§9.16.1τῷ δὲ κατόπιν ἔτει Λευκίου τʼ Αἰμιλίου καὶ Γαίου Σερουιλίου τὴν ὑπατείαν παρειληφότων ἀπηγγέλη Ῥωμαίοις, ὅτι Οὐολοῦσκοι καὶ Αἰκανοὶ συνθήκας πεποίηνται στρατιὰς κατʼ αὐτῶν ἅμα ἐξάγειν, καὶ οὐ διὰ μακροῦ εἰς τὴν χώραν ἐμβαλοῦσι·
翌年、ルキウス・アエミリウスとガイウス・セルウィリウスが執政官職を引き継いだとき、ウォルスキ人とアイクイ人が、彼らに対して同時に軍勢を送り出す協定を結び、間もなく領土に侵入するであろうという知らせがローマ人にもたらされた。
καὶ ἦν ἀληθῆ τὰ λεγόμενα.
そして、言われていることは真実であった。
θᾶττον γοῦν ἢ προσεδόκα τις ἀμφότεροι τὰς δυνάμεις ἔχοντες ἐδῄουν τὴν κατὰ σφᾶς ἕκαστοι χώραν, ὡς οὐχ ἱκανῶν ἐσομένων Ῥωμαίων τῷ τε Τυρρηνικῷ πολέμῳ ἀντέχειν καὶ σφᾶς ἐπιόντας δέχεσθαι.
実際、誰もが予想したよりも早く、両者はそれぞれの軍勢を率いて、それぞれに隣接する領土を略奪し始めた。 ローマ人がエトルリアとの戦争に持ちこたえるとともに、侵攻してくる自分たちを迎え撃つには不十分であろうと考えたからである。
§9.16.2καὶ ἕτεροι αὖθις ἥκοντες ἐκπεπολεμῶσθαι πρὸς αὐτοὺς Τυρρηνίαν ἀπήγγελλον ὅλην καὶ παρεσκευάσθαι Οὐιεντανοῖς κοινὴν ἀποστέλλειν συμμαχίαν.
さらに別の者たちが次々にやって来て、エトルリア全土が彼らに対して敵対する状態になっており、ウェイイ人に共同の同盟軍を送る準備をしていると報告した。
κατέφυγον γὰρ ὡς αὐτοὺς ἀδύνατοι ὄντες ἐξελεῖν διʼ ἑαυτῶν τὸ φρούριον Οὐιεντανοί, συγγενείας τε ὑπομιμνῄσκοντες καὶ φιλίας καὶ ὅσους μετʼ αὐτῶν ἤραντο πολέμους διεξιόντες·
というのも、自分たちだけではあの砦を奪取することができないウェイイ人たちが、彼らのもとに逃げ込み、血縁や友情を思い起こさせ、彼らとともに戦った数々の戦争を詳細に語り、これらすべてに代えて、ローマ人に対する戦争において自分たちを助けるよう要求したからである。
ἀντὶ πάντων δὲ τούτων ἀξιοῦντες συνάρασθαι σφίσι τοῦ κατὰ Ῥωμαίων πολέμου, ὡς σφῶν τε προκαθημένων Τυρρηνίας ὅλης καὶ τὸν πόλεμον ἀνακωχευόντων τὸν ἀπὸ Ῥώμης ῥέοντα κατὰ πάντων τῶν ὁμοεθνῶν.
彼らは、自分たちがエトルリア全土の防波堤となって立ち、ローマから同族のすべての人々に向けて流れ出す戦争を食い止めているのだと主張した。
καὶ οἱ Τυρρηνοὶ πεισθέντες ὑπέσχοντο πέμψειν αὐτοῖς §9.16.3ὅσην ἠξίουν σημμαχίαν.
そしてエトルリア人たちは、説得されて彼らに彼らが要求するだけの同盟軍を送ることを約束した。
ταῦθʼ ἡ βουλὴ μαθοῦσα ἐψηφίσατο τρισσὰς ἐκπέμψειν στρατιάς, καὶ γενομένων ἐν τάχει τῶν καταλόγων Λεύκιος μὲν Αἰμίλιος ἐπὶ Τυρρηνοὺς ἐπέμφθη·
これを知った元老院は、三つの軍勢を派遣することを決議し、徴兵が速やかに行われると、ルキウス・アエミリウスはエトルリア人に対して派遣された。
συνήρατο δʼ αὐτῷ τῆς ἐξόδου Καίσων Φάβιος, ὁ νεωστὶ τὴν ἀρχὴν ἀποθέμενος, δεηθεὶς τῆς βουλῆς ἐπιτρέψαι αὐτῷ τοῖς ἐν Κρεμέρᾳ συγγενέσιν, οὓς ὁ ἀδελφὸς αὐτοῦ φρουρήσοντας τὸ χωρίον ἐξήγαγε, συνεῖναί τε καὶ τῶν αὐτῶν ἀγώνων μετέχειν·
そして、最近職を退いたばかりのカエソ・ファビウスが彼(アエミリウス)の出征を助けた。 彼は、自身の兄弟が砦を守るために連れ出したクレメラの親族たちとともにあり、同じ闘いに参加することを許可するよう元老院に願い出たのである。
καὶ ἐξῆλθε σὺν τοῖς ἀμφʼ αὐτὸν ἐξουσίᾳ κοσμηθεὶς ἀνθυπάτῳ.
そして彼は、前執政官の権限を与えられ、周囲の者たちとともに出立した。
§9.16.4Γάιος δὲ Σερουίλιος ὁ ἕτερος τῶν ὑπάτων ἐπὶ Οὐολούσκους ἐστράτευσε· Σερούιος δὲ Φούριος ἀνθύπατος ἐπὶ τὸ Αἰκανῶν ἔθνος.
もう一人の執政官ガイウス・セルウィリウスはウォルスキ人に対して出征し、前執政官セルウィウス・フリウスはアイクイ人の国民に対して出征した。
ἑκάστῳ δʼ αὐτῶν δύο μὲν τάγματα Ῥωμαίων εἵπετο, Λατίνων δὲ καὶ Ἑρνίκων καὶ τῶν ἄλλων συμμάχων οὐκ ἐλάττω τῆς Ῥωμαικῆς δυνάμεως.
彼らそれぞれにはローマの二つの軍団が従い、ラティウム人、ヘルニキ人、その他の同盟軍の軍勢はローマの兵力に劣らなかった。
τῷ μὲν οὖν ἀνθυπάτῳ Σερουίῳ κατὰ νοῦν ὁ πόλεμος ἐχώρησε καὶ σὺν τάχει.
さて、前執政官セルウィウスにとっては、戦争は望み通りにかつ迅速に進んだ。
μιᾷ γὰρ ἐτρέψατο τοὺς Αἰκανοὺς μάχῃ καὶ ταύτῃ δίχα πόνου, τῇ πρώτῃ τοὺς πολεμίους ἐκπλήξας ἐφόδῳ, καὶ τὸ λοιπὸν ἐδῄου τὴν γῆν αὐτῶν καταπεφευγότων εἰς τὰ ἐρύματα.
というのも、彼はただ一回の戦闘、それも最初の突撃で敵を驚愕させて労なくしてアイクイ人を退散させ、彼らが砦に逃げ込んだ後はその土地を略奪したからである。
§9.16.5Σερουιλίῳ δὲ θατέρῳ τῶν ὑπάτων ὑπὸ σπουδῆς τε καὶ αὐθαδείας ἐπὶ τὸν ἀγῶνα χωρήσαντι πολὺ τὸ παρὰ γνώμην ἀπήντησε, καρτερῶς πάνυ τῶν Οὐολούσκων ἀντιταξαμένων, ὥστʼ ἠναγκάσθη πολλοὺς καὶ ἀγαθοὺς ἄνδρας ἀπολέσας μηκέτι χωρεῖν ὁμόσε τοῖς πολεμίοις, ἀλλʼ ἐν τῷ χάρακι ὑπομένων ἀκροβολισμοῖς καὶ ψιλῶν §9.16.6συμπλοκαῖς διαφέρειν τὸν πόλεμον.
一方、もう一人の執政官セルウィリウスは、焦りと不遜さから闘いに臨んだため、予想とは大きく異なる結果に直面した。 ウォルスキ人が極めて頑強に立ち塞がったため、彼は多くの優れた男たちを失い、もはや敵と接近戦を行うことを断念せざるを得ず、陣営内に留まって小競り合いや軽装兵による衝突によって戦争を長引かせることになった。
Λεύκιος δʼ Αἰμίλιος, ὁ πεμφθεὶς ἐπὶ Τυρρηνούς, εὑρὼν ἐξεστρατευμένους πρὸ τῆς πόλεως τοὺς Οὐιεντανοὺς καὶ σὺν αὐτοῖς πολὺ τὸ παρὰ τῶν ὁμοεθνῶν ἐπικουρικόν, οὐδὲν ἔτι μελλήσας ἔργου εἴχετο·
ルキウス・アエミリウスは、エトルリア人に対して派遣されたが、ウェイイ人が都市の前に出陣し、彼らとともに同族からの多くの援軍がいるのを見出すと、もはや少しも猶予することなく戦闘に取りかかった。
ἡμέραν δʼ, ἀφʼ ἧς τὸν χάρακα ἔθετο, διαλιπὼν ἐξῆγε τὰς δυνάμεις εἰς μάχην, θρασέως πάνυ τῶν Οὐιεντανῶν ὁμόσε χωρούντων.
彼は陣営を設営した日から一日を置いて軍勢を戦闘へと引き出し、ウェイイ人たちも非常に大胆に接近してきた。
ἰσορρόπου δὲ τοῦ ἀγῶνος γινομένου τοὺς ἱππεῖς ἀναλαβὼν ἐνσείει τοῖς πολεμίοις κατὰ τὸ δεξιὸν κέρας, καί, ἐπειδὴ τοῦτο διεσάλευσεν, ἐπὶ θάτερον ἐχώρει, ὅπου μὲν ἱππάσιμον εἴη χωρίον ἀπὸ τῶν ἵππων μαχόμενος, ὅπου δʼ ἄνιππον ἀποκαταβαίνων τε καὶ πεζὸς ἀγωνιζόμενος.
戦況が伯仲すると、彼は騎兵を引き連れて敵の右翼に突入し、これを動揺させると、もう一方の翼へと向かった。 そして騎馬に適した場所では馬の上から戦い、馬に適さない場所では下馬して歩兵として闘った。
πονούντων δὲ τῶν κεράτων ἀμφοτέρων οὐδʼ οἱ κατὰ μέσον ἔτι ἀντεῖχον, ἀλλʼ ἐξεώσθησαν ὑπὸ τῶν πεζῶν, καὶ μετὰ τοῦτο πάντες ἔφυγον ἐπὶ τὸν χάρακα. §9.16.7ὁ δʼ Αἰμίλιος ἠκολούθει τοῖς φεύγουσι συντεταγμένην τὴν δύναμιν ἔχων καὶ πολλοὺς διέφθειρε.
両翼が苦境に陥ると、中央にいた者たちももはや持ちこたえられず、歩兵によって押し戻され、その後全員が陣営へと逃げ去った。
γενόμενος δὲ πλησίον τοῦ χάρακος καὶ προσβαλὼν ἐκ διαδοχῆς ἐκείνην τε παρέμεινε τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα, τῇ δʼ ἑξῆς ἡμέρᾳ κόπῳ τε καὶ τραύμασι τῶν πολεμίων καὶ ἀγρυπνίᾳ ἀπειρηκότων ἐγκρατὴς γίνεται τοῦ χάρακος.
アエミリウスは、秩序だった軍勢を率いて逃げる者たちを追撃し、多くの者を討ち果たした。 彼は敵の陣営の近くに達すると、次々に攻撃を加え、その日一日と続く夜をそこで持ちこたえた。
οἱ δὲ Τυρρηνοί, ὡς εἶδον ἐπιβαίνοντας ἤδη τοὺς Ῥωμαίους τοῖς περισταυρώμασιν, ἐκλιπόντες τὸ στρατόπεδον ἔφευγον, οἱ μὲν εἰς τὴν πόλιν, οἱ δʼ εἰς τὰ πλησίον ὄρη.
そして翌日、敵が疲労と負傷、そして不眠によって力尽きると、陣営を占領した。
§9.16.8ταύτην μὲν οὖν τὴν ἡμέραν ἐν τῷ χάρακι τῶν πολεμίων ἔμεινεν ὁ ὕπατος, τῇ δʼ ἑξῆς ἡμέρᾳ στεφανώσας τοὺς ἀριστεύσαντας ἐν ταῖς μάχαις ταῖς ἐκπρεπεστάταις δωρεαῖς, πάντα τὰ ἐγκαταληφθέντα ἐν τῷ χάρακι ὑποζύγιά τε καὶ ἀνδράποδα καὶ σκηνὰς πολλῶν ἀγαθῶν γεμούσας τοῖς στρατιώταις ἐχαρίσατο.
エトルリア人たちは、ローマ人がすでに防塞を乗り越えつつあるのを見ると、陣営を放棄して逃走し、ある者は都市へ、ある者は近くの山へと逃げ込んだ。 こうして、この日は執政官は敵の陣営に留まり、翌日、戦闘で抜群の働きを示した者たちに冠を授け、極めて目覚ましい褒賞を与え、陣営に残されていたすべての役獣、奴隷、そして多くの財宝に満ちた天幕を兵士たちに分け与えた。
καὶ ἐγένετο ἐν πολλῇ εὐπορίᾳ τὸ τῶν Ῥωμαίων στράτευμα ὡς ἐξ οὐδεμιᾶς ἑτέρας πώποτε μάχης.
そしてローマの軍勢は、かつて他のどの戦闘からも得られなかったほどの非常に豊かな富を手に入れた。
ἁβροδίαιτον γὰρ δὴ καὶ πολυτελὲς τὸ τῶν Τυρρηνῶν ἔθνος ἦν οἴκοι τε καὶ ἐπὶ στρατοπέδου, περιαγόμενον ἔξω τῶν ἀναγκαίων πλούτου τε καὶ τέχνης ἔργα παντοῖα πρὸς ἡδονὰς μεμηχανημένα καὶ τρυφάς.
実際、エトルリアという民族は自宅でも陣営でも非常に贅沢で豪奢な暮らしをしており、必要不可欠なもののほかに、快楽と贅沢のために作られた富や工芸のあらゆる品々を持ち歩いていたからである。