§9.27.1καταλυθέντων δὲ τῶν ὑπαιθρίων πολέμων ἡ πολιτικὴ στάσις αὖθις ἀνεκαίετο τῶν δημάρχων πάλιν ταραττόντων τὸ πλῆθος, καὶ τὰ μὲν ἄλλα πολιτεύματα διεσκέδασαν αὐτῶν ἀντιταττόμενοι πρὸς ἕκαστον οἱ πατρίκιοι, τὴν δὲ κατὰ Μενηνίου δίκην τοῦ νεωστὶ ὑπατεύσαντος καίτοι πολλὰ πραγματευθέντες ἀδύνατοι ἐγένοντο διαλῦσαι·
野外での対外的な戦争が収束すると、護民官たちが再び民衆を煽り立てたため、国内の不和が再び燃え上がった。 貴族たちは、個々の法案に反対して彼らの他の政策をすべて否決したものの、最近執政官を務めたメネニウスに対する訴訟については、多大な努力を払ったにもかかわらず、これを取り下げさせることはできなかった。
§9.27.2ἀλλʼ ὑπαχθεὶς ὁ ἀνὴρ εἰς δίκην ὑπὸ δυεῖν δημάρχων Κοίντου Κωνσιδίου καὶ Τίτου Γενυκίου, καὶ λόγον ἀπαιτούμενος τῆς στρατηγίας τοῦ πολέμου τέλος οὔτʼ εὐτυχὲς οὔτʼ εὐπρεπὲς λαβούσης, μάλιστα δὲ διαβαλλόμενος ἐπὶ τῷ Φαβίων ὀλέθρῳ καὶ τῇ Κρεμέρας ἁλώσει, δικάζοντος τοῦ δημοτικοῦ ὄχλου κατὰ φυλάς, οὐ παρʼ ὀλίγας ψήφους ὦφλεν, υἱὸς ὢν Ἀγρίππα Μενηνίου τοῦ καταγαγόντος ἐκ τῆς φυγῆς τὸν δῆμον καὶ διαλλάξαντος πρὸς τοὺς πατρικίους, ὃν ἀποθανόντα ἡ βουλὴ ἐκ τῶν δημοσίων χρημάτων λαμπροτάταις ἐκόσμησε ταφαῖς, αἱ δὲ γυναῖκες αἱ Ῥωμαίων ἐνιαύσιον ἐπένθησαν χρόνον πορφύραν καὶ χρυσὸν ἀποθέμεναι.
しかし、その男はクィントウス・コンシディウスとティトウス・ゲヌキウスという二人の護民官によって裁判に引き出され、幸福でも名誉でもない結末を迎えたあの戦争の指揮について釈明を求められ、特にファビウス一族の滅亡とクレメラの陥落について激しく非難されて、平民の群衆が部族ごとに裁く中、大差で有罪とされた。 彼は、かつて亡命から民衆を連れ戻し、貴族たちと和解させたアグリッパ・メネニウスの息子であり、その父が亡くなったとき、元老院は公費をもって極めて盛大な葬儀を執り行って彼を称え、ローマの女性たちは紫衣と金を身から外して1年の間喪に服したのである。
§9.27.3οὐ μέντοι θανάτου γʼ αὐτὸν οἱ καταδικασάμενοι ἐτίμησαν, ἀλλʼ ἐκτίσματος, ὃ πρὸς μὲν τοὺς νῦν ἐξεταζόμενον βίους γέλωτος ἂν ἄξιον φανείη, τοῖς δὲ τότʼ ἀνθρώποις αὐτουργοῖς οὖσι καὶ πρὸς αὐτὰ τὰ ἀναγκαῖα ζῶσι, μάλιστα δʼ ἐκείνῳ τῷ ἀνδρὶ πενίαν κληρονομήσαντι παρὰ τοῦ πατρὸς ἀφειδὲς ἦν καὶ βαρύ, δισχιλίων ἀριθμὸς ἀσσαρίων.
もっとも、彼に有罪を宣告した者たちは彼を死刑に処したのではなく、罰金刑に処した。 それは今日の生活様式に照らして検討するならば、失笑に値するように思われるかもしれないが、自ら働き必要最小限の物資で暮らしていた当時の人々にとって、そして何よりも父親から貧困を受け継いでいたその男にとっては、情け容赦なく重いものであり、その額は二千アサリオンであった。
ἦν δʼ ἀσσάριον τότε χάλκεον νόμισμα βάρος λιτριαῖον, ὥστε τὸ σύμπαν ὄφλημα ταλάντων ἑκκαίδεκα εἰς ὁλκὴν χαλκοῦ γενέσθαι.
当時アサリオンは一リトラの重量の青銅貨であったため、罰金の総額は青銅の重量にして十六タラントンに及んだ。
§9.27.4καὶ τοῦτʼ ἐπίφθονον ἐφάνη τοῖς τότʼ ἀνθρώποις, καὶ ἐπανορθώσασθαι βουλόμενοι αὐτὸ τὰς μὲν χρηματικὰς ἔπαυσαν ζημίας, μετήνεγκαν δʼ εἰς προβάτων ἐκτίσματα καὶ βοῶν, τάξαντες καὶ τούτων ἀριθμὸν ταῖς ὕστερον ἐσομέναις ὑπὸ τῶν ἀρχόντων τοῖς ἰδιώταις ἐπιβολαῖς.
そしてこれも当時の人々にとって過酷なものと思われ、彼らはこれを是正することを望んで金銭による罰を廃止し、それを羊や牛の賠償へと切り替え、後に行政官たちによって私人に科される過料のために、これら家畜の頭数をも規定した。
ἐκ δὲ τῆς Μενηνίου καταδίκης ἀφορμὴν αὖθις εἰλήφεσαν οἱ πατρίκιοι τῆς πρὸς τὸ δημοτικὸν ὀργῆς καὶ οὔτε τὴν κληρουχίαν ἐπέτρεπον ἔτι αὐτῷ ποιεῖσθαι, §9.27.5οὔτʼ ἄλλο ἐβούλοντο ἐνδιδόναι μαλακὸν οὐδέν.
しかし、メネニウスの有罪判決から、貴族たちは平民に対する怒りの新たなきっかけを得て、もはや彼らのために土地の分配を行うことを許さず、また、他にいかなる柔軟な対応も見せようとはしなかった。
μετʼ οὐ πολὺ δὲ καὶ τῷ δήμῳ μετέμελε τῶν δεδικασμένων, ἐπειδὴ τὴν τελευτὴν τοῦ ἀνδρὸς ἐπύθετο·
しかし間もなく、平民もその男の死を知ると、下した判決を後悔した。
οὐδὲ γὰρ εἰς ἀνθρώπων ἔτι συνῆλθεν ὁμιλίας, οὐδʼ ἐν δημοσίῳ τινὶ πρὸς οὐδενὸς ὤφθη τόπῳ, ἐξόν τʼ αὐτῷ τὴν ζημίαν ἐκτίσαντι μηδενὸς ἀπελαύνεσθαι τῶν καινῶν — ἕτοιμοι γὰρ ἦσαν οὐκ ὀλίγοι τῶν ἐπιτηδείων αὐτοῦ τὴν καταδίκην ἀπαριθμεῖν — οὐκ ἠξίωσεν, ἀλλὰ θανάτου τὴν συμφορὰν τιμησάμενος οἴκοι μένων καὶ οὐδένα προσιέμενος ὑπό τʼ ἀθυμίας καὶ σίτων ἀποχῆς μαρανθεὶς ἀπέστη τοῦ βίου.
というのも、彼は罰金を支払えば公共の権利を何一つ奪われないでいることができたにもかかわらず――彼の知人の少なからぬ者たちが、彼の代わりに罰金を支払う用意ができていたからである――、そうすることをよしとせず、もはや人々の交わりに入ることもなく、公衆の面前で誰一人に姿を見せられることもなかった。 彼はこの不運を死に値するものとみなし、家に引きこもって誰も寄せ付けず、落胆と絶食によって衰弱し、息を引き取ったのである。
καὶ τὰ μὲν ἐν τούτῳ πραχθέντα τῷ ἐνιαυτῷ τοιάδε ἦν.
この年に起こった事柄は以上のようであった。