Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.54.1-9.54.6

阿庇乌斯受审与自尽及获准举行葬礼

第 723 段,共 962 段 · 希腊语

内容简介

护民官控告阿庇乌斯并要求判处死刑,但他傲然拒绝了贵族们的安抚与乞怜建议,在审判前夕自尽。尽管护民官反对为其举行公开葬礼,但民众介入并允许其子发表传统的悼词。

§9.54.1ταῦτʼ εἰπόντος Ἀππίου καὶ τῶν ἄλλων ὀλίγου δεῖν πάντων τὴν αὐτὴν γνώμην ἀποφηναμένων ἡ μὲν βουλὴ διελύετο.
阿庇乌斯如此说完,且几乎所有其他人都表达了相同的意见后,元老院便解散了。
οἱ δὲ δήμαρχοι διʼ ὀργῆς ἔχοντες τὴν ἀποτυχίαν ἀπῄεσαν καὶ μετὰ τοῦτʼ ἐσκόπουν, ὅπως τιμωρήσονται τὸν ἄνδρα·
然而,护民官们因失败而心怀愤怒,离去之后,便商议如何惩罚这个人。
ἔδοξεν οὖν αὐτοῖς πολλὰ βουλευσαμένοις δίκῃ τὸν Ἄππιον ὑπαγαγεῖν θάνατον ἐχούσῃ τὸ τίμημα.
于是,经过多次商议,他们决定将阿庇乌斯交付一桩处以死刑的审判。
καὶ μετὰ ταῦτʼ ἐν ἐκκλησίᾳ τοῦ ἀνδρὸς κατηγορήσαντες παρεκάλουν ἥκειν ἅπαντας εἰς τὴν ἀποδειχθησομένην ἡμέραν ὡς διοίσοντας ὑπὲρ αὐτοῦ §9.54.2ψῆφον.
在此之后,他们在民众大会上控告了这个人,并召集所有人于指定的日期前来,以便对他投下选票。
ἃ δὲ κατηγορεῖν ἔμελλον, ταῦτʼ ἦν· ὅτι πονηρὰς ἐτίθει κατὰ τοῦ δήμου γνώμας, καὶ στάσιν εἰσῆγεν εἰς τὴν πόλιν, καὶ δημάρχῳ χεῖρας ἐπήνεγκε παρὰ τοὺς ἱεροὺς νόμους, καὶ στρατιᾶς ἡγησάμενος σὺν βλάβῃ τε καὶ αἰσχύνῃ μεγάλῃ ἀνέστρεψε.
他们意图控告的事项如下:他提出了针对民众的有害政见,在城邦中引入了内讧,违反神圣法律对护民官动手,以及在率领军队时,在遭受巨大损失和耻辱后撤回。
ταῦτα προειπόντες ἐν τῷ πλήθει, καὶ ῥητήν τινα ἀποδεἰξαντες ἡμέραν, ἐν ᾗ τέλος ἔφησαν ἐπιθήσειν τῇ δίκῃ, παρήγγειλαν αὐτῷ παρεῖναι τότʼ ἀπολογησομένῳ.
他们在群众面前预先宣布了这些指控,并指定了一个他们称将终结审判的特定日期,通知他届时出庭进行申辩。
§9.54.3ἀγανακτούντων δʼ ἁπάντων τῶν πατρικίων καὶ παρεσκευασμένων ἁπάσῃ προθυμίᾳ σώζειν τὸν ἄνδρα, καὶ τὸν Ἄππιον παρακαλούντων εἶξαι τῷ καιρῷ καὶ σχῆμα ταῖς παρούσαις τύχαις ἁρμόττον μεταλαβεῖν, οὐδὲν ἔφη ποιήσειν ὁ ἀνὴρ οὔτʼ ἀγεννὲς οὔτε τῶν προγεγονότων ἔργων ἀνάξιον, μυρίους δʼ ἂν ὑπομεῖναι θανάτους πρότερον ἢ γονάτων ἅψασθαί τινος· τούς θʼ ὑπὲρ αὐτοῦ δεῖσθαι παρεσκευασμένους διεκώλυεν εἰπών, ὡς διπλασίως ἂν αἰδεσθείη ταῦθʼ ὑπὲρ αὐτοῦ ποιοῦντας ἑτέρους ὁρῶν, ἃ μηδʼ αὐτὸν ὑπὲρ ἑαυτοῦ πράττειν πρέποντα ἡγεῖται.
尽管所有贵族都感到愤慨,并准备用尽全力挽救这个人,且劝告阿庇乌斯顺应时局、换上适合当前处境的装装,但那人却宣称,自己决不做任何卑贱或与过去功绩不符的事,宁可承受万死也绝不向任何人屈膝乞求;他还阻止了那些准备为他哀求的人,说道,如果看到别人为他做出那些连他自己都认为不配为自己做的事,他会感到双重的羞耻。
§9.54.4ταῦτά τε δὴ καὶ πολλὰ ὅμοια τούτοις λέγων, καὶ οὔτʼ ἐσθῆτα ἀλλάξας οὔτε τὸ τῆς ὄψεως γαῦρον ἀλλοιώσας οὔτε φρονήματός τι ὑφέμενος, ὡς εἶδεν ὀρθὴν καὶ μετέωρον ἐπὶ τῇ προσδοκίᾳ τοῦ ἀγῶνος τὴν πόλιν, ὀλίγων ἔτι λειπομένων ἡμερῶν ἑαυτὸν διεχρήσατο.
他说了这些以及许多类似的话,既没有更换衣服,也没有改变神色中的傲骨,更没有削弱任何志气;当他看到城邦因期待审判而人心浮动、处于高度紧张之中,且只剩下几天时间时,他便自尽了。
§9.54.5οἱ μὲν δὴ προσήκοντες αὐτῷ νόσον ἐσκήπτοντο γενέσθαι τοῦ θανάτου αἰτίαν· προενεχθέντος δὲ τοῦ σώματος εἰς τὴν ἀγορὰν ὁ μὲν υἱὸς αὐτοῦ προσιὼν τοῖς δημάρχοις καὶ τοῖς ὑπάτοις ἠξίου τὴν νόμιμον ἐκκλησίαν αὐτῷ συναγαγεῖν καὶ τὸν ἐν ἔθει Ῥωμαίοις ὄντα ἐπὶ ταῖς ταφαῖς ἀγορεύεσθαι τῶν ἀγαθῶν ἀνδρῶν λόγον ἐπιτρέψαι περὶ τοῦ πατρὸς διελθεῖν.
他的亲属固然托词说是疾病导致了他的死亡;而当尸体被抬进广场时,他的儿子去找护民官和执政官,请求他们为他召集法定的民众大会,并允许他为父亲发表赞美演说,这在罗马人的习俗中是用于好人葬礼上的。
§9.54.6οἱ δὲ δήμαρχοι καλουμένης ἔτι τῆς ἐκκλησίας ὑπὸ τῶν ὑπάτων ἐνίσταντο, καὶ παρήγγελλον τῷ μειρακίῳ τὸν νεκρὸν ἀποφέρειν.
然而,当执政官仍在召集大会时,护民官们便表示反对,并命令那个青年将尸体抬走。
οὐ μὴν ὁ δῆμός γʼ ἠνέσχετο οὐδὲ περιεῖδε τὴν ὕβριν, ἄτιμον ἐκβληθῆναι τὸ σῶμα, ἀλλʼ ἐπέτρεψε τῷ μειρακίῳ τὰς νομιζομένας ἀποδοῦναι τῷ πατρὶ τιμάς.
不过,民众绝不容忍也未袖手旁观这种侮辱——即让尸体在没有荣誉的情况下被丢弃,而是允许那个青年向父亲献上惯例的尊荣。
Ἄππιος μὲν οὖν τοιαύτης τελευτῆς ἔτυχεν.
阿庇乌斯便得到了这样的结局。

词汇与语法注释

  1. 9.54.1δίκῃ τὸν Ἄππιον ὑπαγαγεῖν θάνατον ἐχούσῃ τὸ τίμημα — 动词 ὑπάγω 采用“人(宾格)+ 指控/诉讼(与格)”的结构,即“将阿庇乌斯交付审判”。现在分词 ἐχούσῃ 与 δίκῃ 一致,其直接宾语 θάνατον 与作同格或谓语性宾格的 τὸ τίμημα 连用,意为“处以死刑(以死为刑罚)的审判”。
  2. 9.54.3ἃ μηδʼ αὐτὸν ὑπὲρ ἑαυτοῦ πράττειν πρέποντα ἡγεῖται — πρέποντα 是无人称动词 πρέπω 的分词 πρέπον 的中性复数形式,用作动词 ἡγεῖται(主语是阿庇乌斯)的宾语补足语。不定词 πράττειν 的逻辑主语是宾格的 αὐτόν,整句意为“那些连他自己都认为不配为自己做的事”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.54.1-9.54.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.54.1-9.54.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。