Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.11.1-9.11.6

克温图斯法比乌斯战死与激战

第 680 段,共 962 段 · 希腊语

内容简介

罗马军与伊特鲁里亚军爆发战斗,罗马军左翼指挥官克温图斯·法比乌斯战死。执政官马尔库斯·法比乌斯前往救援并挽回了战局,但由于右翼执政官马里乌斯受伤,罗马军再次陷入苦战。

§9.11.1ὡς δʼ εἰς τὸ πεδίον ἀμφότεροι κατέστησαν, καὶ τὸ πολεμικὸν ἐσήμηναν αἱ σάλπιγγες, ἔθεον ἀλαλάξαντες ὁμόσε· καὶ συμπεσόντες ἀλλήλοις ἱππεῖς ἱππεῦσι καὶ πεζοὶ πεζοῖς ἐμάχοντο, καὶ πολὺς ἐξ ἀμφοτέρων ἐγίνετο φόνος.
当两军在平原上列好阵势,喇叭吹响战斗的号角时,他们高呼着口号冲向对方;双方激烈交锋,骑兵对骑兵,步兵对步兵展开厮杀,双方都造成了惨重的伤亡。
οἱ μὲν οὖν τὸ δεξιὸν ἔχοντες τῶν Ῥωμαίων κέρας, οὗ τὴν ἡγεμονίαν εἶχεν ὁ ἕτερος τῶν ὑπάτων Μάλλιος, ἐξέωσαν τὸ καθʼ ἑαυτοὺς μέρος, καὶ καταβάντες ἀπὸ τῶν ἵππων ἐμάχοντο πεζοί.
占领罗马军队右翼的人(由另一位执政官马里乌斯指挥)击退了与他们对峙的敌军,并纷纷下马作为步兵战斗。
οἱ δʼ ἐν τῷ εὐωνύμῳ κέρατι ταχθέντες ὑπὸ τοῦ δεξιοῦ τῶν πολεμίων ἐκυκλοῦντο.
然而,被部署在左翼的人则正在被敌人的右翼包围。
§9.11.2ἦν γὰρ ἡ Τυρρηνῶν φάλαγξ κατὰ τοῦτο τὸ χωρίον ὑπερπετής τε καὶ οὐκ ὀλίγῳ μείζων τῆς ἑτέρας.
因为在这一区域,伊特鲁里亚人的方阵占有优势,且比另一侧大得多。
παρερρήγνυτο δὴ ταύτῃ τὸ Ῥωμαικὸν στράτευμα καὶ πολλὰς πληγὰς ἐλάμβανεν.
确实,罗马军队在此处被突破,遭受了巨大的打击。
ἡγεῖτο δὲ τούτου κέρως Κόιντος Φάβιος, πρεσβευτὴς καὶ ἀντιστράτηγος ὤν, ὁ δὶς ὑπατεύσας· καὶ μέχρι πολλοῦ ἀντεῖχε τραύματα λαμβάνων παντοδαπά, ἔπειτα λόγχῃ βληθεὶς εἰς τὰ στέρνα μέχρι τῶν σπλάγχνων ἐλθούσης τῆς αἰχμῆς ἔξαιμος γενόμενος πίπτει.
指挥这一翼的是克温图斯·法比乌斯,他当时担任使节和副将,曾两次担任执政官;他顶住各种伤势坚守了很久,但随后胸部被长矛刺中,矛头直达内脏,因失血过多而倒下。
§9.11.3ὡς δὲ τοῦτʼ ἤκουσεν ὁ ἕτερος τῶν ὑπάτων, Μάρκος Φάβιος — ἦν δὲ κατὰ μέσην τὴν φάλαγγα τεταγμένος — τοὺς κρατίστους τῶν λόχων ἀναλαβὼν καὶ τὸν ἕτερον τῶν ἀδελφῶν Καίσωνα Φάβιον ἀνακαλεσάμενος, παρήλαυνεν τὴν ἑαυτοῦ φάλαγγα καὶ μέχρι πολλοῦ προελθών, ἐπειδὴ παρήλλαξεν τὸ δεξιὸν τῶν πολεμίων κέρας, ἤλαυνεν ἐπὶ τοὺς κυκλουμένους.
另一位执政官马尔库斯·法比乌斯——他被部署在方阵的中军——听到这个消息后,带领最精锐的百人队,并召集了他的另一个兄弟凯索· 法比乌斯,率领自己的方阵前进。 在推进了很长一段距离、越过敌人的右翼后,他向那些包围罗马军的人发起冲击。
ἐμπεσὼν δʼ αὐτοῖς φόνον τε τοῖς ἐν χερσὶ ποιεῖ πολὺν καὶ φυγὴν τῶν πρόσω, τόν τʼ ἀδελφὸν ἔτι ἐμπνέοντα καταλαβὼν αἴρεται.
他攻入敌阵,对近处的敌人进行了大肆杀戮,并使远处的敌人败退;在发现他的兄弟尚有一息尚存时,他将其抬了起来。
§9.11.4ἐκεῖνος μὲν οὗν οὐ πολὺν ἔτι χρόνον ἐπιβιοὺς ἀποθνήσκει· τοῖς δὲ τιμωροῦσιν αὐτῷ θυμὸς ἔτι πλείων παρέστη καὶ μείζων πρὸς τὸ ἀντίπαλον·
然而,那个人并没有活太久便去世了;但对于那些为他复仇的人来说,对敌人的愤怒更加高涨,斗志更加旺盛。
καὶ οὐδὲν ἔτι τῆς ἰδίας ψυχῆς προνοούμενοι σὺν ὀλίγοις εἰς μέσους ἐμπεσόντες τοὺς μάλιστα συνεστηκότας τῶν πολεμίων, σωροὺς ἐξεπλήρουν νεκρῶν.
他们不再顾及自己的性命,与少数人一起冲入敌军防守最严密的阵中,堆积起无数的尸体。
κατὰ μὲν δὴ τοῦτο τὸ μέρος ἔκαμεν ἡ §9.11.5Τυρρηνῶν φάλαγξ, καὶ οἱ πρότερον ὠσάμενοι τοὺς πολεμίους ὑπὸ τῶν κεκρατημένων ἀνεκόπησαν.
确实,在这一部分,伊特鲁里亚人的方阵开始疲惫,而先前击退敌人的那些人,现在反而被那些曾被他们战胜的人击退了。
οἱ δὲ τὸ εὐώνυμον ἔχοντες κέρας κάμνοντες ἤδη καὶ φυγῆς ἄρχοντες, ἐτρέψαντο τοὺς καθʼ ἑαυτούς.
而占领左翼的人(伊特鲁里亚军左翼),虽然已经精疲力竭并开始溃逃,却将与他们对峙的敌人击退了。
παλτῷ γάρ τις βαλὼν τὸν Μάλλιον διὰ τοῦ γόνατος ἄχρι τῆς ἰγνύας διήρεισε τὴν λόγχην· καὶ τὸν μὲν οἱ πέριξ ἄραντες ἐπὶ τὴν παρεμβολὴν ἀπεκόμιζον, οἱ δὲ πολέμιοι τὸν ἡγεμόνα τῶν Ῥωμαίων τεθνηκέναι δόξαντες ἐπερρώσθησαν, καὶ παραβοηθησάντων αὐτοῖς τῶν ἑτέρων ἐνέκειντο τοῖς Ῥωμαίοις οὐκ ἔχουσιν ἡγεμόνα.
因为有人投掷了一支标枪,刺穿了马里乌斯的膝盖,长矛直达膝弯;周围的人将他抬起,送回营地,而敌人误以为罗马人的指挥官已经战死,士气大振,并在另一支部队的协助下,向失去指挥官的罗马人发起猛攻。
§9.11.6ἠναγκάσθησαν δὲ πάλιν οἱ Φάβιοι καταλιπόντες τὸ εὐώνυμον κέρας τῷ δεξιῷ βοηθεῖν·
法比乌斯兄弟被迫再次离开左翼,前去救援右翼。
καὶ οἱ Τυρρηνοὶ προσιόντας αὐτοὺς στίφει καρτερῷ μαθόντες τῆς μὲν ἐπὶ πλέον διώξεως ἀποτρέπονται, πυκνώσαντες δὲ τοὺς λόχους ἐμάχοντο ἐν τάξει, καὶ πολλοὺς μὲν τῶν σφετέρων ἀπέβαλον, πολλοὺς δὲ καὶ τῶν Ῥωμαίων ἀπέκτειναν.
伊特鲁里亚人发现他们正以强大的队列逼近,便放弃了进一步的追击,他们紧缩队伍,整齐地进行战斗,虽然他们自己损失惨重,但也杀死了许多罗马人。

词汇与语法注释

  1. 9.11.2ἡγεῖτο δὲ τούτου κέρως — 动词 ἡγέομαι(率领)支配属格,τούτου κέρως(这一翼)是其宾语。此处的“这一翼”指前一句中提到的正被敌军包围的罗马军“左翼”(τῷ εὐωνύμῳ κέρατι)。
  2. 1767τὸν ἕτερον τῶν ἀδελφῶν — 意为“(两个)兄弟之中的另一个”。对马尔库斯·法比乌斯而言,这指的是凯索·法比乌斯,即除已战死的克温图斯·法比乌斯之外的另一个兄弟。
  3. 1768οἱ δὲ τὸ εὐώνυμον ἔχοντες κέρας — 此处的“占领左翼的人”在语境中指伊特鲁里亚军的左翼。由于前文提到罗马军右翼指挥官马里乌斯受伤并被送回营地,与之对峙的伊特鲁里亚军左翼得以扭转战局,将失去指挥官的罗马军击退(ἐτρέψαντο)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.11.1-9.11.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.11.1-9.11.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。