§8.77.1τῷ δʼ ἑξῆς ἐνιαυτῷ τῆς ἑβδομηκοστῆς καὶ τετάρτης ὀλυμπιάδος ἐνεστώσης, ἣν ἐνίκα στάδιον Ἄστυλος Συρακούσιος, Ἀθήνησι δʼ ἄρχων ἦν Λεώστρατος, Κοΐντου Φαβίου καὶ Σερουίου Κορνηλίου τὴν ὑπατείαν παρειληφότων, ἄνδρες ἐκ τῶν πατρικίων νέοι μὲν ἔτι τὴν ἡλικίαν, ἐπιφανέστατοι δὲ τῶν ἄλλων κατά γʼ ἀξιώσεις προγόνων, καὶ διὰ τὰς ἑταιρίας τε καὶ πλούτους μέγα δυνάμενοι, καὶ ὡς νέοι τὰ πολιτικὰ πράττειν οὐδενὸς τῶν ἐν ἀκμῇ χείρους, Καίσων Φάβιος, ἀδελφὸς τοῦ τότε ὑπατεύοντος, καὶ Λεύκιος Οὐαλέριος Ποπλικόλας, ἀδελφὸς τοῦ καταλύσαντος τοὺς βασιλεῖς, τὴν ταμιευτικὴν ἔχοντες ἐξουσίαν κατὰ τὸν αὐτὸν χρόνον, καὶ διὰ τοῦτʼ ἐκκλησίαν συνάγειν ὄντες κύριοι, τὸν ὑπατεύσαντα τῷ πρόσθεν ἐνιαυτῷ Σπόριον Κάσσιον καὶ τολμήσαντα τοὺς περὶ τῆς διανομῆς εἰσηγήσασθαι νόμους εἰσήγγειλαν εἰς τὸν δῆμον ἐπὶ τυραννίδος αἰτίᾳ· καὶ προειπόντες ἡμέραν ῥητὴν ἐκάλουν αὐτὸν ὡς ἐπὶ τοῦ δήμου τὴν δίκην ἀπολογησόμενον. §8.77.2ὄχλου δὲ πλείστου συναχθέντος εἰς τὴν ἀποδειχθεῖσαν ἡμέραν συγκαλέσαντες εἰς ἐκκλησίαν τὸ πλῆθος τά τʼ ἐμφανῆ τοῦ ἀνδρὸς ἔργα ὡς ἐπʼ οὐδενὶ χρηστῷ γενόμενα διεξῄεσαν· ὅτι Λατίνοις μὲν πρῶτον, οἷς ἀπέχρη πολιτείας κοινῆς ἀξιωθῆναι μέγα εὐτύχημα ἡγουμένοις, εἰ καὶ ταύτης τύχοιεν, οὐ μόνον ἣν ᾔτουν πολιτείαν ὕπατος ὢν ἐχαρίσατο, ἀλλʼ ἔτι καὶ τῶν ἐκ τοῦ πολέμου λαφύρων, ἐὰν κοινὴ γένηται στρατεία, τὴν τρίτην ἐψηφίσατο δίδοσθαι· ἔπειθʼ Ἕρνικας, οὓς πολέμῳ χειρωθέντας ἀγαπᾶν ἐχρῆν, εἰ μὴ καὶ τῆς αὐτῶν χώρας ἀφαιρέσει τινὶ ζημιωθεῖεν, φίλους μὲν ἀνθʼ ὑπηκόων ἐποίησε, πολίτας δʼ ἀνθʼ ὑποτελῶν, γῆς τε καὶ λείας, ἣν ἂν ἐκ παντὸς κτήσωνται, τὴν ἑτέραν ἔταξε λαμβάνειν τρίτην μερίδα. §8.77.3ὥστε μεριζομένων εἰς τρεῖς κλήρους τῶν λαφύρων τοὺς μὲν ὑπηκόους τε καὶ ἐπήλυδας διμοιρίας λαμβάνειν, τοὺς δʼ αὐθιγενεῖς καὶ ἡγεμόνας τρίτην μερίδα. ἐκ δὲ τούτου δυεῖν τῶν ἀτοπωτάτων θάτερον ἐπεδείκνυσαν αὐτοῖς συμβησόμενον, ἐάν τινας ἑτέρους διὰ πολλὰς καὶ μεγάλας εὐεργεσίας προέλωνται ταῖς αὐταῖς τιμῆσαι δωρεαῖς, αἷς Λατίνους τʼ ἐτίμησαν καὶ τοὺς μηδʼ ὁτιοῦν ἀγαθὸν ἀποδειξαμένους Ἕρνικας. μιᾶς γὰρ καταλειπομένης αὐτοῖς τρίτης μερίδος, ἢ οὐχ ἕξειν, ὅ τι δώσουσιν ἐκείνοις μέρος ἢ τὰ ὅμοια ψηφισαμένους μηδὲν ἑαυτοῖς καταλείψειν.
\n翌年、第74回オリンピアードが進行中であり(このときシラクサのアスチュロスがスタディオン競走で優勝し、アテネではレオストラトスがアルコンであった)、クィントゥス・ファビウスとセルウィウス・コルネリウスが執政官職を引き継いだとき、パトリキ出身の若者たちで、年齢はまだ若いが、祖先の格式において他の誰よりも最も顕著であり、政治的結社や富を通じて大きな影響力を持ち、若者でありながら国政を執り行うことにおいて全盛期にある誰にも劣らない者たち、すなわち、当時の執政官の兄弟であるカイソ・ファビウスと、王たちを追放した者の兄弟であるルキウス・ウァレリウス・ポプリコラが、同じ時期に財務官の権限を持っており、それゆえに民会を招集する権能を有していたが、前年に執政官を務め、土地分配に関する法案をあえて提案しようとしたスプリウス・カッシウスを、僭主政治を企てた容疑で民会に告発した。そして、あらかじめ指定された日を布告した上で、彼が民会の前で自らの裁判について弁明するように召喚した。\n\n指定された日に非常に多くの群衆が集まると、彼らは群衆を民会に召集し、その男の公の行為が、決して善い目的のためになされたものではないことを詳細に説明した。すなわち、第一に、共同の市民権を与えられるだけで十分であり、もしこれだけでも得られれば大きな幸運と考えて満足すべきであったラティウム人たちに対し、彼が執政官であったときに、彼らが求めていた市民権を与えただけでなく、共同の遠征が行われる場合には、戦争で得られた戦利品の3分の1を与えることを決議したこと。第二に、戦争で制圧され、自分たちの領土を一部没収される罰を受けないだけでも満足すべきであったヘルニキ人たちを、服属者の代わりに友邦とし、納税義務者の代わりに市民とし、あらゆる手段で獲得することになる土地と戦利品の中から、もう一つの3分の1の分け前を受け取るように規定したことである。\n\nその結果、戦利品が3つの部分に分割され、服属者たちや外来者たちが 3分の2を受け取り、土着の市民や指導者たちは3分の1の分け前しか受け取れなくなった。そしてこのことから、もし彼らが、数多くの大きな功績を理由に他の人々を、自分たちがラティウム人や、何ら善意を示さなかったヘルニキ人に対して与えたのと同じ贈り物で称えようとするならば、次の最も不条理な二つのことのうちどちらか一方が起こるに違いないことを、彼らに証明して見せた。なぜなら、自分たちに残された分け前はわずか3分の1にすぎないため、彼らに与える分け前が全くなくなるか、あるいは同様の決議を行って自分たちには何も残らなくなるかのどちらかだからである。