で、彼らは彼に、その時に弁明のために出頭するよう命じた。
§9.54.3ἀγανακτούντων δʼ ἁπάντων τῶν πατρικίων καὶ παρεσκευασμένων ἁπάσῃ προθυμίᾳ σώζειν τὸν ἄνδρα, καὶ τὸν Ἄππιον παρακαλούντων εἶξαι τῷ καιρῷ καὶ σχῆμα ταῖς παρούσαις τύχαις ἁρμόττον μεταλαβεῖν, οὐδὲν ἔφη ποιήσειν ὁ ἀνὴρ οὔτʼ ἀγεννὲς οὔτε τῶν προγεγονότων ἔργων ἀνάξιον, μυρίους δʼ ἂν ὑπομεῖναι θανάτους πρότερον ἢ γονάτων ἅψασθαί τινος·
貴族たちが全員憤慨し、あらゆる熱意をもってこの男を救う準備を整え、アッピウスに対しては、形勢に従い、現在の境遇に合った姿を身につけるよう求めたが、彼は、卑劣なことや、これまでの業績にふさわしくないことは何一つしないと宣言し、誰かの膝にすがって哀願するくらいなら、一万回死んだほうがマシだと言った。
τούς θʼ ὑπὲρ αὐτοῦ δεῖσθαι παρεσκευασμένους διεκώλυεν εἰπών, ὡς διπλασίως ἂν αἰδεσθείη ταῦθʼ ὑπὲρ αὐτοῦ ποιοῦντας ἑτέρους ὁρῶν, ἃ μηδʼ αὐτὸν ὑπὲρ ἑαυτοῦ πράττειν πρέποντα ἡγεῖται.
また、自分のために哀願する準備をしていた者たちを制止して、他人が彼のためにこのようなことをしているのを見るのは二重に恥ずかしいことであり、自分自身のために行うことすらふさわしいとは考えていないことである、と語った。
§9.54.4ταῦτά τε δὴ καὶ πολλὰ ὅμοια τούτοις λέγων, καὶ οὔτʼ ἐσθῆτα ἀλλάξας οὔτε τὸ τῆς ὄψεως γαῦρον ἀλλοιώσας οὔτε φρονήματός τι ὑφέμενος, ὡς εἶδεν ὀρθὴν καὶ μετέωρον ἐπὶ τῇ προσδοκίᾳ τοῦ ἀγῶνος τὴν πόλιν, ὀλίγων ἔτι λειπομένων ἡμερῶν ἑαυτὸν διεχρήσατο.
これらのこと、またこれらに類する多くのことを語り、衣服を変えることも、不遜な表情を和らげることも、その気概を少しも弱めることもしなかった。 彼は、裁判への期待に市中が緊張し、高揚しているのを見て、数日を残すのみとなったとき、自ら命を絶った。
§9.54.5οἱ μὲν δὴ προσήκοντες αὐτῷ νόσον ἐσκήπτοντο γενέσθαι τοῦ θανάτου αἰτίαν·
彼の親族は、病気が死の原因であったと口実を設けた。
προενεχθέντος δὲ τοῦ σώματος εἰς τὴν ἀγορὰν ὁ μὲν υἱὸς αὐτοῦ προσιὼν τοῖς δημάρχοις καὶ τοῖς ὑπάτοις ἠξίου τὴν νόμιμον ἐκκλησίαν αὐτῷ συναγαγεῖν καὶ τὸν ἐν ἔθει Ῥωμαίοις ὄντα ἐπὶ ταῖς ταφαῖς ἀγορεύεσθαι τῶν ἀγαθῶν ἀνδρῶν λόγον ἐπιτρέψαι περὶ τοῦ πατρὸς διελθεῖν.
遺体が広場に運ばれると、彼の息子は護民官と執政官たちのもとに行き、彼のために法にのっとった民会を招集し、ローマ人の習慣において、善き人々の葬儀の際に行われる、父親に関する称賛の演説を述べることを許可するよう求めた。
§9.54.6οἱ δὲ δήμαρχοι καλουμένης ἔτι τῆς ἐκκλησίας ὑπὸ τῶν ὑπάτων ἐνίσταντο, καὶ παρήγγελλον τῷ μειρακίῳ τὸν νεκρὸν ἀποφέρειν.
しかし、護民官たちは、執政官たちによって民会がまだ招集されている最中にもかかわらず反対し、その若者に対して遺体を撤去するよう命じた。
οὐ μὴν ὁ δῆμός γʼ ἠνέσχετο οὐδὲ περιεῖδε τὴν ὕβριν, ἄτιμον ἐκβληθῆναι τὸ σῶμα, ἀλλʼ ἐπέτρεψε τῷ μειρακίῳ τὰς νομιζομένας ἀποδοῦναι τῷ πατρὶ τιμάς.
だが、民衆はこのような不当な扱い、すなわち遺体が不名誉なまま投げ捨てられるのを見過ごすことはせず、若者が父親に対して慣例の栄誉を捧げることを許した。
Ἄππιος μὲν οὖν τοιαύτης τελευτῆς ἔτυχεν.
アッピウスは、このようにしてその最後を迎えた。