Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §9.17.1-9.17.5

ウェイイとの講和と凱旋式を拒まれたアエミリウス

686 / 962 箇所 · ギリシア語

要旨

ウェイイ人はローマの執政官アエミリウスに和睦を申し入れ、元老院の許可のもと寛大な条件で和平が成立する。しかし元老院がアエミリウスの独断を非難して凱旋式を拒否したため、怒った彼は軍を解散して民衆の前で元老院を厳しく糾弾した。

§9.17.1ταῖς δʼ ἑξῆς ἡμέραις ἀπειρηκότες ἤδη τοῖς κακοῖς οἱ Οὐιεντανοὶ τοὺς πρεσβυτάτους τῶν πολιτῶν ἱκετηρίας φέροντας ἀπέστειλαν ὡς τὸν ὕπατον ὑπὲρ τῆς εἰρήνης διαλεξομένους.
その後の日々において、すでに惨禍によって疲れ果てていたウェイイ人たちは、平和について交渉するために、祈願の枝を携えた市民の最長老たちを執政官のもとへと派遣した。
καὶ οἱ ἄνδρες ὀλοφυρόμενοί τε καὶ ἀντιβολοῦντες καὶ τἆλλʼ, ὅσα ἐπαγωγὰ ἦν εἰς ἔλεον, μετὰ πολλῶν δακρύων διεξιόντες πείθουσι τὸν ὕπατον ἐπιτρέψαι σφίσι τοὺς πρεσβευτὰς εἰς Ῥώμην ἀποστεῖλαι τοὺς ὑπὲρ τῆς καταλύσεως τοῦ πολέμου πρὸς τὴν βουλὴν διαλεξομένους, ἕως δʼ ἂν οἱ πρέσβεις ἀφίκωνται φέροντες τὰς ἀποκρίσεις, μηδὲν αὐτῶν κακουργεῖν τὴν χώραν.
そしてその男たちは、嘆き悲しみ、懇願し、憐れみを誘う他のあらゆることを多くの涙とともに詳細に語ることによって、執政官を説得し、戦争の終結について元老院と交渉するためにローマに使節を派遣することを自分たちに許させ、また、使節たちが回答を携えて戻ってくるまで、自分たちの領土を一切荒らさないようにさせた。
ἵνα δʼ αὐτοῖς ἐγγένηται ταῦτα πράττειν, σῖτόν τε ὡμολόγησαν τῇ Ῥωμαίων στρατιᾷ διμήνου παρέξειν, καὶ χρήματα εἰς ὀψωνιασμὸν §9.17.2ἓξ μηνῶν, ὡς ὁ κρατῶν ἔταξε.
そして、これらのことを行うことが彼らに可能となるように、彼らはローマの軍勢に対して2か月分の食糧を提供すること、および、勝者が命令した通りに、6か月分の給与のための資金を提供することを約束した。
καὶ ὁ μὲν ὕπατος λαβὼν τὰ κομισθέντα καὶ διαδοὺς τῇ στρατιᾷ ποιεῖται τὰς πρὸς αὐτοὺς ἀνοχάς.
そして執政官は、届けられたものを受け取って軍勢に分配し、彼らとの休戦を結んだ。
ἡ δὲ βουλὴ τῆς πρεσβείας ἀκούσασα καὶ τὰ τοῦ ὑπάτου γράμματʼ ἀναλεξαμένη πολλὴν ποιουμένου παράκλησιν καὶ παραινοῦντος ὡς τάχιστα καταθέσθαι τὸν πρὸς τοὺς Τυρρηνοὺς πόλεμον, δόγμα ἐξήνεγκε διδόναι τὴν εἰρήνην, ὡς ᾐτοῦντο οἱ πολέμιοι·
元老院は、使節団の申し立てを聞き、また、エトルリア人との戦争をできるだけ速やかに終結させるよう大いに懇願し勧告する執政官の書簡を読み上げた後、敵が求めていた通りに、平和を与えるという決議を可決した。
ἐφʼ οἷς δὲ δικαίοις αὕτη γενήσεται, τὸν ὕπατον καταστήσασθαι Λεύκιον Αἰμίλιον, ὡς ἂν αὐτῷ §9.17.3φανῇ κράτιστα ἕξειν.
しかし、それがどのような条件のもとで成立するかについては、執政官ルキウス・アエミリウスが、彼にとって最も良いと思われる方法で決定することとした。
ταύτας λαβὼν τὰς ἀποκρίσεις ὁ ὕπατος σπένδεται πρὸς τοὺς Οὐιεντανούς, ἐπιεικεστέραν μᾶλλον ἢ συμφορωτέραν τοῖς κεκρατηκόσι ποιησάμενος εἰρήνην, οὔτε χώραν αὐτῶν ἀποτεμόμενος οὔτε χρημάτων ἄλλων ἐπιθεὶς ζημίαν, οὔτε ὁμήρων δόσει τὸ πιστὸν ἐν τοῖς συγκειμένοις βεβαιωσάμενος.
この回答を受け取ると、執政官はウェイイ人たちと和平条約を結んだが、その平和は勝者にとって有利であるというよりはむしろ寛大なものであり、彼らの領土を割譲させることも、他の金銭的な罰金を課すこともせず、また人質の提出によって合意事項の信頼性を保証させることもしなかった。
§9.17.4τοῦτʼ αὐτῷ μέγαν ἤνεγκε φθόνον, καὶ τοῦ μὴ λαβεῖν παρὰ τῆς βουλῆς τὰς ἐπὶ τοῖς κατωρθωμένοις χάριτας αἴτιον ἐγένετο.
このことが彼に大きな反感をもたらし、彼が成し遂げた成功に対する感謝を元老院から受け取れない原因となった。
ἐνέστησαν γὰρ αὐτῷ τὸν θρίαμβον αἰτουμένῳ τὴν αὐθάδειαν αἰτιώμενοι τῶν συνθηκῶν, ὅτι οὐ μετὰ κοινῆς γνώμης αὐτὰς ἔπραξεν.
というのも、彼が凱旋式を要求したとき、彼らはその条約の独断を非難し、共同の意向なしにそれを行ったという理由で彼に反対したからである。
ἵνα δὲ μὴ πρὸς ὕβριν ἢ πρὸς ὀργὴν λάβῃ τὸ πρᾶγμα, ἐπὶ Οὐολούσκους αὐτὸν ἐψηφίσαντο τὴν δύναμιν ἀπάγειν ἐπικουρίας τοῦ συνάρχοντος ἕνεκα, εἰ δύναιτο κατορθώσας τὸν ἐκεῖ πόλεμον — ἦν γὰρ ἐν αὐτῷ πολὺ τὸ ἀνδρεῖον — ἀφανίσαι τὰς ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν ὀργάς.
しかし、彼がその件を侮辱や怒りとして受け取らないように、元老院は彼に対して、同僚を援助するためにウォルスキ人へと軍勢を率いていくことを決議した。 それは、彼がそこでの戦争を成功裏に収めることによって――彼には大いなる武勇が備わっていたので――以前の過ちに対する怒りを消し去ることができるようにするためであった。
ὁ δʼ ἀνὴρ ἀγανακτῶν ἐπὶ τῇ ἀτιμίᾳ πολλὴν ἐποιήσατο τῆς βουλῆς ἐν τῷ δήμῳ κατηγορίαν, ὡς ἀχθομένης ἐπὶ τῷ λελύσθαι τὸν πρὸς τοὺς Τυρρηνοὺς πόλεμον.
しかし、その男はこの不名誉に憤慨し、民衆の前で元老院に対する激しい非難を行い、彼らがエトルリア人との戦争が終結したことを不快に思っていると主張した。
ἔφη δὲ τοῦτʼ αὐτοὺς ἐξ ἐπιβουλῆς καὶ ὑπεροψίας τῶν πενήτων ποιεῖν, ἵνα μὴ τῶν ὑπερορίων ἀπαλλαγέντες πολέμων ἀπαιτῶσι τὰς περὶ τῆς κληρουχίας ὑποσχέσεις, §9.17.5πολλοστὸν ἔτος ἤδη φενακιζόμενοι πρὸς αὐτῶν.
そして彼は、彼らが貧しい人々に対する陰謀と慢心からこのようなことを行っており、それは彼らが国外の戦争から解放されて、すでに何年もの間彼らによって欺かれ続けている土地分配に関する約束の履行を要求することがないようにするためであると語った。
ταῦτα καὶ πολλὰ τούτοις ὅμοια εἰπὼν καὶ διʼ ὀργῆς ἀκράτου τῶν πατρικίων ὀνείδη κατασκεδάσας, τήν τε συστρατευσαμένην αὐτῷ δύναμιν ἀπέλυσε τῶν σημείων καὶ τὴν μετὰ Φουρίου τοῦ ἀνθυπάτου διατρίβουσαν ἐν Αἰκανοῖς μεταπεμψάμενος ἀφῆκεν ἐπὶ τὰ σφέτερα·
これらやこれらに類する多くのことを語り、抑えきれない怒りによって貴族たちに罵詈雑言を浴びせかけた後、彼は自分とともに遠征した軍勢を解散し、また、前執政官フリウスとともにアイクイ人の地にとどまっていた軍勢を召喚して彼らの家へと帰らせた。
ἐξ ὧν πολλὴν πάλιν ἐποίησεν ἐξουσίαν τοῖς δημάρχοις κατηγορεῖν τῶν βουλευτῶν ἐν ταῖς ἐκκλησίαις καὶ διιστάναι τοὺς πένητας ἀπὸ τῶν εὐπόρων.
これらの行為によって、彼は護民官たちが民会において元老院議員たちを再び激しく非難し、貧しい人々を富裕な人々から引き離すための大きな機会を再び与えることとなった。

語釈・文法注

  1. 9.17.1διαλεξομένους — 「交渉するために」という目的を表す未来分詞。1回目は市民の最長老たち(τοὺς πρεσβυτάτους)に、2回目は使節たち(τοὺς πρεσευτὰς)に一致する対格複数形。
  2. 9.17.2ἐφʼ οἷς δὲ δικαίοις αὕτη γενήσεται, τὸν ὕπατον καταστήσασθαι — 間接疑問節 `ἐφʼ οἷς ... γενήσεται`(どのような条件でこれが成立するか)が先行し、続く不定詞 `καταστήσασθαι` は、元老院の決議(δόγμα)の内容を規定する命令的・当為的意味を持つ。
  3. 9.17.4τοῦ μὴ λαβεῖν — 否定辞 `μή` を伴う冠詞付き不定詞の属格。原因を示す属格として `αἴτιον`(原因)に係る、あるいは同格関係とみなされ、「(感謝を)受け取れなかったことの(原因となった)」と解釈される。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §9.17.1-9.17.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.17.1-9.17.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。