Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §9.15.1-9.15.7

ファビウス一族の出陣とクレメラ砦の築造

684 / 962 箇所 · ギリシア語

要旨

ローマ元老院が常備軍の負担と動員に苦慮する中、ファビウス一族が自費での国境防衛任務を自発的に引き受け、クレメラ川沿いに砦を築いてウェイイ人の領土に打撃を与える。

§9.15.1συναχθείσης δὲ μετὰ τοῦτο τῆς βουλῆς ὑπὸ τῶν ὑπάτων καὶ σκέψεως γενομένης, τίνα χρὴ πολεμεῖν τοῖς Οὐιεντανοῖς τρόπον, ἡ νικῶσα ἦν γνώμη, στράτευμα συνεστηκὸς ἔχειν ἐπὶ τοῖς ὁρίοις, ὃ διὰ φυλακῆς ἕξει τὴν χώραν θυραυλοῦν καὶ αἰεὶ μένον ἐν τοῖς ὅπλοις.
この後、執政官たちによって元老院が召集され、ウェイイ人に対してどのような方法で戦うべきかについて審議が行われたとき、勝利を収めた意見は、国境に常備軍を配備し、この軍が野営して常に武装したままで守備によって領土を保持するというものであった。
ἐλύπει δʼ αὐτοὺς ἥ τʼ εἰς τοὺς φρουροὺς δαπάνη πολλὴ σφόδρα ἐσομένη, τοῦ τε κοινοῦ ταμιείου διὰ τὰς συνεχεῖς στρατείας ἐξαναλωμένου καὶ τῶν ἰδίων βίων ἀπειρηκότων ταῖς εἰσφοραῖς·
しかし、衛兵たちへの極めて多額になるであろう出費が彼らを悩ませていた。 絶え間ない遠征によって公庫が使い果たされ、個人の生計もまた徴税によって尽き果てていたからである。
καὶ ἔτι μᾶλλον ἡ τῶν ἀποσταλησομένων φρουρῶν καταγραφὴ τίνα τρόπον ἂν γένοιτο, ὡς οὐκ ἂν ἑκουσίων γέ τινων προκειμένων ἁπάντων, καὶ μὴ ἐκ διαδοχῆς, ἀλλὰ συνεχῶς ταλαιπωρεῖν ὑποστησομένων.
さらに、派遣されるべき衛兵の登録がどのようにして行われうるのかということも、いっそう彼らを悩ませていた。 全員の目の前に義務が提示されているのに、誰も自発的に進み出るはずがなく、交代制ではなく継続的に労苦を引き受けるはずもないと思われたからである。
§9.15.2ἀδημονούσης δʼ αὐτῆς ἐπʼ ἀμφοτέροις τούτοις συγκαλέσαντες οἱ δύο Φάβιοι τοὺς μετέχοντας τοῦ σφετέρου γένους καὶ βουλευσάμενοι μετʼ αὐτῶν ὑπέσχοντο τῇ βουλῇ τοῦτο τὸ κινδύνευμα αὐτοὶ περὶ πάντων ἑκόντες ὑπομενεῖν, πελάτας τε τοὺς ἑαυτῶν ἐπαγόμενοι καὶ φίλους καὶ τέλεσι τοῖς ἰδίοις, ὅσον ἂν χρόνον ὁ πόλεμος διαμένῃ, στρατευόμενοι.
元老院がこれら両方の問題について当惑していたとき、二人のファビウスは、自らの一族に属する者たちを召集し、彼らと協議した上で、自らのクリエンテス(被護者)たちや友人たちを引き連れ、戦争が続く限りの期間、自弁の費用で従軍して、全員のためにこの危険な任務を自発的に引き受けることを元老院に約束した。
§9.15.3ἀγασθέντων δʼ αὐτοὺς ἁπάντων τοῦ γενναίου τῆς προθυμίας καὶ τὸ νικᾶν παρʼ ἓν τοῦτο τὸ ἔργον τιθεμένων, κλεινοὶ καὶ περιβόητοι καθʼ ὅλην τὴν πόλιν ὄντες ἐξῄεσαν ἀναλαβόντες τὰ ὅπλα σὺν εὐχαῖς καὶ θυσίαις.
全員が彼らの熱意の高潔さに感嘆し、勝利はこの一つの事業にかかっていると考える中で、彼らは街中での名声と賞賛に包まれながら、祈りと犠牲の儀式とともに武器を執って出立した。
ἡγεῖτο δʼ αὐτῶν Μάρκος Φάβιος ὁ τῷ παρελθόντι ὑπατεύσας ἔτει καὶ νικήσας τοὺς Τυρρηνοὺς τῇ μάχῃ, τετρακισχιλίους μάλιστα ἐπαγόμενος, ὧν τὸ μὲν πλεῖον πελατῶν τε καὶ ἑταίρων ἦν, ἐκ δὲ τοῦ Φαβίων γένους ἓξ καὶ τριακόσιοι ἄνδρες.
彼らを率いたのは、前年に執政官を務め、戦闘でエトルリア人に勝利したマルクス・ファビウスであり、およそ四千人の兵を連れていたが、その大半はクリエンテスや仲間たちであり、ファビウス一族からは三百六人の男たちであった。
εἵπετο δʼ αὐτοῖς μετʼ οὐ πολὺ καὶ ἡ Ῥωμαίων δύναμις, ἧς ἡγεῖτο Καίσων Φάβιος ὁ ἕτερος τῶν ὑπάτων.
そして彼らの後を追って、まもなくもう一人の執政官カエソ・ファビウスが率いるローマの軍勢も出発した。
§9.15.4γενόμενοι δὲ ποταμοῦ Κρεμέρας πλησίον, ὃς οὐ μακρὰν ἀπέχει τῆς Οὐιεντανῶν πόλεως, ὑπὲρ ὄχθου τινὸς ἀποτόμου καὶ περιρρῶγος ἐπετείχιζον αὐτοῖς φρούριον ἱκανὸν φυλάττεσθαι τοσαύτῃ στρατιᾷ τάφρους τʼ ὀρυξάμενοι περὶ αὐτὸ διπλᾶς καὶ πύργους ἐγείραντες πυκνούς·
彼らはウェイイ人の都市から遠くないクレメラ川の近くに到着すると、切り立った険しい崖の上に、これほど多くの軍勢が守るに十分な砦を築いた。 その周囲に二重の堀を掘り、密集した塔を建てたのである。
καὶ ὠνομάσθη τὸ φρούριον ἐπὶ τοῦ ποταμοῦ Κρεμέρα.
そして、その砦は川にちなんでクレメラと名付けられた。
οἷα δὲ πολυχειρίας τʼ ἐργαζομένης καὶ ὑπάτου συλλαμβάνοντος, §9.15.5θᾶττον ἢ κατὰ δόξαν ἐτελέσθη τὸ ἔργον.
多くの手が働き、執政官も協力したため、その作業は予想よりも速く完了した。
καὶ μετὰ τοῦτʼ ἐξαγαγὼν τὴν δύναμιν παρήλασεν ἐπὶ θάτερα μέρη τῆς Οὐιεντανῶν χώρας τὰ πρὸς τὴν ἄλλην ἐστραμμένα Τυρρηνίαν, ἔνθα ἦν τοῖς Οὐιεντανοῖς τὰ βοσκήματα, οὐδέποτε στρατὸν ἥξειν Ῥωμαίων ἐκεῖ προσδεχομένοις.
そしてその後、(カエソ・ファビウスは)軍勢を引き連れてウェイイ人の領土の別の側、すなわちエトルリアの残りの地方へと面した地域へと進軍した。 そこにはウェイイ人の家畜がいたが、彼らはローマの軍勢がそこにやって来るとは夢にも思っていなかった。
περιβαλόμενος δὲ πολλὴν λείαν ἀπῆγεν ἐπὶ τὸ νεόκτιστον φρούριον, χαίρων ἐπὶ τῇ ἄγρᾳ κατʼ ἀμφότερα, τῆς τʼ οὐ διὰ μακροῦ τῶν πολεμίων τιμωρίας ἕνεκα, καὶ ὅτι τοῖς φρουροῖς τοῦ χωρίου πολλὴν ἔμελλε παρέξειν εὐπορίαν.
彼は多くの戦利品を包囲して獲得すると、新しく建設された砦へと連れ帰った。 彼は二つの理由からその獲物に喜んでいた。 すなわち、敵に即座に復讐を果たすためであるということと、砦の守備兵たちに多くの物資を提供することになるからである。
οὐδὲν γὰρ οὔτʼ εἰς τὸ δημόσιον ἀνήνεγκεν, οὔτε τοῖς στρατευομένοις ἀπένειμεν, ἀλλὰ καὶ πρόβατα καὶ ὑποζύγια καὶ ζεύγη βοεικὰ καὶ σίδηρον καὶ τἆλλα, ὅσα εἰς γεωργίαν ἐπιτήδεια ἦν, τοῖς περιπόλοις τῆς χώρας ἐχαρίσατο.
というのも、彼は何も公庫に返還せず、従軍した者たちにも分配せず、羊、役獣、牛のつがい、鉄、および農耕に適したその他のすべてのものを、その地域の巡回警備兵たちに分け与えたからである。
§9.15.6ταῦτα διαπραξάμενος ἀπῆγεν ἐπʼ οἴκου τὴν στρατιάν.
これらのことを成し遂げると、彼は軍勢を率いて帰途についた。
τοῖς δὲ Οὐιεντανοῖς μετὰ τὸν ἐπιτειχισμὸν τοῦ χωρίου κακῶς πάνυ τὰ πράγματʼ εἶχεν, οὔτε τὴν γῆν ἔτι δυναμένοις ἀσφαλῶς γεωργεῖν οὔτε τὰς ἔξωθεν εἰσαγομένας ἀγορὰς δέχεσθαι.
しかし、ウェイイ人にとっては、この地への砦の建設によって事態は極めて不利になり、もはや安全に土地を耕作することもできず、外部から運び込まれる物資を受け取ることもできなくなった。
§9.15.7νείμαντες γὰρ εἰς τέτταρα μέρη τὴν στρατιὰν οἱ Φάβιοι, τῷ μὲν ἑνὶ διεφύλαττον τὸ χωρίον, τοῖς δὲ τρισὶ τὴν χώραν τῶν πολεμίων ἄγοντές τε καὶ φέροντες ἀεὶ διετέλουν·
ファビウス一族は軍勢を四つの部分に分けると、そのうちの一つの部分で砦を厳重に守り、残りの三つの部分で常に敵の領土を略奪して回った。
καὶ πολλάκις τῶν Οὐιεντανῶν ἐκ τοῦ φανεροῦ τʼ αὐτοῖς ἐπιθεμένων χειρὶ οὐκ ὀλίγῃ καὶ εἰς χωρία ἐνέδραις κατεχόμενα ὑπαγομένων, περιῆσαν ἀμφοτέρως καὶ πολλοὺς νεκροὺς ποιήσαντες ἀσφαλῶς ἀπῄεσαν εἰς τὸ χωρίον.
そして、ウェイイ人が公然と少なからぬ兵力で彼らを攻撃したり、待ち伏せされた場所へと誘い込んだりすることが何度もあったが、彼らはどちらの場合にも打ち勝ち、多くの死者を出させた後、安全に砦へと退却した。
ὥστʼ οὐδʼ ὁμόσε χωρεῖν αὐτοῖς ἔτι οἱ πολέμιοι ἐτόλμων, ἀλλὰ τειχήρεις μένοντες τὰ πολλὰ καὶ κλέπτοντες τὰς ἐξόδους διετέλουν, καὶ ὁ μὲν χειμὼν ἐκεῖνος οὕτως ἐτελεύτα.
その結果、敵はもはや彼らと手合わせすることさえ敢えてしなくなり、大半は壁の内に閉じこもったままで、密かに隠れて出撃することを繰り返し、あの冬はそのようにして終わった。

語釈・文法注

  1. 1780τίνα τρόπον ἂν γένοιτο — 先行する `ἐλύπει δʼ αὐτοὺς` からの動詞の省略を補う。`ἔτι μᾶλλον [ἐλύπει αὐτοὺς] ἡ ... καταγραφή`(…の登録がいっそう彼らを悩ませていた)という構造であり、間接疑問節 `τίνα τρόπον ἂν γένοιτο`(どのように行われうるか)は、主語の `καταγραφή`(登録)の内容を説明している。
  2. p.v.3p.298ὡς οὐκ ἂν ἑκουσίων γέ τινων ... ὑποστησομένων — `ὡς` を伴う属格絶対構文で、主観的な理由や予想を表す。`προκειμένων ἁπάντων`(すべてが提示されている状況で)と `ὑποστησομένων`(引き受けるであろうこと)の2つの分詞が属格絶対として機能している。`ὑποστησομένων`(未来分詞+`ἄν` で潜在的な意味を表す)の主語は省略された `τινων`(人々)であり、「自発的に進み出て、かつ交代制ではなく継続的に労苦を引き受ける者など誰もいないだろうと考えられたため」と解釈される。
  3. 9.15.3τὸ νικᾶν παρʼ ἓν τοῦτο τὸ ἔργον τιθεμένων — `τίθεσθαι`(見なす、置く)と前置詞句 `παρ' ἕν` が結びついた慣用表現。「勝利(`τὸ νικᾶν`)をただこの一つの事業(`παρ' ἓν τοῦτο τὸ ἔργον`)に依存するものと見なす」という意味になる。全体として属格絶対 `ἀγασθέντων ... καὶ ... τιθεμένων` の一部をなしている。
  4. 9.15.4οἷα δὲ πολυχειρίας τʼ ἐργαζομένης καὶ ὑπάτου συλλαμβάνοντος — 原因を示す接続詞的役割を果たす `οἷα`(〜なので、〜だからこそ)が、2つの属格絶対 `πολυχειρίας ... ἐργαζομένης`(多くの手が働いている)と `ὑπάτου συλλαμβάνοντος`(執政官が手伝っている)を導いている。これにより、後続する `θᾶττον ἢ κατὰ δόξαν`(予想よりも速く)の直接的な理由が提示されている。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §9.15.1-9.15.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.15.1-9.15.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。