§9.37.1οἱ δὲ μετὰ τούτους παραλαβόντες τὴν ὕπατον ἀρχήν, Λεύκιος Αἰμίλιος Μάμερκος τὸ τρίτον, καὶ Οὐοπίσκος Ἰούλιος, ἐπὶ τῆς ἑβδόμης καὶ ἑβδομηκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Δάνδης Ἀργεῖος, Ἀθήνησι δʼ ἄρχοντος Χαρητος, ἐπίπονον σφόδρα καὶ ταραχώδη τὴν ἀρχὴν διετέλεσαν, εἰρήνην μὲν ἄγοντες ἀπὸ τῶν ἔξωθεν πολέμων — ἐν ἡσυχίᾳ γὰρ ἦν πάντα τὰ διάφορα — ὑπὸ δὲ τῶν ἐν τῇ πόλει στάσεων αὐτοί τʼ εἰς κινδύνους ἀχθέντες καὶ τὴν πόλιν ὀλίγου δεήσαντες ἀπολέσαι.
これらの後に執政官の職を引き継いだルキウス・アエミリウス・マメルクス(三度目)とウォピスクス・ユリウスは、アルゴス人ダンデスがスタディオン走で優勝した第77回オリンピアードにおいて、アテナイではカレスがアルコンであった時に、きわめて労苦が多く不穏な任期を過ごした。 対外的な戦争からは平和を保っていたが――すべての紛争が静まりかえっていたからである――市内の内紛によって彼ら自身も危険にさらされ、市を滅ぼす一歩手前までいった。
ὡς γὰρ ἀνεπαύσατο τῶν στρατειῶν τὸ πλῆθος, ἐπὶ τὴν διανομὴν εὐθὺς ὥρμησε τῶν δημοσίων ἀγρῶν.
なぜなら、民衆が遠征から解放されると、直ちに公有地の分配へと向かったからである。
§9.37.2ἦν γάρ τις ἐν τοῖς δημάρχοις θρασὺς καὶ λέγειν οὐκ ἀδύνατος ἀνήρ, Γναῖος Γενύκιος, ὁ παραθήγων τὰς ὀργὰς τῶν πενήτων.
というのも、護民官の中に、大胆で、演説の才がないわけではない男、グナエウス・ゲヌキウスがおり、彼が貧民たちの怒りを煽り立てていたからである。
οὕτος ἐκκλησίας συνάγων ἑκάστοτε καὶ ἐκδημαγωγῶν τοὺς ἀπόρους προσηνάγκαζε τοὺς ὑπάτους τὰ ὑπὸ τῆς βουλῆς ψηφισθέντα περὶ τῆς κληρουχίας συντελεῖν.
この男は、毎回民会を招集して困窮した者たちを煽動し、元老院が土地分配に関して可決したことを履行するよう執政官たちに迫った。
οἱ δʼ οὐχ ὑπήκουον οὐ τῇ ἑαυτῶν ἀρχῇ λέγοντες ἐπιτετάχθαι τὸ ἔργον ὑπὸ τῆς βουλῆς, ἀλλὰ τοῖς μετὰ Κάσσιον καὶ Οὐεργίνιον ὑπάτοις, πρὸς οὓς καὶ τὸ προβούλευμα ἐγράφη·
しかし執政官たちは従わず、その事業は自分たちの任期に対して元老院から命じられたのではなく、カッシウスとウェルギニウスの後の執政官たちに対して命じられたのであり、彼らに宛てて元老院決議案も起草されたのだと主張した。
καὶ ἅμα οὐδʼ εἶναι νόμους εἰς ἀεὶ κυρίους ἃ ψηφίζεται τὸ συνέδριον, ἀλλὰ πολιτεύματα καιρῶν ἐνιαύσιον ἔχοντα ἰσχύν.
また同時に、元老院が議決したことは永久に効力を持つ法律ではなく、その時々の状況に応じた政治的決定であって、1年間の効力しか持たないとも言った。
§9.37.3ταύτας προβαλλομένων τῶν ὑπάτων τὰς αἰτίας ἀδύνατος ὢν ὁ Γενύκιος αὐτοὺς ἀναγκάσαι μείζονα ἐξουσίαν ἔχοντας ἰταμὴν ὁδὸν ἐτράπετο.
執政官たちがこうした理由を口実として並べたため、より大きな権力を持つ彼らを強制することができなかったゲヌキウスは、大胆な手段に出た。
τοῖς γὰρ ὑπατεύσασι τὸ ἔμπροσθεν ἔτος Μαλλίῳ τε καὶ Λευκίῳ δίκην ἐπήνεγκε δημοσίαν, καὶ προεῖπεν ἥκειν ἐπὶ τὸν δῆμον ἀπολογησομένους, ὁρίσας ἄντικρυς τὴν αἰτίαν τῆς δίκης, ὅτι τὸν δῆμον ἀδικοῦσιν οὐκ ἀποδείξαντες τοὺς δέκα ἄνδρας, οὓς ἐψηφίσατο ἡ βουλή,
というのも、前年に執政官を務めたマッリウスとルキウスに対して公訴を提起し、裁判の理由を、元老院が議決した10人(デケムウィリ)を任命せず民衆を害していること、と明白に規定した上で、民衆の前に出頭して弁明するよう告げたからである。
§9.37.4τοὺς ποιησομένους τὴν τῶν κλήρων διανομήν.
彼らは土地の分配を行う者たちとなるはずであった。
τοῦ δὲ μὴ τῶν ἄλλων τινὰς ὑπάτων ἄγειν ἐπὶ τὴν δίκην, δώδεκα γενομένων τῶν μεταξὺ ἀρχείων, ἀφʼ οὗ τὸ προβούλευμα ἐγράφη, τούτους δὲ προβαλέσθαι τοὺς ἄνδρας μόνους τῆς ψευσθείσης ὑποσχέσεως, ἐπιεικεῖς ἔφερεν αἰτίας·
元老院決議案が起草されてから中間に12代の執政官期があったにもかかわらず、他のいかなる執政官をも裁判に引き出さず、この二人のみを裏切られた約束を理由に告発したことについては、もっともな理由を挙げた。
καὶ τελευτῶν ἔφη μόνως ἂν οὕτως ἀναγκασθῆναι τοὺς ἐν ἀρχῇ τότʼ ὄντας ὑπάτους κληρουχῆσαι τὴν γῆν, ἐὰν ἑτέρους τινὰς ἴδωσι δίκην τῷ δήμῳ διδόντας, ἐνθυμηθέντας, ὅτι καὶ σφίσιν αὐτοῖς συμβήσεται ταὐτὸ παθεῖν.
そして最後に彼は、当時現職の執政官たちが土地を分配せざるを得なくなるのは、他者が民衆に対して処罰を受けるのを見て、自分たちにも同じことが起こるだろうと考える場合だけである、と述べた。