Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.83.1-8.83.4

新执政官就任与抵御沃尔斯奇人的分兵策略

第 661 段,共 962 段 · 希腊语

内容简介

记述了新任执政官就职及外战防范内乱的政治学说,随后叙述了沃尔斯奇人决定开战,以及罗马人分兵应对的策略。

§8.83.1παραλαμβάνουσι δὴ τὴν ὑπατείαν κατὰ τὸ ἑβδομηκοστόν τε καὶ διακοσιοστὸν ἔτος ἀπὸ τοῦ συνοικισμοῦ τῆς Ῥώμης Λεύκιος Αἰμίλιος Μαμέρκου υἱὸς καὶ Καίσων Φάβιος Καίσωνος υἱός, ἄρχοντος Ἀθήνησι Νικοδήμου.
因此,在罗马建国第二百七十年,雅典执政官为尼科德莫斯之时,马梅尔库斯之子卢基乌斯·埃米利乌斯与凯索之子凯索·法比乌斯接任执政官。
οἷς κατʼ εὐχὴν συνέβη μηδὲν ὑπὸ τῆς πολιτικῆς ἐπιταραχθῆναι διχοστασίας πολέμων τὴν πόλιν περιστάντων ἀλλοεθνῶν.
正如他们所期盼的那样,尽管异族战争包围着城市,但他们没有受到任何国内分裂的干扰。
§8.83.2ἐν ἅπασι μὲν οὖν ἔθνεσι καὶ τόποις Ἑλλήνων τε καὶ βαρβάρων φιλοῦσιν αἱ τῶν ἔξωθεν κακῶν ἀνάπαυλαι ἐμφυλίους τε καὶ ἐνδήμους ἐγείρειν πολέμους, μάλιστα δὲ τοῦτο πάσχουσιν, ὅσοι πολεμιστὴν καὶ κακόπαθον αἱροῦνται βίον ἐλευθερίας τε καὶ ἡγεμονίας πόθῳ.
事实上,在希腊人和蛮族的所有民族和地区中,外部灾难的平息往往会引发内耗和国内战争,而那些因渴望自由和霸权而选择战斗和艰苦生活的人,尤其容易遭受这种情况。
χαλεπαὶ γὰρ αἱ μαθοῦσαι τοῦ πλείονος ἐφίεσθαι φύσεις ἐξειργόμεναι τῶν συνήθων ἔργων καρτερεῖν· καὶ διὰ τοῦτο οἱ φρονιμώτατοι τῶν ἡγεμόνων ἀεί τινας ἐκ τῶν ἀλλοεθνῶν ἀναζωπυροῦσιν ἔχθρας, κρείττονας ἡγούμενοι τῶν ἐντοπίων πολέμων τοὺς ἀλλοδαπούς.
因为那些习惯于追求更多利益的天性,一旦被排除在习惯的活动之外,就很难保持隐忍;因此,最明智的领袖总是会重新燃起对异族的一些敌意,认为国外战争好于国内战争。
§8.83.3τότε δʼ οὖν, ὥσπερ ἔφην, κατὰ δαίμονα τοῖς ὑπάτοις συνέπεσον αἱ τῶν ὑπηκόων ἐπαναστάσεις.
就在那时,正如我所说,执政官们幸运地碰到了臣属的叛乱。
Οὐολοῦσκοι γάρ, εἴτε τῇ πολιτικῇ Ῥωμαίων κινήσει πιστεύσαντες ὡς ἐκπεπολεμωμένου τοῦ δημοτικοῦ πρὸς τοὺς ἐν τέλει, εἴτε τῆς προτέρας ἥττης ἀμαχητὶ γενομένης αἰσχύνῃ παροξυνθέντες, εἴτʼ ἐπὶ ταῖς ἑαυτῶν δυνάμεσι πολλαῖς οὔσαις μέγα φρονήσαντες, §8.83.4εἴτε διὰ ταῦτα πάντα πολεμεῖν Ῥωμαίοις διέγνωσαν, καὶ συναγαγόντες ἐξ ἁπάσης πόλεως τὴν νεότητα, μέρει μέν τινι τῆς δυνάμεως ἐπὶ τὰς Ἑρνίκων τε καὶ Λατίνων πόλεις ἐστράτευσαν, τῇ δὲ λοιπῇ, ἣ πλείστη τʼ ἦν καὶ κρατίστη, τοὺς ἐπὶ τὰς πόλεις σφῶν ἥξοντας δέχεσθαι ἤμελλον.
因为沃尔斯奇人,不知是因为相信了罗马的政治动荡——认为平民已经与掌权者反目成仇,还是因为之前的失败未战而降的耻辱激怒了他们,还是因为他们为自己庞大的兵力而感到自豪,抑或是因为所有这些原因,他们决定与罗马人开战;他们从各个城市召集了青年,用一部分兵力向埃尔尼奇人和拉丁人的城市进军,而用最多且最精锐的其余兵力,准备迎击那些将要进攻他们城市的人。
ταῦτα μαθοῦσι Ῥωμαίοις ἔδοξε διχῇ νέμειν τὰς δυνάμεις καὶ τῇ μὲν ἑτέρᾳ τὴν Ἑρνίκων τε καὶ Λατίνων διὰ φυλακῆς ἔχειν, τῇ δʼ ἑτέρᾳ τὴν Οὐολούσκων λεηλατεῖν.
罗马人得知此事后,决定将兵力一分为二,用其中一部分防守埃尔尼奇人和拉丁人的领土,用另一部分掠夺沃尔斯奇人的领土。

词汇与语法注释

  1. §8.83.1πολέμων τὴν πόλιν περιστάντων ἀλλοεθνῶν — 意为“异族的战争包围着城市”的属格绝对独立结构。此处在句中可被理解为让步(“尽管”)或伴随状语,与主句所表达的未受国内分裂干扰相呼应。
  2. §8.83.2χαλεπαὶ γὰρ αἱ μαθοῦσαι τοῦ πλείονος ἐφίεσθαι φύσεις ἐξειργόμεναι τῶν συνήθων ἔργων καρτερεῖν — 主语是“αἱ μαθοῦσαι τοῦ πλείονος ἐφίεσθαι φύσεις”(习惯于追求更多利益的天性)。不定式“καρτερεῖν”(忍耐)修饰表语形容词“χαλεπαί”,表示“难以忍受”。分词“ἐξειργόμεναι”起时间或条件状语作用,意为“一旦被排除在习惯的活动之外”。
  3. §8.83.3ὡς ἐκπεπολεμωμένου τοῦ δημοτικοῦ πρὸς τοὺς ἐν τέλει — 带有连接词“ὡς”(由于、认为)的属格绝对独立结构。它表示沃尔斯奇人主观上的原因或认定,即“平民已与掌权者反目成仇”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.83.1-8.83.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.83.1-8.83.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。