Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.37.1-9.37.4

公地分配之内讧与杰努基乌斯的指控

第 706 段,共 962 段 · 希腊语

内容简介

记述卢基乌斯·埃米利乌斯·马梅尔库斯与沃皮斯库斯·尤利乌斯执政任内因公地分配引发的内讧,以及护民官格奈乌斯·杰努基乌斯对前一任执政官的公诉。

§9.37.1οἱ δὲ μετὰ τούτους παραλαβόντες τὴν ὕπατον ἀρχήν, Λεύκιος Αἰμίλιος Μάμερκος τὸ τρίτον, καὶ Οὐοπίσκος Ἰούλιος, ἐπὶ τῆς ἑβδόμης καὶ ἑβδομηκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Δάνδης Ἀργεῖος, Ἀθήνησι δʼ ἄρχοντος Χαρητος, ἐπίπονον σφόδρα καὶ ταραχώδη τὴν ἀρχὴν διετέλεσαν, εἰρήνην μὲν ἄγοντες ἀπὸ τῶν ἔξωθεν πολέμων — ἐν ἡσυχίᾳ γὰρ ἦν πάντα τὰ διάφορα — ὑπὸ δὲ τῶν ἐν τῇ πόλει στάσεων αὐτοί τʼ εἰς κινδύνους ἀχθέντες καὶ τὴν πόλιν ὀλίγου δεήσαντες ἀπολέσαι.
在他们之后接任执政官职权的卢基乌斯·埃米利乌斯·马梅尔库斯(第三次任职)和沃皮斯库斯·尤利乌斯,在第七十七届奥林匹亚德(阿哥斯人丹德斯获得短跑冠军)期间,雅典由卡雷斯担任执政官,度度度过了一个极其劳苦且动荡的任期。 虽然在对外战争中保持着和平——因为一切纷争都处于平静之中——但由于城内的内讧,他们自身也陷入了危险,并且差一点毁灭了城邦。
ὡς γὰρ ἀνεπαύσατο τῶν στρατειῶν τὸ πλῆθος, ἐπὶ τὴν διανομὴν εὐθὺς ὥρμησε τῶν δημοσίων ἀγρῶν.
因为当平民从远征中解脱出来,便立刻转向公有土地的分配。
§9.37.2ἦν γάρ τις ἐν τοῖς δημάρχοις θρασὺς καὶ λέγειν οὐκ ἀδύνατος ἀνήρ, Γναῖος Γενύκιος, ὁ παραθήγων τὰς ὀργὰς τῶν πενήτων.
因为在护民官中有一个大胆且不无口才的人,名叫格奈乌斯·杰努基乌斯,他正在煽动穷人的愤怒。
οὕτος ἐκκλησίας συνάγων ἑκάστοτε καὶ ἐκδημαγωγῶν τοὺς ἀπόρους προσηνάγκαζε τοὺς ὑπάτους τὰ ὑπὸ τῆς βουλῆς ψηφισθέντα περὶ τῆς κληρουχίας συντελεῖν.
此人每次都召集平民大会,煽动穷苦百姓,强迫执政官履行元老院通过的关于土地分配的决议。
οἱ δʼ οὐχ ὑπήκουον οὐ τῇ ἑαυτῶν ἀρχῇ λέγοντες ἐπιτετάχθαι τὸ ἔργον ὑπὸ τῆς βουλῆς, ἀλλὰ τοῖς μετὰ Κάσσιον καὶ Οὐεργίνιον ὑπάτοις, πρὸς οὓς καὶ τὸ προβούλευμα ἐγράφη· καὶ ἅμα οὐδʼ εἶναι νόμους εἰς ἀεὶ κυρίους ἃ ψηφίζεται τὸ συνέδριον, ἀλλὰ πολιτεύματα καιρῶν ἐνιαύσιον ἔχοντα ἰσχύν.
然而执政官们并不听从,声称该项任务并不是元老院授权给他们这一任政府的,而是授权给卡西乌斯和维尔吉尼乌斯之后的执政官的,针对那些执政官才拟定了该元老院预议案;同时,元老院所决议的内容并非永久有效的法律,而是具有一年效力的临时政治措施。
§9.37.3ταύτας προβαλλομένων τῶν ὑπάτων τὰς αἰτίας ἀδύνατος ὢν ὁ Γενύκιος αὐτοὺς ἀναγκάσαι μείζονα ἐξουσίαν ἔχοντας ἰταμὴν ὁδὸν ἐτράπετο.
由于执政官们提出这些借口,无法强迫拥有更大权力的他们的杰努基乌斯,便采取了大胆的手段。
τοῖς γὰρ ὑπατεύσασι τὸ ἔμπροσθεν ἔτος Μαλλίῳ τε καὶ Λευκίῳ δίκην ἐπήνεγκε δημοσίαν, καὶ προεῖπεν ἥκειν ἐπὶ τὸν δῆμον ἀπολογησομένους, ὁρίσας ἄντικρυς τὴν αἰτίαν τῆς δίκης, ὅτι τὸν δῆμον ἀδικοῦσιν οὐκ ἀποδείξαντες τοὺς δέκα ἄνδρας, οὓς ἐψηφίσατο ἡ βουλή, §9.37.4τοὺς ποιησομένους τὴν τῶν κλήρων διανομήν.
他向在前一年担任执政官的马利乌斯和卢基乌斯提起公诉,并宣布让他们在平民面前出庭自辩,明确限定了诉讼的事由,即他们因没有指定元老院所决定的十人委员会而危害了平民,这些人本是负责进行土地分配的。
τοῦ δὲ μὴ τῶν ἄλλων τινὰς ὑπάτων ἄγειν ἐπὶ τὴν δίκην, δώδεκα γενομένων τῶν μεταξὺ ἀρχείων, ἀφʼ οὗ τὸ προβούλευμα ἐγράφη, τούτους δὲ προβαλέσθαι τοὺς ἄνδρας μόνους τῆς ψευσθείσης ὑποσχέσεως, ἐπιεικεῖς ἔφερεν αἰτίας· καὶ τελευτῶν ἔφη μόνως ἂν οὕτως ἀναγκασθῆναι τοὺς ἐν ἀρχῇ τότʼ ὄντας ὑπάτους κληρουχῆσαι τὴν γῆν, ἐὰν ἑτέρους τινὰς ἴδωσι δίκην τῷ δήμῳ διδόντας, ἐνθυμηθέντας, ὅτι καὶ σφίσιν αὐτοῖς συμβήσεται ταὐτὸ παθεῖν.
虽然自该元老院预议案起草以来,中间已经过了十二任执政官,但他没有将其他任何执政官控告上法庭,而是仅对这两个人就落空的诺言提出指控,对此他提出了合理的理由;最后他说,只有当当时在任的执政官们看到其他人在平民面前受到惩罚,并想到同样的命运也会降临在自己身上时,他们才会被迫分配土地。

词汇与语法注释

  1. 9.37.1ὀλίγου δεήσαντες ἀπολέσαι — ὀλίγου δέω 搭配不定式,表示“差一点做某事”或“几乎做成某事”的惯用表达。此处它采用与主语(执政官们)一致的复数主格分词形式 δεήσαντες,意为“他们差一点毁灭了城邦”。
  2. 9.37.2οὐ τῇ ἑαυτῶν ἀρχῇ λέγοντες ἐπιτετάχθαι τὸ ἔργον — 分词 λέγοντες 引导宾格加不定式结构(间接引语),其中 τὸ ἔργον(该任务)是完成时被动不定式 ἐπιτετάχθαι 的逻辑主语。与格 τῇ ἑαυτῶν ἀρχῇ 表示动作指向的对象(他们自己的任期/官职)。
  3. 9.37.4τοῦ δὲ μὴ τῶν ἄλλων τινὰς ὑπάτων ἄγειν ... τούτους δὲ προβαλέσθαι — 由属格冠词 τοῦ 引导的两个不定式短语(μὴ ἄγειν 和 προβαλέσθαι)作为说明性属格,修饰句末的 αἰτίας(理由)。它们将不控告其他执政官(前节)与仅起诉这两个人(后节)进行了对比。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.37.1-9.37.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.37.1-9.37.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。