§9.31.1ἐπειδὴ δὲ καὶ τῆς γνώμης κατηγοροῦσί μου προδοσίαν μὲν οὐ τολμῶντες ἐπικαλεῖν οὐδʼ ἀνανδρίαν, ἐφʼ οἷς αἱ κατὰ τῶν ἄλλων στρατηγῶν γίνονται κρίσεις, ἀπειρίαν δὲ τοῦ στρατηγεῖν καὶ ἀφροσύνην, ὅτι κίνδυνον ὑπέμεινα οὐκ ἀναγκαῖον ἐπὶ τὸν χάρακα τῶν πολεμίων ὠσάμενος, βούλομαι καὶ περὶ τούτου λόγον ὑποσχεῖν ὑμῖν, προχειρότατον μὲν τοῦτʼ ἔχων εἰπεῖν, ὅτι τὸ μὲν ἐπιτιμᾶν τοῖς γενομένοις πάνυ ῥᾴδιον καὶ παντὸς ἀνθρώπου, τὸ δὲ παραβάλλεσθαι πράγμασι καλοῖς χαλεπὸν καὶ ὀλίγων·
そして、彼らが私の意図をも非難し、他の将軍たちに対する裁判が引き起こされる原因となるような裏切りや臆病をあえて訴え出ることはせず、将帥としての経験不足と無思慮を非難して、私が敵の防柵に向かって突撃し、不必要な危険を甘んじて受けたと言うので、私はこれについてもあなた方に弁明をしたいと思う。
καὶ ὅτι οὐχ ὥσπερ τὰ γεγονότα φαίνεται, ὁποῖά ἐστιν, οὕτω καὶ τὰ μέλλοντα, ὁποῖα ἔσται· ἀλλʼ ἐκεῖνα μὲν αἰσθήσει καὶ πάθεσι καταλαμβανόμεθα, ταῦτα δὲ μαντείαις καὶ δόξαις εἰκάζομεν, ἐν αἷς πολὺ τὸ ἀπατηλόν· καὶ ὅτι ῥᾷστον ἁπάντων ἐστὶ λόγῳ στρατηγεῖν πολέμους ἔξω τοῦ δεινοῦ §9.31.2βεβηκότας, ὃ ποιοῦσιν οἱ κατηγοροῦντες ἐμοῦ.
これについて言うべきこととして最も手近にあるのは、起こってしまったことを非難することは極めて容易であり誰にでもできるが、困難な事業に身を投じるのは困難であり少数の人にしかできないということ、また、起こったことがどういうものであるかが明らかであるのと同様には、これから起こるであろうことがどのようなものであるかは明らかではないということ、むしろ、前者は感覚と経験によって把握されるが、後者は予測と推測によって我々は推し量るのであって、その中には欺きが多いということ、そして何よりも容易なのは、危険の外に身を置いた状態で、言葉によって戦争を指揮することであり、これこそ私の告発者たちがやっていることだということである。
ἀλλʼ ἵνα ταῦτʼ ἀφῶ, φέρε πρὸς θεῶν εἴπατέ μοι, μόνος ἢ πρῶτος ὑμῖν ἐγὼ φαίνομαι βιάσασθαι φρούριον ἐπιβαλόμενος καὶ πρὸς ὑψηλὰ χωρία τὰς δυνάμεις ἀγαγών;
しかし、これらのことは脇に置くとして、さあ、神々に誓って私に言ってほしい。 砦を力ずくで奪おうと試み、高地へと軍勢を率いていった者として、私だけが、あるいは私が最初であるように、あなた方に見えるだろうか。
ἢ πολλῶν μετʼ ἄλλων ὑμετέρων στρατηγῶν, ἐξ ὧν οἱ μὲν κατώρθωσαν, τοῖς δʼ οὐκ ἐχώρησεν ἡ πεῖρα κατὰ νοῦν;
それとも、あなた方の多くの他の将軍たちと同様であり、彼らのうちある者は成功し、ある者にはその試みが思い通りに進まなかったのではないか。
τί δήποτʼ οὖν τοὺς ἄλλους ἀφέντες ἐμὲ ς κρίνετε, εἰ ταῦτʼ ἀστρατηγησίας καὶ ἀφροσύνης ἔργα νομίζετε;
それなら、なぜ他の人々は放っておいて私を裁くのか、もしこれらを将帥としての無能と無思慮のしわざとみなすのであるなら。
πόσα δʼ ἄλλα τούτου τολμηρότερα τοῖς ἡγεμόσιν ἔπεισι πράττειν, ὅταν τὸ ἀσφαλὲς καὶ λελογισμένον ἥκιστα οἱ καιροὶ δέχωνται;
また、安全で慎重なやり方を状況が最も受け入れないとき、これよりもどれほど多くのさらに大胆なことを行うことが将軍たちに生じることか。
§9.31.3οἱ μέν γε τὰς σημαίας ἁρπάσαντες τῶν σφετέρων ἔρριψαν εἰς τοὺς πολεμίους, ἵνα τοῖς βλακεύουσι καὶ ἀποδειλιῶσιν ἐκ τοῦ ἀναγκαίου παραστῇ τὸ εὔψυχον ἐπισταμένοις, ὅτι τοὺς μὴ ἀνασώσαντας τὰ σημεῖα ὑπὸ τῶν στρατηγῶν δεῖ σὺν αἰσχύνῃ ἀποθανεῖν·
ある者たちは、味方の軍旗をひったくって敵の中に投げ込み、怠けたり怯えたりしている者たちに、必要に迫られて勇気が生じるようにした。 彼らは、軍旗を取り戻さない者は将軍たちによって不名誉な死を遂げさせられるべきであることを知っているからである。
οἱ δʼ εἰς τὴν τῶν πολεμίων χώραν ἐμβαλόντες ἔλυσαν τὰ ζεύγματα τῶν ποταμῶν, οὓς διέβησαν, ἵνα τοῖς φεύγειν διανοουμένοις ἄπορος ἡ τοῦ σωθῆναι ἐλπὶς φανεῖσα θάρσος παραστήσῃ καὶ μένος ἐν ταῖς μάχαις·
また、他の者たちは敵の領土に侵入した際、自らが渡った川の橋を壊し、逃亡を企てる者たちに対して、生き延びる希望が絶たれたことを見せることで、戦闘において勇気と闘志を生じさせるようにした。
οἱ δὲ τὰς σκηνὰς καὶ τὰ σκευοφόρα κατακαύσαντες ἀνάγκην ἐπέθηκαν τοῖς σφετέροις ἐκ τῆς πολεμίας, ὅσων δέονται, λαμβάνειν.
また、ある者たちは天幕や輜重車を焼き払い、味方の者たちに、必要なものはすべて敵地から手に入れるという必要性を課した。
§9.31.4ἐῶ τἆλλα μυρία ὄντα λέγειν, καὶ ὅσα τολμηρὰ ἔργα καὶ ἐνθυμήματα ἕτερα στρατηγῶν ἱστορίᾳ τε καὶ πείρᾳ παραλαβόντες ἔχομεν, ἐφʼ οἷς οὐδεὶς πώποτε τῶν ψευσθέντων τῆς ἐλπίδος ὑπέσχε δίκας.
その他無数にある事柄や、歴史や経験から我々が受け継いで知っている将軍たちの他の大胆な行為や企てについては語るのを差し控えるが、それらにおいて、望みが裏切られた者のうち誰もかつて責任を問われたことはなかった。
εἰ μὴ ἄρα ἔχει τις ὑμῶν αἰτιάσασθαί με, ὅτι προβαλὼν τοὺς ἄλλους εἰς προὖπτον ὄλεθρον, αὐτὸς ἔξω τοῦ κινδύνου τὸ σῶμα εἶχον.
ただし、もしやあなた方の誰かが、私を非難する理由、すなわち私が他の者たちを目に見える破滅へと突き落とし、自分自身は危険の外に身を置いていたという理由を持っているのでない限りは。
εἰ δὲ μετὰ πάντων τʼ ἐξηταζόμην καὶ τελευταῖος ἀπηλλαττόμην καὶ τῆς αὐτῆς τοῖς ἄλλοις μετεῖχον τύχης, τί ἀδικῶ;
しかし、もし私が皆とともに危険にさらされ、最後に退却し、他の者たちと同じ運命を共有していたのであるなら、私は何の不正を働いたというのか。
καὶ περὶ μὲν ἐμοῦ ταῦθʼ ἱκανὰ εἰρήσθω.
そして、私自身については、これらのことが語られれば十分であろう。