§9.2.1ταύτην εἰσηγησαμένου τὴν γνώμην Ἀππίου δόξαντες αὐτὸν ὀρθῶς παραινεῖν οἵ τε ὕπατοι καὶ τῶν ἄλλων οἱ δυνατώτατοι, πολλῇ θεραπείᾳ διεπράξαντο τοὺς τέτταρας ἐκ τῶν δημάρχων οἰκείους τῇ βουλῇ §9.2.2γενέσθαι.
アッピウスがこの意見を提案すると、彼が正しく勧告していると考えた執政官たちと他の有力者たちは、多大な懐柔策によって、護民官のうち4人を元老院の味方にすることに成功した。
οἱ δὲ τέως μὲν λόγῳ μεταπείθειν τὸν Ἰκίλιον ἐπεχείρουν ἀποστῆναι τῶν περὶ τῆς κληρουχίας πολιτευμάτων, ἕως οἱ πόλεμοι λάβωσι τέλος·
彼らはしばらくの間、戦争が終結するまでは土地分配に関する政治活動から身を引くよう、言葉を尽くしてイキリウスを説得しようと試みた。
ὡς δʼ ἠναντιοῦτο καὶ διώμνυτο λόγον τε τὸν αὐθαδέστερον εἰπεῖν ἐτόλμησε τοῦ δήμου παρόντος, ὅτι μᾶλλον ἂν βούλοιτο Τυρρηνοὺς καὶ τοὺς ἄλλους πολεμίους κρατήσαντας τῆς πόλεως ἐπιδεῖν, ἢ τοὺς κατέχοντας τὴν χώραν τὴν δημοσίαν ἀφεῖναι, δόξαντες ἀφορμὴν εἰληφέναι καλὴν πρὸς αὐθάδειαν τοσαύτην τοῦ τἀναντία λέγειν τε καὶ πράττειν, οὐδὲ τοῦ δήμου τὸν λόγον ἡδέως δεξαμένου, κωλύειν αὐτὸν ἔφησαν, καὶ φανερῶς ἔπραττον, ὅσα τῇ βουλῇ τε καὶ τοῖς ὑπάτοις δοκοίη·
しかし彼が反対し、頑なに拒み、平民の眼前で、「公有地を占有している者たちをそのまま放免するよりは、むしろエトルリア人や他の敵がこの市を征服するのを目の当たりにする方を望む」と、極めて傲慢な言葉を口にするに至ったため、4人の護民官は、これほど凄まじい傲慢さに対して反対の意見を述べ行動を起こす絶好の口実を得たと判断し、また平民もその言葉を不快に受け止めたため、彼を阻止すると宣言し、元老院と執政官たちが決定したことを何でもあからさまに実行に移した。
§9.2.3μονωθεὶς δʼ Ἰκίλιος οὐδενὸς ἔτι κύριος ἦν.
孤立したイキリウスは、もはや何の実権も持たなかった。
μετὰ τοῦθʼ ἡ στρατιὰ κατεγράφετο καί, ὅσων ἔδει τῷ πολέμῳ πάντα ὑπηρετεῖτο, τὰ μὲν ἐκ τῶν δημοσίων, τὰ δʼ ἐκ τῶν ἰδίων ἁπάσῃ προθυμίᾳ·
この後、軍勢が召集され、戦争に必要なすべてのものが、公費からも、あるいは私費からも、最大の熱意をもって供給された。
καὶ διὰ τάχους οἱ ὕπατοι διακληρωσάμενοι τὰ στρατεύματα ἐξῄεσαν, Σπόριος μὲν Φούριος ἐπὶ τὰς Αἰκανῶν πόλεις, Καίσων δὲ Φάβιος ἐπὶ Τυρρηνούς.
そして執政官たちは迅速に軍勢を抽選で分配して出撃した。 スプリウス・フリウスはアイクィ族の都市たちへ、ケーソ・ファビウスはエトルリア人たちへと向かった。
§9.2.4Σπορίῳ μὲν οὖν ἅπαντα κατὰ νοῦν ἐχώρησεν οὐχ ὑπομεινάντων εἰς χεῖρας ἐλθεῖν τῶν πολεμίων, καὶ πολλὰ ἐκ τῆς στρατείας ἐξεγένετο χρήματά τε καὶ σώματα λαβεῖν.
スプリウスにとっては、敵が交戦に耐えられなかったため、すべてが思い通りに進み、その遠征から多くの財貨と捕虜を獲得することが可能となった。
ἐπῆλθε γὰρ ὀλίγου δεῖν πᾶσαν ὅσην οἱ πολέμιοι χώραν κατεῖχον, ἄγων καὶ φέρων, καὶ τὰ λάφυρα τοῖς στρατιώταις ἅπαντα ἐχαρίσατο.
というのも、彼は敵が占有していた土地のほぼ全域を、略奪しながら進撃し、獲得した戦利品をすべて兵士たちに与えたからである。
§9.2.5δοκῶν δὲ καὶ τὸν πρὸ τοῦ χρόνον εἶναι φιλόδημος, ἔτι μᾶλλον ἐκ ταύτης τῆς στρατηγίας ἐθεράπευσε τὸ πλῆθος.
彼はそれ以前の時期にも民衆の味方であると思われていたが、この将軍職によってさらにいっそう大衆を懐柔した。
καί, ἐπειδὴ παρῆλθεν ὁ χρόνος τῆς στρατείας, ἄγων τὴν δύναμιν ὁλόκληρόν τε καὶ ἀπαθῆ χρήμασιν εὔπορον κατέστησε τὴν πατρίδα.
そして遠征の期間が過ぎると、彼は軍勢を無傷かつ無事のまま率いて帰還し、祖国に豊かな財貨をもたらした。