Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.31.1-9.31.4

塞尔维利乌斯反驳对其缺乏经验与鲁莽的指责

第 700 段,共 962 段 · 希腊语

内容简介

将领针对指责他“缺乏经验”和“愚蠢”的控诉进行自我辩护,指出事后批评之容易,并列举过去将领所采取的各种大胆战术,强调自己与士兵共同承担了同样的危险。

§9.31.1ἐπειδὴ δὲ καὶ τῆς γνώμης κατηγοροῦσί μου προδοσίαν μὲν οὐ τολμῶντες ἐπικαλεῖν οὐδʼ ἀνανδρίαν, ἐφʼ οἷς αἱ κατὰ τῶν ἄλλων στρατηγῶν γίνονται κρίσεις, ἀπειρίαν δὲ τοῦ στρατηγεῖν καὶ ἀφροσύνην, ὅτι κίνδυνον ὑπέμεινα οὐκ ἀναγκαῖον ἐπὶ τὸν χάρακα τῶν πολεμίων ὠσάμενος, βούλομαι καὶ περὶ τούτου λόγον ὑποσχεῖν ὑμῖν, προχειρότατον μὲν τοῦτʼ ἔχων εἰπεῖν, ὅτι τὸ μὲν ἐπιτιμᾶν τοῖς γενομένοις πάνυ ῥᾴδιον καὶ παντὸς ἀνθρώπου, τὸ δὲ παραβάλλεσθαι πράγμασι καλοῖς χαλεπὸν καὶ ὀλίγων·
既然他们也指责我的意图,却不敢指控我叛国或胆怯——这也是对其他将领进行审判的依据——反而指责我缺乏军事经验和愚蠢,因为我冲向敌人的防栅,承受了不必要的危险,我也希望就此向你们做出辩白。
καὶ ὅτι οὐχ ὥσπερ τὰ γεγονότα φαίνεται, ὁποῖά ἐστιν, οὕτω καὶ τὰ μέλλοντα, ὁποῖα ἔσται· ἀλλʼ ἐκεῖνα μὲν αἰσθήσει καὶ πάθεσι καταλαμβανόμεθα, ταῦτα δὲ μαντείαις καὶ δόξαις εἰκάζομεν, ἐν αἷς πολὺ τὸ ἀπατηλόν· καὶ ὅτι ῥᾷστον ἁπάντων ἐστὶ λόγῳ στρατηγεῖν πολέμους ἔξω τοῦ δεινοῦ §9.31.2βεβηκότας, ὃ ποιοῦσιν οἱ κατηγοροῦντες ἐμοῦ.
关于这一点,我最直接能说的是:对已经发生的事进行指责是极其容易且人人皆可为的,但投身于崇高的事业却是困难的且仅有少数人能做到;而且,未来的事情并不像过去的事情那样显而易见;我们是通过感官和经历来把握后者,而对前者则只能通过预言和推测来估量,在这其中有许多欺骗;并且最容易的事情莫过于让那些身处危险之外的人在口头上指挥战争,而这正是我的指控者们正在做的事情。
ἀλλʼ ἵνα ταῦτʼ ἀφῶ, φέρε πρὸς θεῶν εἴπατέ μοι, μόνος ἢ πρῶτος ὑμῖν ἐγὼ φαίνομαι βιάσασθαι φρούριον ἐπιβαλόμενος καὶ πρὸς ὑψηλὰ χωρία τὰς δυνάμεις ἀγαγών;
不过,姑且不提这些,来吧,看在神明的份上,请告诉我:在你们看来,难道我是唯一一个,或是第一个企图强攻堡垒并带领军队走向高地的人吗?
ἢ πολλῶν μετʼ ἄλλων ὑμετέρων στρατηγῶν, ἐξ ὧν οἱ μὲν κατώρθωσαν, τοῖς δʼ οὐκ ἐχώρησεν ἡ πεῖρα κατὰ νοῦν;
还是说,我只是和你们的许多其他将帅一样,他们中有的成功了,有的尝试却未能如愿?
τί δήποτʼ οὖν τοὺς ἄλλους ἀφέντες ἐμὲ ς κρίνετε, εἰ ταῦτʼ ἀστρατηγησίας καὶ ἀφροσύνης ἔργα νομίζετε;
那么,如果你们认为这些是缺乏将才和愚蠢的表现,为什么放过其他人而单单审判我呢?
πόσα δʼ ἄλλα τούτου τολμηρότερα τοῖς ἡγεμόσιν ἔπεισι πράττειν, ὅταν τὸ ἀσφαλὲς καὶ λελογισμένον ἥκιστα οἱ καιροὶ δέχωνται;
当形势最不容许安全和深思熟虑时,将领们又会面临多少比这更大胆的行动去付诸实施呢?
§9.31.3οἱ μέν γε τὰς σημαίας ἁρπάσαντες τῶν σφετέρων ἔρριψαν εἰς τοὺς πολεμίους, ἵνα τοῖς βλακεύουσι καὶ ἀποδειλιῶσιν ἐκ τοῦ ἀναγκαίου παραστῇ τὸ εὔψυχον ἐπισταμένοις, ὅτι τοὺς μὴ ἀνασώσαντας τὰ σημεῖα ὑπὸ τῶν στρατηγῶν δεῖ σὺν αἰσχύνῃ ἀποθανεῖν· οἱ δʼ εἰς τὴν τῶν πολεμίων χώραν ἐμβαλόντες ἔλυσαν τὰ ζεύγματα τῶν ποταμῶν, οὓς διέβησαν, ἵνα τοῖς φεύγειν διανοουμένοις ἄπορος ἡ τοῦ σωθῆναι ἐλπὶς φανεῖσα θάρσος παραστήσῃ καὶ μένος ἐν ταῖς μάχαις· οἱ δὲ τὰς σκηνὰς καὶ τὰ σκευοφόρα κατακαύσαντες ἀνάγκην ἐπέθηκαν τοῖς σφετέροις ἐκ τῆς πολεμίας, ὅσων δέονται, λαμβάνειν.
确实,有的人夺下自己士兵的军旗并扔向敌人,以便让那些懈怠和胆怯的人在迫不得已中产生勇气,因为他们深知,不夺回军旗的人必将被将领处以可耻的死刑;有的人在侵入敌国领土时,拆毁了他们所渡过河流上的桥梁,以便让那些企图逃跑的人看到生还希望破灭,从而在战斗中激发起勇气和斗志;还有的人烧毁了帐篷和辎重,迫使自己的士兵必须从敌国领土上夺取他们所需的一切。
§9.31.4ἐῶ τἆλλα μυρία ὄντα λέγειν, καὶ ὅσα τολμηρὰ ἔργα καὶ ἐνθυμήματα ἕτερα στρατηγῶν ἱστορίᾳ τε καὶ πείρᾳ παραλαβόντες ἔχομεν, ἐφʼ οἷς οὐδεὶς πώποτε τῶν ψευσθέντων τῆς ἐλπίδος ὑπέσχε δίκας.
我且不提其他无数的事情,以及我们从历史和经验中得知的将领们的其他大胆行为和谋略,在这些事情中,那些期望落空的人从未有人因此受到惩罚。
εἰ μὴ ἄρα ἔχει τις ὑμῶν αἰτιάσασθαί με, ὅτι προβαλὼν τοὺς ἄλλους εἰς προὖπτον ὄλεθρον, αὐτὸς ἔξω τοῦ κινδύνου τὸ σῶμα εἶχον.
除非你们中有人能指责我:将其他人推向明显的毁灭,而我自己却置身于危险之外。
εἰ δὲ μετὰ πάντων τʼ ἐξηταζόμην καὶ τελευταῖος ἀπηλλαττόμην καὶ τῆς αὐτῆς τοῖς ἄλλοις μετεῖχον τύχης, τί ἀδικῶ;
但如果我是与所有人共同面对考验,并且最后撤离,与其他人共享同样的命运,我犯了什么罪?
καὶ περὶ μὲν ἐμοῦ ταῦθʼ ἱκανὰ εἰρήσθω.
关于我个人的事情,说这些已经足够了。

词汇与语法注释

  1. 9.31.1τῆς γνώμης — 表示控诉的动词 κατηγοροῦσι 通常以属格表示被控诉的人(μου),以宾格表示罪名。在此处,被控诉的“意图/判断”(τῆς γνώμης)同样使用属格,作原因或指控的属格,构成了双重属格的结构。
  2. 1829προχειρότατον μὲν τοῦτʼ ἔχων εἰπεῖν — 分词 ἔχων 与主句动词(βούλομαι)的主语一致,意为“(我)最手头现成可以说的是”。τοῦτο 起到了先行预示(prolepsis)的作用,指向随后由 ὅτι 引导的一系列并列从句(ὅτι τὸ μὲν ἐπιτιμᾶν...、καὶ ὅτι οὐχ ὥσπερ...、καὶ ὅτι ῥᾷστον...)。
  3. p.v.3p.330ἔπεισι πράττειν — ἔπεισι(动词 ἐπέρχομαι 的单数第三人称,意为“降临”、“产生”)在此处与与格 τοῖς ἡγεμόσιν 及不定式 πράττειν 连用,作非人称表达,意为“将领们不得不做……”或“将领们想做……”。
  4. 1830ἐπισταμένοις — 阳性与格复数现在分词,修饰目的从句(ἵνα...)中的与格名词短语 τοῖς βλακεύουσι καὶ ἀποδειλιῶσιν(那些懈怠和胆怯的人)。该分词引导其内部的 ὅ词从句,意为“因为(他们)深知……”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.31.1-9.31.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.31.1-9.31.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。