§9.17.1ταῖς δʼ ἑξῆς ἡμέραις ἀπειρηκότες ἤδη τοῖς κακοῖς οἱ Οὐιεντανοὶ τοὺς πρεσβυτάτους τῶν πολιτῶν ἱκετηρίας φέροντας ἀπέστειλαν ὡς τὸν ὕπατον ὑπὲρ τῆς εἰρήνης διαλεξομένους.
在接下来的日子里,已被惨祸折磨得筋疲力尽的维伊人派遣了最年长的市民手持祈愿的分枝前往执政官处,以商讨和平事宜。
καὶ οἱ ἄνδρες ὀλοφυρόμενοί τε καὶ ἀντιβολοῦντες καὶ τἆλλʼ, ὅσα ἐπαγωγὰ ἦν εἰς ἔλεον, μετὰ πολλῶν δακρύων διεξιόντες πείθουσι τὸν ὕπατον ἐπιτρέψαι σφίσι τοὺς πρεσβευτὰς εἰς Ῥώμην ἀποστεῖλαι τοὺς ὑπὲρ τῆς καταλύσεως τοῦ πολέμου πρὸς τὴν βουλὴν διαλεξομένους, ἕως δʼ ἂν οἱ πρέσβεις ἀφίκωνται φέροντες τὰς ἀποκρίσεις, μηδὲν αὐτῶν κακουργεῖν τὴν χώραν.
这些人在大声痛哭和恳求中,流着眼泪详细叙述了其他一切能引起怜悯的事情,说服了执政官允许他们向罗马派遣使节,与元老院商讨结束战争之事;并且在使节们携回答复之前,不对他们的领土进行任何破坏。
ἵνα δʼ αὐτοῖς ἐγγένηται ταῦτα πράττειν, σῖτόν τε ὡμολόγησαν τῇ Ῥωμαίων στρατιᾷ διμήνου παρέξειν, καὶ χρήματα εἰς ὀψωνιασμὸν §9.17.2ἓξ μηνῶν, ὡς ὁ κρατῶν ἔταξε.
而为了使他们能够做成这些事,他们同意向罗马军队提供两个月的粮食,以及正如胜者所规定那样,提供六个月的军饷。
καὶ ὁ μὲν ὕπατος λαβὼν τὰ κομισθέντα καὶ διαδοὺς τῇ στρατιᾷ ποιεῖται τὰς πρὸς αὐτοὺς ἀνοχάς.
执政官在收到这些送来的物资并分发给军队后,与他们达成了停战协定。
ἡ δὲ βουλὴ τῆς πρεσβείας ἀκούσασα καὶ τὰ τοῦ ὑπάτου γράμματʼ ἀναλεξαμένη πολλὴν ποιουμένου παράκλησιν καὶ παραινοῦντος ὡς τάχιστα καταθέσθαι τὸν πρὸς τοὺς Τυρρηνοὺς πόλεμον, δόγμα ἐξήνεγκε διδόναι τὴν εἰρήνην, ὡς ᾐτοῦντο οἱ πολέμιοι· ἐφʼ οἷς δὲ δικαίοις αὕτη γενήσεται, τὸν ὕπατον καταστήσασθαι Λεύκιον Αἰμίλιον, ὡς ἂν αὐτῷ §9.17.3φανῇ κράτιστα ἕξειν.
而元老院在听取了使节团的陈述并宣读了执政官的来信后——执政官在信中极力劝说并建议尽快结束与伊特鲁里亚人的战争——通过了一项决议,准予敌人所请求的和平;而至于这一和平将在何种具体条件(条项)下达成,则由执政官留基乌斯·埃米利乌斯来决定,以他认为最妥当的方式。
ταύτας λαβὼν τὰς ἀποκρίσεις ὁ ὕπατος σπένδεται πρὸς τοὺς Οὐιεντανούς, ἐπιεικεστέραν μᾶλλον ἢ συμφορωτέραν τοῖς κεκρατηκόσι ποιησάμενος εἰρήνην, οὔτε χώραν αὐτῶν ἀποτεμόμενος οὔτε χρημάτων ἄλλων ἐπιθεὶς ζημίαν, οὔτε ὁμήρων δόσει τὸ πιστὸν ἐν τοῖς συγκειμένοις βεβαιωσάμενος.
执政官在收到这一答复后,与维伊人缔结了盟约,达成了对战胜者而言显得宽大而非有利的和平。 他既没有割占他们的土地,也没有课以其他金钱上的罚款,更没有通过让他们交出人质来确保协议的可信度。
§9.17.4τοῦτʼ αὐτῷ μέγαν ἤνεγκε φθόνον, καὶ τοῦ μὴ λαβεῖν παρὰ τῆς βουλῆς τὰς ἐπὶ τοῖς κατωρθωμένοις χάριτας αἴτιον ἐγένετο.
这给他带来了巨大的反感,也成了他未能获得元老院对其成功予以谢意(荣誉)的原因。
ἐνέστησαν γὰρ αὐτῷ τὸν θρίαμβον αἰτουμένῳ τὴν αὐθάδειαν αἰτιώμενοι τῶν συνθηκῶν, ὅτι οὐ μετὰ κοινῆς γνώμης αὐτὰς ἔπραξεν.
因为当他请求凯旋式时,他们极力反对他,指责他在缔结条约时独断专行,因为他未经共同商议便行事。
ἵνα δὲ μὴ πρὸς ὕβριν ἢ πρὸς ὀργὴν λάβῃ τὸ πρᾶγμα, ἐπὶ Οὐολούσκους αὐτὸν ἐψηφίσαντο τὴν δύναμιν ἀπάγειν ἐπικουρίας τοῦ συνάρχοντος ἕνεκα, εἰ δύναιτο κατορθώσας τὸν ἐκεῖ πόλεμον — ἦν γὰρ ἐν αὐτῷ πολὺ τὸ ἀνδρεῖον — ἀφανίσαι τὰς ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν ὀργάς.
而为了不让他把这件事当作侮辱或愤怒来对待,他们投票决定让他率领军队去对付沃尔斯奇人,以援助他的同僚,希望他能通过在当地战争中的成功——因为他身上有极大的武勇——来消除因先前的过失而产生的怨恨。
ὁ δʼ ἀνὴρ ἀγανακτῶν ἐπὶ τῇ ἀτιμίᾳ πολλὴν ἐποιήσατο τῆς βουλῆς ἐν τῷ δήμῳ κατηγορίαν, ὡς ἀχθομένης ἐπὶ τῷ λελύσθαι τὸν πρὸς τοὺς Τυρρηνοὺς πόλεμον.
但这个男人对这一耻辱感到愤慨,在民众面前对元老院进行了长篇谴责,声称他们因与伊特鲁里亚人的战争得以解决而感到不满。
ἔφη δὲ τοῦτʼ αὐτοὺς ἐξ ἐπιβουλῆς καὶ ὑπεροψίας τῶν πενήτων ποιεῖν, ἵνα μὴ τῶν ὑπερορίων ἀπαλλαγέντες πολέμων ἀπαιτῶσι τὰς περὶ τῆς κληρουχίας ὑποσχέσεις, §9.17.5πολλοστὸν ἔτος ἤδη φενακιζόμενοι πρὸς αὐτῶν.
他说,他们这样做是出于对穷人的阴谋和蔑视,以免穷人们从国外战争中解脱出来后,要求履行关于分配土地的诺言,而穷人们如今已被他们欺骗了许多年。
ταῦτα καὶ πολλὰ τούτοις ὅμοια εἰπὼν καὶ διʼ ὀργῆς ἀκράτου τῶν πατρικίων ὀνείδη κατασκεδάσας, τήν τε συστρατευσαμένην αὐτῷ δύναμιν ἀπέλυσε τῶν σημείων καὶ τὴν μετὰ Φουρίου τοῦ ἀνθυπάτου διατρίβουσαν ἐν Αἰκανοῖς μεταπεμψάμενος ἀφῆκεν ἐπὶ τὰ σφέτερα·
在说了这些以及许多类似的话,并以极度的愤怒向贵族们倾泻了侮辱之后,他解散了与他一同出征的军队,并召回了与前执政官富里乌斯一起留在埃夸伊人那里的军队,让他们各自回家。
ἐξ ὧν πολλὴν πάλιν ἐποίησεν ἐξουσίαν τοῖς δημάρχοις κατηγορεῖν τῶν βουλευτῶν ἐν ταῖς ἐκκλησίαις καὶ διιστάναι τοὺς πένητας ἀπὸ τῶν εὐπόρων.
通过这些行为,他再次给护民官们提供了极大的权力,在民众大会上谴责元老院议员,并将穷人与富人分离开来。