§8.76.1παυσαμένου δʼ αὐτοῦ πολὺς ἔπαινος ἐκ τῶν παρόντων ἐγένετο, καὶ οὐθεὶς τῶν μετʼ ἐκεῖνον ἐρωτηθέντων ἑτέραν γνώμην ἀποφαίνεται·
彼が話を終えると、出席者たちから多くの賛辞が送られ、彼の後に意見を求められた者の誰も、異なる意見を表明しなかった。
γράφεται δὴ μετὰ ταῦτα τὸ τῆς βουλῆς δόγμα τοιόνδε·
その後、次のような元老院決議が作成された。
ἄνδρας ἐκ τῶν ὑπατικῶν αἱρεθῆναι δέκα τοὺς πρεσβυτάτους, οἵτινες ὁρίσαντες τὴν δημοσίαν χώραν ἀποδείξουσιν, ὅσην τε δεῖ μισθοῦσθαι καὶ ὅσην τῷ δήμῳ διαιρεθῆναι·
すなわち、元執政官の中から最も年長の者10名を選出し、彼らが公有地を画定した上で、どれほどを賃貸すべきか、またどれほどを平民に分配すべきかを指定すること。
§8.76.2τοῖς δʼ ἰσοπολίταις τε καὶ συμμάχοις, ἐάν τινα ὕστερον ἐπικτήσωνται κοινῇ στρατευσάμενοι, τὸ ἐπιβάλλον ἑκάστοις κατὰ τὰς ὁμολογίας ὑπάρχειν μέρος·
また、同等市民権を持つ人々および同盟者たちには、もし将来共同で遠征して何らかの土地を新たに獲得した場合には、協定に従ってそれぞれに割り当てられるべき分け前が確保されること。
τὴν δʼ αἵρεσιν τῶν ἀνδρῶν καὶ τὴν διανομὴν τῶν κλήρων καὶ τἆλλα ὅσα δεῖ γενέσθαι τοὺς εἰσιόντας ἐπιτελέσαι ὑπάτους.
そして、これら10名の選出、割り当て地の分配、その他なされるべきすべてのことについては、次期執政官たちが実行すること。
τοῦτο τὸ δόγμα εἰς τὸν δῆμον εἰσενεχθὲν τόν τε Κάσσιον ἔπαυσε τῆς δημαγωγίας, καὶ τὴν ἀναρριπιζομένην ἐκ τῶν πενήτων στάσιν οὐκ εἴασε περαιτέρω προελθεῖν.
この決議は民会に提出されると、カッシウスの民衆煽動を止めさせ、貧困層の間で煽り立てられていた内紛がこれ以上進展するのを防いだ。