§9.16.1τῷ δὲ κατόπιν ἔτει Λευκίου τʼ Αἰμιλίου καὶ Γαίου Σερουιλίου τὴν ὑπατείαν παρειληφότων ἀπηγγέλη Ῥωμαίοις, ὅτι Οὐολοῦσκοι καὶ Αἰκανοὶ συνθήκας πεποίηνται στρατιὰς κατʼ αὐτῶν ἅμα ἐξάγειν, καὶ οὐ διὰ μακροῦ εἰς τὴν χώραν ἐμβαλοῦσι· καὶ ἦν ἀληθῆ τὰ λεγόμενα.
In the following year, when Lucius Aemilius and Gaius Servilius had taken over the consulship, it was reported to the Romans that the Volscians and the Aequians had made a treaty to lead out armies against them at the same time, and would invade their territory before long; and what was said was true.
θᾶττον γοῦν ἢ προσεδόκα τις ἀμφότεροι τὰς δυνάμεις ἔχοντες ἐδῄουν τὴν κατὰ σφᾶς ἕκαστοι χώραν, ὡς οὐχ ἱκανῶν ἐσομένων Ῥωμαίων τῷ τε Τυρρηνικῷ πολέμῳ ἀντέχειν καὶ σφᾶς ἐπιόντας δέχεσθαι.
At any rate, sooner than anyone expected, both of them, having their forces, were plundering each their neighboring territory, on the assumption that the Romans would not be sufficient both to hold out against the Etruscan war and to receive them when they invaded.
§9.16.2καὶ ἕτεροι αὖθις ἥκοντες ἐκπεπολεμῶσθαι πρὸς αὐτοὺς Τυρρηνίαν ἀπήγγελλον ὅλην καὶ παρεσκευάσθαι Οὐιεντανοῖς κοινὴν ἀποστέλλειν συμμαχίαν.
And others arriving again reported that the whole of Etruria had been stirred up to war against them and was prepared to send a common alliance to the Veientes.
κατέφυγον γὰρ ὡς αὐτοὺς ἀδύνατοι ὄντες ἐξελεῖν διʼ ἑαυτῶν τὸ φρούριον Οὐιεντανοί, συγγενείας τε ὑπομιμνῄσκοντες καὶ φιλίας καὶ ὅσους μετʼ αὐτῶν ἤραντο πολέμους διεξιόντες· ἀντὶ πάντων δὲ τούτων ἀξιοῦντες συνάρασθαι σφίσι τοῦ κατὰ Ῥωμαίων πολέμου, ὡς σφῶν τε προκαθημένων Τυρρηνίας ὅλης καὶ τὸν πόλεμον ἀνακωχευόντων τὸν ἀπὸ Ῥώμης ῥέοντα κατὰ πάντων τῶν ὁμοεθνῶν.
For the Veientes, being unable to take the fortress by themselves, had fled to them as suppliants, reminding them of kinship and friendship, and recounting how many wars they had undertaken together with them; and in return for all these things, they asked them to assist them in the war against the Romans, on the ground that they themselves were standing in the forefront of the whole of Etruria and were checking the war that was flowing from Rome against all those of the same nation.
καὶ οἱ Τυρρηνοὶ πεισθέντες ὑπέσχοντο πέμψειν αὐτοῖς §9.16.3ὅσην ἠξίουν σημμαχίαν.
And the Etruscans, being persuaded, promised to send them as great an alliance as they requested.
ταῦθʼ ἡ βουλὴ μαθοῦσα ἐψηφίσατο τρισσὰς ἐκπέμψειν στρατιάς, καὶ γενομένων ἐν τάχει τῶν καταλόγων Λεύκιος μὲν Αἰμίλιος ἐπὶ Τυρρηνοὺς ἐπέμφθη· συνήρατο δʼ αὐτῷ τῆς ἐξόδου Καίσων Φάβιος, ὁ νεωστὶ τὴν ἀρχὴν ἀποθέμενος, δεηθεὶς τῆς βουλῆς ἐπιτρέψαι αὐτῷ τοῖς ἐν Κρεμέρᾳ συγγενέσιν, οὓς ὁ ἀδελφὸς αὐτοῦ φρουρήσοντας τὸ χωρίον ἐξήγαγε, συνεῖναί τε καὶ τῶν αὐτῶν ἀγώνων μετέχειν· καὶ ἐξῆλθε σὺν τοῖς ἀμφʼ αὐτὸν ἐξουσίᾳ κοσμηθεὶς ἀνθυπάτῳ.
The senate, having learned of these things, voted to send out three armies, and when the levies were quickly completed, Lucius Aemilius was sent against the Etruscans; and Caeso Fabius, who had recently laid down his office, assisted him in his departure, having begged the senate to allow him to be with his kinsmen at Cremera, whom his brother had led out to guard the fortress, and to share in the same struggles; and he went out with those about him, having been decorated with the authority of a proconsul.
§9.16.4Γάιος δὲ Σερουίλιος ὁ ἕτερος τῶν ὑπάτων ἐπὶ Οὐολούσκους ἐστράτευσε· Σερούιος δὲ Φούριος ἀνθύπατος ἐπὶ τὸ Αἰκανῶν ἔθνος.
Gaius Servilius, the other of the consuls, marched against the Volscians; and Servius Furius, as proconsul, against the nation of the Aequians.
ἑκάστῳ δʼ αὐτῶν δύο μὲν τάγματα Ῥωμαίων εἵπετο, Λατίνων δὲ καὶ Ἑρνίκων καὶ τῶν ἄλλων συμμάχων οὐκ ἐλάττω τῆς Ῥωμαικῆς δυνάμεως.
There followed each of them two Roman legions, and of the Latins, Hernicians, and the other allies, a force not less than the Roman power.
τῷ μὲν οὖν ἀνθυπάτῳ Σερουίῳ κατὰ νοῦν ὁ πόλεμος ἐχώρησε καὶ σὺν τάχει.
For the proconsul Servius, indeed, the war proceeded according to his mind and with speed.
μιᾷ γὰρ ἐτρέψατο τοὺς Αἰκανοὺς μάχῃ καὶ ταύτῃ δίχα πόνου, τῇ πρώτῃ τοὺς πολεμίους ἐκπλήξας ἐφόδῳ, καὶ τὸ λοιπὸν ἐδῄου τὴν γῆν αὐτῶν καταπεφευγότων εἰς τὰ ἐρύματα.
For in a single battle, and that without trouble, having struck the enemy with panic at the first onset, he routed the Aequians, and for the rest plundered their land after they had fled into their strongholds.
§9.16.5Σερουιλίῳ δὲ θατέρῳ τῶν ὑπάτων ὑπὸ σπουδῆς τε καὶ αὐθαδείας ἐπὶ τὸν ἀγῶνα χωρήσαντι πολὺ τὸ παρὰ γνώμην ἀπήντησε, καρτερῶς πάνυ τῶν Οὐολούσκων ἀντιταξαμένων, ὥστʼ ἠναγκάσθη πολλοὺς καὶ ἀγαθοὺς ἄνδρας ἀπολέσας μηκέτι χωρεῖν ὁμόσε τοῖς πολεμίοις, ἀλλʼ ἐν τῷ χάρακι ὑπομένων ἀκροβολισμοῖς καὶ ψιλῶν §9.16.6συμπλοκαῖς διαφέρειν τὸν πόλεμον.
But for Servilius, the other of the consuls, who had gone into the contest with haste and arrogance, there met him a result very contrary to expectation, since the Volscians resisted very stoutly, so that he was forced, after losing many brave men, no longer to come to close quarters with the enemy, but, remaining inside his palisade, to spin out the war by skirmishes and encounters of light-armed troops conflicts.
Λεύκιος δʼ Αἰμίλιος, ὁ πεμφθεὶς ἐπὶ Τυρρηνούς, εὑρὼν ἐξεστρατευμένους πρὸ τῆς πόλεως τοὺς Οὐιεντανοὺς καὶ σὺν αὐτοῖς πολὺ τὸ παρὰ τῶν ὁμοεθνῶν ἐπικουρικόν, οὐδὲν ἔτι μελλήσας ἔργου εἴχετο· ἡμέραν δʼ, ἀφʼ ἧς τὸν χάρακα ἔθετο, διαλιπὼν ἐξῆγε τὰς δυνάμεις εἰς μάχην, θρασέως πάνυ τῶν Οὐιεντανῶν ὁμόσε χωρούντων.
But Lucius Aemilius, who had been sent against the Etruscans, finding the Veientes encamped before their city and with them a large auxiliary force from their kinsmen, hesitated no longer but set to work; and after letting one day pass from the day on which he pitched his camp, he led out his forces to battle, while the Veientes advanced to meet them very boldly.
ἰσορρόπου δὲ τοῦ ἀγῶνος γινομένου τοὺς ἱππεῖς ἀναλαβὼν ἐνσείει τοῖς πολεμίοις κατὰ τὸ δεξιὸν κέρας, καί, ἐπειδὴ τοῦτο διεσάλευσεν, ἐπὶ θάτερον ἐχώρει, ὅπου μὲν ἱππάσιμον εἴη χωρίον ἀπὸ τῶν ἵππων μαχόμενος, ὅπου δʼ ἄνιππον ἀποκαταβαίνων τε καὶ πεζὸς ἀγωνιζόμενος.
When the battle became equal, he took the cavalry and dashed against the enemy's right wing, and when he had shaken this, he went to the other, fighting from horseback where the ground was suitable for cavalry, and where it was unsuitable, dismounting and fighting as a foot soldier.
πονούντων δὲ τῶν κεράτων ἀμφοτέρων οὐδʼ οἱ κατὰ μέσον ἔτι ἀντεῖχον, ἀλλʼ ἐξεώσθησαν ὑπὸ τῶν πεζῶν, καὶ μετὰ τοῦτο πάντες ἔφυγον ἐπὶ τὸν χάρακα.
When both wings were in distress, not even those in the center held out any longer, but were driven back by the infantry, and after this everyone fled to the camp.
§9.16.7ὁ δʼ Αἰμίλιος ἠκολούθει τοῖς φεύγουσι συντεταγμένην τὴν δύναμιν ἔχων καὶ πολλοὺς διέφθειρε.
And Aemilius followed the fugitives with his army in good order and destroyed many of them.
γενόμενος δὲ πλησίον τοῦ χάρακος καὶ προσβαλὼν ἐκ διαδοχῆς ἐκείνην τε παρέμεινε τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα, τῇ δʼ ἑξῆς ἡμέρᾳ κόπῳ τε καὶ τραύμασι τῶν πολεμίων καὶ ἀγρυπνίᾳ ἀπειρηκότων ἐγκρατὴς γίνεται τοῦ χάρακος.
Having come near the camp and attacked it in succession, he remained there for that day and the following night, and on the next day, when the enemy was exhausted by fatigue, wounds, and lack of sleep, he became master of the camp.
οἱ δὲ Τυρρηνοί, ὡς εἶδον ἐπιβαίνοντας ἤδη τοὺς Ῥωμαίους τοῖς περισταυρώμασιν, ἐκλιπόντες τὸ στρατόπεδον ἔφευγον, οἱ μὲν εἰς τὴν πόλιν, οἱ δʼ εἰς τὰ πλησίον ὄρη.
And the Etruscans, when they saw the Romans already mounting the palisades, abandoned the camp and fled, some into the city and others into the neighboring mountains.
§9.16.8ταύτην μὲν οὖν τὴν ἡμέραν ἐν τῷ χάρακι τῶν πολεμίων ἔμεινεν ὁ ὕπατος, τῇ δʼ ἑξῆς ἡμέρᾳ στεφανώσας τοὺς ἀριστεύσαντας ἐν ταῖς μάχαις ταῖς ἐκπρεπεστάταις δωρεαῖς, πάντα τὰ ἐγκαταληφθέντα ἐν τῷ χάρακι ὑποζύγιά τε καὶ ἀνδράποδα καὶ σκηνὰς πολλῶν ἀγαθῶν γεμούσας τοῖς στρατιώταις ἐχαρίσατο.
On this day, therefore, the consul remained in the camp of the enemy, and on the next day, having crowned those who had distinguished themselves in the battles with the most splendid gifts, he presented to the soldiers all the beasts of burden, slaves, and tents filled with many goods that had been left behind in the camp.
καὶ ἐγένετο ἐν πολλῇ εὐπορίᾳ τὸ τῶν Ῥωμαίων στράτευμα ὡς ἐξ οὐδεμιᾶς ἑτέρας πώποτε μάχης.
And the army of the Romans came into great abundance, such as they had never obtained from any other battle before.
ἁβροδίαιτον γὰρ δὴ καὶ πολυτελὲς τὸ τῶν Τυρρηνῶν ἔθνος ἦν οἴκοι τε καὶ ἐπὶ στρατοπέδου, περιαγόμενον ἔξω τῶν ἀναγκαίων πλούτου τε καὶ τέχνης ἔργα παντοῖα πρὸς ἡδονὰς μεμηχανημένα καὶ τρυφάς.
For the Etruscan nation was indeed luxurious and expensive both at home and in camp, carrying about, besides necessary things, all kinds of works of wealth and art devised for pleasures and luxury.