§9.11.1ὡς δʼ εἰς τὸ πεδίον ἀμφότεροι κατέστησαν, καὶ τὸ πολεμικὸν ἐσήμηναν αἱ σάλπιγγες, ἔθεον ἀλαλάξαντες ὁμόσε·
両軍が平原に布陣し、ラッパが戦闘の合図を鳴らすと、彼らは鬨の声を上げて突撃した。
καὶ συμπεσόντες ἀλλήλοις ἱππεῖς ἱππεῦσι καὶ πεζοὶ πεζοῖς ἐμάχοντο, καὶ πολὺς ἐξ ἀμφοτέρων ἐγίνετο φόνος.
そして互いに激突して、騎兵は騎兵と、歩兵は歩兵と戦い、双方に多くの死者が出た。
οἱ μὲν οὖν τὸ δεξιὸν ἔχοντες τῶν Ῥωμαίων κέρας, οὗ τὴν ἡγεμονίαν εἶχεν ὁ ἕτερος τῶν ὑπάτων Μάλλιος, ἐξέωσαν τὸ καθʼ ἑαυτοὺς μέρος, καὶ καταβάντες ἀπὸ τῶν ἵππων ἐμάχοντο πεζοί.
さて、ローマ軍の右翼を占めていた者たちは、もう一人の執政官マッリウスが指揮を執っていたが、自分たちの正面の敵を押し戻し、彼らは馬から降りて歩兵として戦った。
οἱ δʼ ἐν τῷ εὐωνύμῳ κέρατι ταχθέντες ὑπὸ τοῦ δεξιοῦ τῶν πολεμίων ἐκυκλοῦντο.
他方、左翼に配置された者たちは、敵の右翼によって包囲されつつあった。
§9.11.2ἦν γὰρ ἡ Τυρρηνῶν φάλαγξ κατὰ τοῦτο τὸ χωρίον ὑπερπετής τε καὶ οὐκ ὀλίγῳ μείζων τῆς ἑτέρας.
というのも、この場所においては、エトルリア人の戦列が優勢であり、他方に比べてかなり大きかったからである。
παρερρήγνυτο δὴ ταύτῃ τὸ Ῥωμαικὸν στράτευμα καὶ πολλὰς πληγὰς ἐλάμβανεν.
実にこの場所でローマの軍勢は分断され、多くの打撃を被っていた。
ἡγεῖτο δὲ τούτου κέρως Κόιντος Φάβιος, πρεσβευτὴς καὶ ἀντιστράτηγος ὤν, ὁ δὶς ὑπατεύσας·
この翼を率いていたのは、使節にして副将であり、二度執政官を務めたクイントゥス・ファビウスであった。
καὶ μέχρι πολλοῦ ἀντεῖχε τραύματα λαμβάνων παντοδαπά, ἔπειτα λόγχῃ βληθεὶς εἰς τὰ στέρνα μέχρι τῶν σπλάγχνων ἐλθούσης τῆς αἰχμῆς ἔξαιμος γενόμενος πίπτει.
彼は様々な傷を負いながらも長く持ちこたえたが、その後、胸に槍で突かれ、その矛先が内臓にまで達して失血し、倒れた。
§9.11.3ὡς δὲ τοῦτʼ ἤκουσεν ὁ ἕτερος τῶν ὑπάτων, Μάρκος Φάβιος — ἦν δὲ κατὰ μέσην τὴν φάλαγγα τεταγμένος — τοὺς κρατίστους τῶν λόχων ἀναλαβὼν καὶ τὸν ἕτερον τῶν ἀδελφῶν Καίσωνα Φάβιον ἀνακαλεσάμενος, παρήλαυνεν τὴν ἑαυτοῦ φάλαγγα καὶ μέχρι πολλοῦ προελθών, ἐπειδὴ παρήλλαξεν τὸ δεξιὸν τῶν πολεμίων κέρας, ἤλαυνεν ἐπὶ τοὺς κυκλουμένους.
もう一人の執政官マルクス・ファビウスは――彼は戦列の中央に配置されていたが――これを聞くと、最も強力な複数の歩兵中隊を率い、もう一人の兄弟であるカエソ・ ファビウスを呼び寄せて、自軍の戦列を率いて進み、かなり前方まで進出して敵の右翼を通り過ぎると、包囲されている者たちに向かって突進した。
ἐμπεσὼν δʼ αὐτοῖς φόνον τε τοῖς ἐν χερσὶ ποιεῖ πολὺν καὶ φυγὴν τῶν πρόσω, τόν τʼ ἀδελφὸν ἔτι ἐμπνέοντα καταλαβὼν αἴρεται.
そして彼らに襲いかかり、手元にいる敵に多大の死を、さらに前方にいる敵に敗走をもたらし、また今なお息のある兄弟を見つけて抱え上げた。
§9.11.4ἐκεῖνος μὲν οὗν οὐ πολὺν ἔτι χρόνον ἐπιβιοὺς ἀποθνήσκει·
さて、彼(クイントゥス)はそれからあまり長く生き長らえることなく息を引き取った。
τοῖς δὲ τιμωροῦσιν αὐτῷ θυμὸς ἔτι πλείων παρέστη καὶ μείζων πρὸς τὸ ἀντίπαλον·
しかし、彼の仇を討とうとする者たちには、敵に対して、さらに多くの、そしてさらに大きな怒りが沸き起こった。
καὶ οὐδὲν ἔτι τῆς ἰδίας ψυχῆς προνοούμενοι σὺν ὀλίγοις εἰς μέσους ἐμπεσόντες τοὺς μάλιστα συνεστηκότας τῶν πολεμίων, σωροὺς ἐξεπλήρουν νεκρῶν.
彼らはもはや自分自身の命を顧みることなく、少数の者たちとともに、敵の最も固く結束している者たちの真っ只中に突入し、死体の山を作り上げた。
κατὰ μὲν δὴ τοῦτο τὸ μέρος ἔκαμεν ἡ §9.11.5Τυρρηνῶν φάλαγξ, καὶ οἱ πρότερον ὠσάμενοι τοὺς πολεμίους ὑπὸ τῶν κεκρατημένων ἀνεκόπησαν.
実に、この箇所においてエトルリア人の戦列は疲弊し、かつては敵を押し戻していた者たちが、敗北していた者たちによって撃退された。
οἱ δὲ τὸ εὐώνυμον ἔχοντες κέρας κάμνοντες ἤδη καὶ φυγῆς ἄρχοντες, ἐτρέψαντο τοὺς καθʼ ἑαυτούς.
他方、左翼を占めていた者たち(エトルリア軍の左翼)は、すでに疲弊し敗走し始めていたが、自分たちの正面にいる者たちを敗走させた。
παλτῷ γάρ τις βαλὼν τὸν Μάλλιον διὰ τοῦ γόνατος ἄχρι τῆς ἰγνύας διήρεισε τὴν λόγχην·
というのも、ある者が投げ槍を放ってマッリウスの膝を貫き、膝窩までその槍を通したからである。
καὶ τὸν μὲν οἱ πέριξ ἄραντες ἐπὶ τὴν παρεμβολὴν ἀπεκόμιζον, οἱ δὲ πολέμιοι τὸν ἡγεμόνα τῶν Ῥωμαίων τεθνηκέναι δόξαντες ἐπερρώσθησαν, καὶ παραβοηθησάντων αὐτοῖς τῶν ἑτέρων ἐνέκειντο τοῖς Ῥωμαίοις οὐκ ἔχουσιν ἡγεμόνα.
周囲の者たちは彼を抱えて陣営へと運び去ったが、敵はローマの指揮官が死んだものと思い込んで元気づき、もう一方の部隊が救援に駆けつけたこともあって、指揮官を失ったローマ軍に襲いかかった。
§9.11.6ἠναγκάσθησαν δὲ πάλιν οἱ Φάβιοι καταλιπόντες τὸ εὐώνυμον κέρας τῷ δεξιῷ βοηθεῖν·
ファビウス兄弟は、再び左翼を離れて右翼を救援せざるを得なくなった。
καὶ οἱ Τυρρηνοὶ προσιόντας αὐτοὺς στίφει καρτερῷ μαθόντες τῆς μὲν ἐπὶ πλέον διώξεως ἀποτρέπονται, πυκνώσαντες δὲ τοὺς λόχους ἐμάχοντο ἐν τάξει, καὶ πολλοὺς μὲν τῶν σφετέρων ἀπέβαλον, πολλοὺς δὲ καὶ τῶν Ῥωμαίων ἀπέκτειναν.
エトルリア人たちは、彼らが強力な一団となって近づいてくるのを知ると、それ以上の追撃を止め、戦列を密集させて整然と戦い、自分たちの方からも多くの者を失ったが、ローマ人をも多く討ち取った。