§9.14.1ἑλομένης δὲ τῆς βουλῆς μεσοβασιλεῖς τῶν ἀρχαιρεσίων ἕνεκα, καὶ τοῦ δευτέρου μεσοβασιλέως συγκαλέσαντος εἰς τὸ πεδίον τοὺς λόχους, ἀποδείκνυται Καίσων Φάβιος ὁ τὰ ἀριστεῖα λαβὼν ἐκ τῆς μάχης, ἀδελφὸς δὲ τοῦ τὴν ἀρχὴν ἀποθεμένου, τὸ τρίτον ὕπατος καὶ σὺν αὐτῷ Τῖτος Οὐεργίνιος.
当元老院为了选举而选任了间王,且第二位间王将各百人队召集到平原时,在战斗中获得功勋荣誉的、且是辞去官职之人的兄弟凯索·法比乌斯,第三次被任命为执政官,与他一同被任命的还有提图斯·维尔吉尼乌斯。
οὗτοι διαλαχόντες τὰς δυνάμεις ἐξῄεσαν εἰς τὴν ὕπαιθρον·
他们分派了军队,便出发前往原野。
§9.14.2Φάβιος μὲν Αἰκανοῖς πολεμήσων προνομεύουσι τοὺς Λατίνων ἀγρούς, Οὐεργίνιος δὲ Οὐιεντανοῖς.
法比乌斯前去与正在掠夺拉丁人田地的埃奎人作战,而维尔吉尼乌斯则前去对付维伊人。
Αἰκανοὶ μὲν οὖν ἐπειδὴ στρατὸν ἐλευσόμενον ἐπʼ αὐτοὺς ἔγνωσαν, ἀναστάντες ἐκ τῆς πολεμίας διὰ τάχους ἀπῆλθον εἰς τὰς ἑαυτῶν πόλεις· καὶ μετὰ ταῦτα λεηλατουμένης τῆς σφετέρας γῆς ἠνείχοντο, ὥστε πολλῶν κρατῆσαι χρημάτων τὸν ὕπατον καὶ σωμάτων καὶ τῆς ἄλλης λείας ἐξ ἐφόδου.
埃奎人一得知有军队要来攻打他们,便迅速撤离了敌境,退回到自己的城市;此后他们忍受着自己的土地被掠夺,以至于执政官在初次袭击中 ¦1775 就夺取了许多财物、俘虏和其它战利品。
Οὐιεντανοὶ δὲ κατʼ ἀρχὰς ἐντὸς τείχους μένοντες, ἐπειδὴ καιρὸν ἔχειν ἔδοξαν ἐπιτήδειον, ἐπέθεντο τοῖς πολεμίοις ἐσκεδασμένοις ἀνὰ τὰ πεδία καὶ πρὸς ἁρπαγὴν τετραμμένοις τῆς λείας.
而维伊人起初留在城墙内,当他们认为有了合适的机会时,便袭击了那些分散在平原上、正致力于抢夺战利品的敌军。
§9.14.3ἔχοντες δὲ πολλὴν καὶ συντεταγμένην δύναμιν ἐμβάλλουσιν εἰς αὐτούς, καὶ τήν τε λείαν ἀφαιροῦνται, καὶ τοὺς ὁμόσε χωροῦντας, οὓς μὲν ἀποκτείνουσιν, οὓς δʼ εἰς φυγὴν τρέπουσι·
他们率领着一支强大而有组织的军队向他们发起冲锋,不仅夺回了战利品,还将那些前来交锋的人,有的杀死,有的打败逃跑。
καὶ εἰ μὴ Τῖτος Σίκκιος πρεσβευτὴς τότʼ ὢν στίφει συντεταγμένῳ πεζῶν τε καὶ ἱππέων παραβοηθήσας ἐπέσχεν αὐτούς, οὐδὲν ἂν τὸ κωλῦσον ἦν ἅπασαν ἀπολέσθαι τὴν στρατιάν.
如果当时担任使节的提图斯·西基乌斯没有率领一支整齐的步骑兵队伍前来增援并阻挡住他们,那就没有任何力量能阻止全军覆没。
ἐκείνου δʼ ἐμποδὼν γενομένου συνελθεῖν ἔφθασαν οἱ λοιποὶ οἱ καθʼ ἕνα διεσκεδασμένοι·
由于他挺身阻挡,其余那些零散分布的人得以提前集结。
πάντες δʼ ἐν ταὐτῷ γενόμενοι λόφον τινὰ καταλαμβάνονται περὶ δείλην ὀψίαν, καὶ τὴν ἐπιοῦσαν νύκτα ἐν τούτῳ ἔμειναν.
他们全体聚集在同一地方,在傍晚时分占领了一座山丘,并在那里度过了次夜。
§9.14.4ἐπαρθέντες δὲ Οὐιεντανοὶ τῷ κατορθώματι πλησίον τοῦ λόφου τίθενται τὰ ὅπλα, καὶ τοὺς ἐκ τῆς πόλεως ἐκάλουν ὡς κατακεκλεικότες τοὺς Ῥωμαίους εἰς χωρίον, ἔνθα οὐδὲν τῶν ἐπιτηδείων ἔμελλον ἕξειν, καὶ προσαναγκάσοντες οὐκ εἰς μακρὰν παραδοῦναι σφίσι τὰ ὅπλα.
维伊人因这一成功而意气风发,在山丘附近安营扎寨,并 ¦1776 召集城里的人,声称他们已将罗马人围困在一个无法获得任何生活必需品的地方,且不久就会强迫他们交出武器。
γίνεταί τʼ αὐτῶν συχνοῦ ἐλθόντος ὄχλου δύο στρατεύματα περὶ τὰς ἐπιμάχους λαγόνας τοῦ λόφου, πολλά τʼ ἄλλα φρούρια βραχύτερα κατὰ τοὺς ἧττον ἐπικαίρους τόπους· καὶ πάντα ἦν μεστὰ §9.14.5ὅπλων.
随着他们的大批人群到来,在山丘易受攻击的两侧形成了两支军队,在其他不太关键的地方也建立了许多较小的哨所;所有地方都充满了武器。
ὁ δʼ ἕτερος τῶν ὑπάτων Φάβιος γραμμάτων παρὰ τοῦ συνάρχοντος ἀφικομένων ἐπιγνούς, ὅτι ἐν ἐσχάτοις εἰσὶν οἱ κατακλεισθέντες ἐν τῷ λόφῳ, καὶ κινδυνεύσουσιν, εἰ μή τις αὐτοῖς βοηθήσει, λιμῷ ἁλῶναι, ἀναστήσας τὸν στρατὸν ἦγεν ἐπὶ τοὺς Οὐιεντανοὺς σὺν τάχει·
而另一位执政官法比乌斯从同僚送来的信件中得知,被围困在山丘上的人已处于极度危险之中,若无人增援,他们将面临因饥饿而投降的危险,于是他动员军队,迅速率军前往对付维伊人。
καὶ εἰ μιᾷ βραδύτερον ἡμέρᾳ διήνυσε τὴν ὁδόν, οὐδὲν ἂν ὤνησεν, ἀλλὰ διεφθαρμένην τὴν ἐκεῖ στρατιὰν κατέλαβε.
如果他晚了一天抵达,那将无济于事,他所能见到的只会是那里的军队已经全军覆没。
πιεζόμενοι γὰρ τῇ σπάνει τῶν ἀναγκαίων οἱ κατέχοντες τὸν λόφον ἐξῆλθον ὡς τὸν εὐπρεπέστατον αἱρησόμενοι τῶν θανάτων, καὶ συμβαλόντες τοῖς πολεμίοις ἐμάχοντο κεκμηκότες οἱ πλείους τὰ σώματα λιμῷ τε καὶ δίψῃ καὶ ἀγρυπνίᾳ καὶ τῇ §9.14.6ἄλλῃ κακώσει.
因为那些占领山丘的人因缺乏必需品而备受煎熬,他们出击是准备选择最体面的死法,并在与敌人交战时拼死战斗,其中大多数人因饥饿、干渴、失眠和其他折磨而身体疲惫不堪。
μετʼ οὐ πολὺ δʼ ὡς τὸ τοῦ Φαβίου στράτευμα προσιὸν ὤφθη πολύ τε καὶ συντεταγμένον, θάρσος μὲν ἔφερε τοῖς σφετέροις, δέος δὲ τοῖς πολεμίοις·
但不久之后,当法比乌斯的军队被看见正以庞大且整齐的队伍逼近时,这给己方带来了勇气,给敌人带来了恐惧。
καὶ οἱ Τυρρηνοὶ οὐκέτι ἀξιόμαχοι εἶναι νομίσαντες πρὸς ἀγαθήν τε καὶ ἀκμῆτα δύναμιν εἰς ἀγῶνα χωρεῖν, ᾤχοντο ἐκλιπόντες τοὺς χάρακας.
伊特鲁里亚人认为自己已不具备与一支状态良好且未疲惫的军队交战的实力,便放弃营地离去。
ὡς δʼ εἰς ταὐτὸ συνῆλθον αἱ τῶν Ῥωμαίων δυνάμεις ἀμφότεραι, στρατόπεδόν τε ποιοῦνται μέγα πλησίον τῆς πόλεως ἐν ἐχυρῷ, καὶ πολλὰς ἡμέρας αὐτόθι διατρίψαντες καὶ τὴν ἀρίστην τῶν Οὐιεντανῶν χώραν λεηλατήσαντες ἀπῆγον ἐπʼ οἴκου τὴν στρατιάν.
当罗马的两支军队在同一地方会合后,他们在城市附近险要的地方建立了一个大营,在那里停留了许多天,并洗劫了维伊人最肥沃的土地,随后率军回国。
§9.14.7ὡς δʼ ἔγνωσαν οἱ Οὐιεντανοὶ τὰς δυνάμεις τῶν Ῥωμαίων ἀφειμένας ἀπὸ τῶν σημαιῶν, τὴν εὔζωνον ἀναλαβόντες νεότητα, ἥν τʼ αὐτοὶ συντεταγμένην εἶχον καὶ τὴν παρὰ τῶν πλησιοχώρων παροῦσαν, ἐμβάλλουσιν εἰς τὰ προσκείμενα τῇ σφετέρᾳ χώρᾳ πεδία, καὶ διαρπάζουσι καρπῶν τε καὶ βοσκημάτων καὶ ἀνθρώπων ὄντα μεστά.
但当维伊人得知罗马的军队已从军旗旁解散时,他们集结了自己编制中的轻装青年以及邻近地区前来协助的人,侵入与他们土地相邻的平原,抢劫了那些长满庄稼、放牧牲畜、住满人口的地方。
κατέβησαν γὰρ ἐκ τῶν ἐρυμάτων οἱ γεωργοὶ χιλοῦ τε τῶν βοσκημάτων ἕνεκα καὶ ἐργασίας τῶν ἀγρῶν πιστεύοντες τῇ σφετέρᾳ στρατιᾷ προκαθημένῃ καὶ οὐ φθάσαντες ἀπελθούσης ἀνασκευάσασθαι πάλιν, οὐκ ἐλπίσαντες τοσαῦτα κεκακωμένους τοὺς Οὐιεντανοὺς ταχεῖαν οὕτως ἀντεπιχείρησιν κατὰ τοῦ ἀντιπάλου ποιήσεσθαι.
因为农民们原本信任在前方防守的己方军队,为了给牲畜寻找饲料以及耕作田地而从堡垒中下来,却在军队撤走后未能及时重新收拾行李撤离,因为他们没想到受创如此严重的维伊人会如此迅速地对对手发起反击。
§9.14.8αὕτη χρόνου μὲν μήκει βραχεῖα ἐγένετο ἡ τῶν Οὐιεντανῶν εἰς τὴν Ῥωμαίων γῆν ἐμβολή, πλήθει δὲ χώρας, ἣν ἐπῆλθον, ἐν τοῖς πάνυ μεγάλη, καὶ ἀχθηδόνα σὺν αἰσχύνῃ Ῥωμαίοις ἀήθη παρέσχεν ἄχρι Τιβέριός τε ποταμοῦ καὶ ὄρους Ἰανίκλου στάδια τῆς Ῥώμης οὐδʼ εἴκοσιν ἀφεστῶτος ἀφικομένη.
维伊人对罗马领土的这次入侵在时间上虽然短暂,但在他们所席卷的土地范围上却非常巨大,给罗马人带来了伴随着羞辱的非同寻常的痛苦,因为他们一直推进到台伯河和距离罗马甚至不足二十斯塔迪亚的雅尼库伦山。
κωλύσουσα γὰρ δύναμις ἐπὶ πλεῖον χωρεῖν τὰ πολέμια οὐκ ἦν ὑπὸ σημαίαις.
因为当时在军旗之下没有能够阻止敌人进一步推进的军队。
ἔφθασε γοῦν τὸ τῶν Οὐιεντανῶν στράτευμα πρὶν ἢ συνελθεῖν τε καὶ λοχισθῆναι τοὺς Ῥωμαίους ἀπελθόν.
无论如何,维伊人的军队在罗马人能够重新聚集并编成百人队之前就已成功撤离。