§9.12.1ἐν ᾧ δὲ ταῦτʼ ἐγίνετο, οἱ τὸν χάρακα τὸν ἐκλειφθέντα ὑπὸ τοῦ Μαλλίου καταλαβόμενοι Τυρρηνοὶ συνθήματος ἀρθέντος ἀπὸ τοῦ στρατηγίου σὺν τάχει πολλῷ καὶ προθυμίᾳ μεγάλῃ χωροῦντες ἐπὶ τὸν ἕτερον ἠπείγοντο τῶν Ῥωμαίων χάρακα, ὡς οὐκ ἀξιοχρέῳ δυνάμει φυλαττόμενον.
在发生这些事情的同时,占领了被马里乌斯放弃的营地的伊特鲁里亚人,在将军帐篷升起信号时,以极快的速度和极大的热情,急忙奔向罗马人的另一个营地,因为他们认为那里并没有足够的兵力防守。
καὶ ἦν ἡ δόξα αὐτῶν ἀληθής.
他们的料想是正确的。
ἔξω γὰρ τῶν τριαρίων καὶ ὀλίγων ἄλλων τῶν ἐν ἀκμῇ τὸ λοιπὸν πλῆθος ἐμπόρων τε καὶ θεραπόντων καὶ χειροτεχνῶν ἦν ἐν αὐτῷ· γίνεταί τε πολλῶν εἰς ὀλίγον συνελασθέντων χωρίον· περὶ γὰρ. ταῖς πύλαις ὁ ἀγὼν ἦν· ὀξεῖα καὶ χαλεπὴ μάχη, καὶ νεκροὶ παρʼ ἀμφοτέρων πολλοί.
因为除了三线兵和少数其他正值壮年的人之外,营中余下的人群尽是商人、仆役和手工业者;由于许多人被驱赶到一个狭小的空间里,[战斗发生了];因为争夺是在城门周围进行的;这是一场激烈而艰苦的战斗,双方都有许多人战死。
§9.12.2ἐν τούτῳ τῷ ἔργῳ ὅ τε ὕπατος ἐκβοηθῶν ἅμα τοῖς ἱππεῦσιν, ἐπειδὴ ὁ ἵππος ἔπεσε συγκατενεχθεὶς καὶ ἀδύνατος ὢν ἀναστῆναι ὑπὸ πλήθους τραυμάτων, ἀποθνήσκει καὶ πολλοὶ καὶ ἀγαθοὶ περὶ αὐτὸν ἄλλοι νέοι.
在这场战斗中,执政官和骑兵一同前去救援,但当他的战马因伤势过重而与他一同倒下且无法站立时,他战死了,在他身旁的许多其他优秀的青年也一同牺牲。
μετὰ δὲ τὸ πάθος τοῦτʼ εὐθὺς ὁ χάραξ ἡλίσκετο, καὶ τέλος εἶχε τοῖς Τυρρηνοῖς τὰ
在这一惨剧之后,营地立刻陷落,伊特鲁里亚人的预言最终得到了实现。
§9.12.3μαντεύματα εἰ μὲν οὖν ἐταμιεύσαντο τὴν παροῦσαν εὐτυχίαν καὶ διὰ φυλακῆς ἔσχον τὸν χάρακα, τάς τʼ ἀποσκευὰς τῶν Ῥωμαίων κατέσχον καὶ αὐτοὺς αἰσχρῶς ἀπελθεῖν ἠνάγκασαν· νῦν δὲ πρὸς ἁρπαγὴν τῶν ἀπολειφθέντων τραπόμενοι καὶ ἀναψύχοντες τὸ λοιπὸν οἱ πλείους καλὴν ἄγραν ἐκ τῶν χειρῶν ἀφῃρέθησαν.
如果他们能够妥善利用眼前的幸运,并派兵看守营地,他们本可以夺取罗马人的行装,并迫使他们可耻地撤退;但实际上,他们转而抢劫遗留下的财物,大部分人都在其余的时间里休息,结果精美的猎物从他们的手中被夺走了。
ὡς γὰρ ἀπηγγέλθη θατέρῳ τῶν ὑπάτων ἡ τοῦ χάρακος ἅλωσις, ἠπείγετο σὺν τοῖς ἀρίστοις ἱππέων τε καὶ πεζῶν.
因为当另一位执政官得知营地沦陷的消息时,他便率领骑兵和步兵的精锐急忙赶来。
§9.12.4καὶ οἱ Τυρρηνοὶ μαθόντες αὐτὸν ἐπιόντα περιεστεφάνωσαν τὸν χάρακα, μάχη τʼ αὐτῶν γίνεται καρτερὰ τῶν μὲν ἀνασώσασθαι βουλομένων τὰ σφέτερα, τῶν δέ, μὴ πασσυδὶ διαφθαρῶσιν ἁλόντος τοῦ χάρακος, δεδοικότων.
伊特鲁里亚人得知他正在逼近,便包围了营地,双方展开了激烈的战斗,一方希望夺回自己的财物,另一方则担心如果营地失守,他们会被满门抄斩。
χρόνου δὲ γινομένου πλείονος καὶ τῶν Τυρρηνῶν πολλὰ πλεονεκτούντων — ἦν γὰρ αὐτοῖς ἐξ ὑπερδεξίων τε χωρίων καὶ πρὸς ἀνθρώπους διʼ ἡμέρας ὅλης κεκμηκότας ἡ μάχη — Τῖτος Σίκκιος ὁ πρεσβευτὴς καὶ ἀντιστράτηγος, κοινωσάμενος τῷ ὑπάτῳ τὴν αὑτοῦ διάνοιαν τὸ ἀνακλητικὸν ἐκέλευε σημαίνειν, καὶ §9.12.5καθʼ ἓν ἅπαντας γενομένους μιᾷ προσβάλλειν πλευρᾷ τοῦ χάρακος, καθʼ ὃ μάλιστα τὸ χωρίον ἦν ἐπιμαχώτατον· τὰ δὲ κατὰ τὰς πύλας εἴασε μέρη κατά τινα εἰκότα λογισμόν, ὃς οὐκ ἐψεύσατο αὐτόν, ὅτι σωθήσεσθαι μὲν ἐλπίσαντες οἱ Τυρρηνοὶ μεθήσονται τοῦ χάρακος, ἐν ἀπογνώσει δὲ τούτου γενόμενοι κυκλώσεώς τε πάντοθεν ὑπὸ τῶν πολεμίων γενομένης καὶ οὐδεμιᾶς ὑπαρχούσης ἐξόδου ἀναγκαῖον ἕξουσι τὸ εὔτολμον.
随着时间的推移,伊特鲁里亚人占了很大的优势——因为他们是在高处作战,而且对手是整天疲惫不堪的人——使节兼副将提图斯·西基乌斯将自己的意图告知了执政官,并命令吹响撤退的号角,并且并且[命令]所有人集结起来,向营地的一侧发起进攻,该处是最易受攻击的地方;至于城门附近的部分,他根据某种合理的推算予以放弃,而这一推算并没有欺骗他:即如果伊特鲁里亚人看到生还的希望,就会放弃营地,但如果他们对此感到绝望,且遭到敌人来自四面八方的包围而没有任何退路,他们就必然会爆发出拼死的勇气。
§9.12.6γενομένης δὲ καθʼ ἓν χωρίον τῆς προσβολῆς οὐκέτι πρὸς ἀλκὴν οἱ Τυρρηνοὶ ἐτράποντο, ἀλλʼ ἀνοίξαντες τὰς πύλας ἐπὶ τὸν ἑαυτῶν ἀνεσώζοντο χάρακα.
当在一处发起进攻时,伊特鲁里亚人不再转向防守,而是打开城门,退回到他们自己的营地。