§9.32.1περὶ δὲ τῆς βουλῆς καὶ τῶν πατρικίων, ἐπειδὴ τὸ κοινὸν ὑμῶν μῖσος, ὃ διὰ τὴν κωλυθεῖσαν κληρουχίαν ἔχετε, καὶ ἐμὲ λυπεῖ, καὶ οὐδὲ ὁ κατήγορος αὐτὸ ἀπεκρύψατο, ἀλλὰ μέρος οὐκ ἐλάχιστον ἐποιήσατο τῆς ἐμῆς κατηγορίας, βούλομαι βραχέα εἰπεῖν πρὸς ὑμᾶς.
元老院とパトリキに関しては、土地分配が阻止されたことによってあなた方が抱いている共通の憎しみが私をも悩ませており、また告発者もそれを隠すことなく、むしろ私の告発の少なからぬ部分をそのことで占めさせたので、私はあなた方に手短に語りたい。
§9.32.2ἔσται δὲ μετὰ παρρησίας ὁ λόγος·
私の言葉は率直なものになるだろう。
ἄλλως γὰρ οὔτʼ ἂν ἐγὼ δυναίμην λέγειν οὔθʼ ὑμῖν ἀκούειν συμφέρει.
なぜなら、そうでなければ私は語ることもできないし、あなた方が聞くことも有益ではないからだ。
οὐ δίκαια ποιεῖτε οὐδʼ ὅσια, ὦ δημόται, τῶν μὲν εὐεργεσιῶν, ἃς εὕρεσθε παρὰ τῆς βουλῆς, πολλῶν οὐσῶν καὶ μεγάλων οὐκ εἰδότες αὐτῇ χάριν·
市民諸君、あなた方は正しくもなく敬虔でもないことをしている。
εἰ δέ τι δεομένοις ὑμῖν, ἐξ οὗ συγχωρηθέντος μεγάλα βλάπτοιτʼ ἂν τὸ κοινόν, οὐ φθονοῦσα ὑμῖν, ἀλλὰ τὸ συμφέρον τῆς πόλεως ὁρῶσα, ἠναντιώθη, τοῦτο διʼ ὀργῆς λαμβάνοντες.
元老院から得た、数多くかつ偉大な恩恵に対して感謝の念を抱くこともなく、もしあなた方が要求している何事かであって、それが認められれば共同体が大きく損なわれるであろうような事柄について、元老院があなた方を妬んでいるからではなく、国家の利益を見据えて反対したなら、それを怒りをもって受け止めているからである。
§9.32.3ἔδει δʼ ὑμᾶς μάλιστα μὲν ὡς ἀπὸ τοῦ κρατίστου τὰ βουλεύματα αὐτῆς γενόμενα καὶ ἐπὶ τῷ πάντων ἀγαθῷ δεχομένους ἀποστῆναι τῆς σπουδῆς·
しかしあなた方は、一番には、元老院の決議が最善の意図から、そしてすべての人の利益のためになされたものとして受け入れて、その熱狂から身を引くべきであった。
εἰ δʼ ἀδύνατοι ἦτε κατασχεῖν ἀσύμφορον ἐπιθυμίαν λογισμῷ σώφρονι, μετὰ τοῦ πείθειν τῶν αὐτῶν ἀξιοῦν τυγχάνειν,
しかし、もし思慮深い理性によって不利益な欲望を抑えることができなかったのなら、説得を伴って同じものを得るに値することを求めるべきであった。
§9.32.4ἀλλὰ μὴ μετὰ τοῦ βιάζεσθαι.
強制を伴ってではなく。
αἱ γὰρ ἑκούσιοι δωρεαὶ τοῖς τε προεμένοις ἡδίους τῶν ἠναγκασμένων εἰσί, καὶ τοῖς λαμβάνουσι βεβαιότεραι τῶν μὴ τοιούτων.
なぜなら、自発的な贈り物は与える側にとっても、強制されたものより心地よく、受け取る側にとっても、そうでないものより確実だからである。
ὃ μὰ τοὺς θεοὺς οὐ λογίζεσθε ὑμεῖς, ἀλλʼ ὑπὸ τῶν δημαγωγῶν, ὥσπερ θάλαττα ὑπʼ ἀνέμων ἄλλων ἐπʼ ἄλλοις ἐπανισταμένων, ἀνακινούμενοί τε καὶ ἀγριαινόμενοι οὐδὲ τὸν ἐλάχιστον χρόνον ἐν ἡσυχίᾳ καὶ γαλήνῃ διακεῖσθαι τὴν πόλιν ἐᾶτε.
このことを、神々に誓って、あなた方は考えていない。 そうではなく、民衆指導者たちによって、まるで次から次へと吹き荒れる風によって攪乱される海のように掻き回され、荒れ狂って、ほんのわずかな時間でさえこの都市が平穏と静寂のうちにあることを許さない。
τοιγάρτοι παρέστη ἡμῖν κρείττονα ἡγεῖσθαι τῆς εἰρήνης τὸν πόλεμον·
それゆえに、我々にとっては、平和よりも戦争を好ましいとみなすことが生じてしまった。
ὅταν μέν γε πολεμῶμεν, τοὺς ἐχθροὺς κακῶς ποιοῦμεν, ὅταν δʼ εἰρήνην ἄγωμεν, τοὺς φίλους.
というのも、我々が戦争をしているときには敵を害するが、平和を保っているときには友を害するからである。
καίτοι, ὦ δημόται, εἰ μὲν ἅπαντα τὰ βουλεύματα τοῦ συνεδρίου καλὰ καὶ συμφέροντα ἡγεῖσθʼ εἶναι, ὥσπερ ἐστί, τί οὐχὶ καὶ §9.32.5τοῦθʼ ἓν ἐξ αὐτῶν ὑπολαμβάνετʼ εἶναι;
しかしながら、市民諸君、もしあなた方が、元老院のすべての決議が、実際にそうであるように、見事で有益であると考えているなら、なぜそれらの中にこれもその一つであると受け取らないのか。
εἰ δὲ μηδὲν ἁπλῶς τὴν βουλὴν τῶν δεόντων οἴεσθε φρονεῖν, ἀλλʼ αἰσχρῶς καὶ κακῶς τὴν πόλιν ἐπιτροπεύειν, τί δή ποτʼ οὐχὶ μεταστησάμενοι αὐτὴν ἀθρόαν, αὐτοὶ ἄρχετε καὶ βουλεύετε καὶ τοὺς ὑπὲρ τῆς ἡγεμονίας πολέμους ἐκφέρετε, ἀλλὰ περικνίζετε αὐτὴν καὶ κατὰ μικρὰ διαλύετε τοὺς ἐπιφανεστάτους ἀναρπάζοντες ἐν ταῖς δίκαις;
もし元老院がなすべきことを何一つとして考えておらず、むしろ恥ずべき、かつ誤った方法で都市を管理していると思うのなら、なぜ全員まとめて元老院を排除して、あなた方自身が支配し、決議し、支配権をめぐる戦争を遂行しないのか。 なぜ、元老院を周囲から苛み、裁判によって最も著名な者たちを連れ去ることで、少しずつ解体しようとするのか。
ἄμεινον γὰρ ἦν ἅπασιν ἡμῖν κοινῇ πολεμεῖσθαι, ἢ §9.32.6καθʼ ἕνα ἕκαστον ἰδίᾳ συκοφαντεῖσθαι.
なぜなら、我々全員にとって共同で戦争を仕掛けられる方が、一人一人が個別に中傷されるよりも良かったからである。
ἀλλὰ γὰρ οὐχ ὑμεῖς αἴτιοι τούτων, ὥσπερ ἔφην, ἀλλʼ οἱ συνταράττοντες ὑμᾶς δημαγωγοὶ οὔτʼ ἄρχεσθαι ὑπομένοντες οὔτʼ ἄρχειν εἰδότες.
しかしながら、私が言ったように、これらの原因はあなた方ではない。 そうではなく、あなた方を攪乱している民衆指導者たちであり、彼らは支配されることに耐えることもできず、支配する方法を知ることもない。
καὶ ὅσον μὲν ἐπὶ τῇ τούτων ἀφροσύνῃ τε καὶ ἀπειρίᾳ πολλάκις ἂν ὑμῖν τόδε τὸ σκάφος ἀνετράπη, νῦν δʼ ἡ τὰ τούτων σφάλματα ἐπανορθοῦσα καὶ ἐν ὀρθῇ παρέχουσα ὑμῖν τῇ πόλει πλεῖν, ἡ πλεῖστα δεινὰ ὑπʼ αὐτῶν ἀκούουσά ἐστι βουλή.
彼らの愚かさと無経験に関する限り、あなた方にとってこの船は何度も転覆していたであろうが、実際には、彼らの過ちを正し、都市が正しい姿勢で航海できるようにしているのは、彼らから最も多くのひどい非難を浴びせられている元老院なのである。
§9.32.7ταῦτʼ εἴθʼ ἡδέα ἐστὶν ὑμῖν ἀκούειν εἴτʼ ἀνιαρά, μετὰ πάσης ἀληθείας εἴρηταί μοι καὶ τετόλμηται·
これらのことがあなた方にとって聞いて心地よいものであれ、不快なものであれ、私はあらゆる真実を込めて語り、あえてこれを言った。
καὶ μᾶλλον αἱροίμην ἂν παρρησίᾳ συμφερούσῃ τῷ κοινῷ χρώμενος ἀποθανεῖν, ἢ τὰ πρὸς ἡδονὴν ὑμῖν λέγων σεσῶσθαι.
そして私は、共同体にとって有益な率直さを用いて死ぬことを、あなた方の耳に心地よいことを語って生き延びるよりも選びたい。