§8.76.1παυσαμένου δʼ αὐτοῦ πολὺς ἔπαινος ἐκ τῶν παρόντων ἐγένετο, καὶ οὐθεὶς τῶν μετʼ ἐκεῖνον ἐρωτηθέντων ἑτέραν γνώμην ἀποφαίνεται·
在他发言结束时,在场的人们给予了极大的赞誉,在他之后被询问意见的人中,没有一个发表不同的看法。
γράφεται δὴ μετὰ ταῦτα τὸ τῆς βουλῆς δόγμα τοιόνδε· ἄνδρας ἐκ τῶν ὑπατικῶν αἱρεθῆναι δέκα τοὺς πρεσβυτάτους, οἵτινες ὁρίσαντες τὴν δημοσίαν χώραν ἀποδείξουσιν, ὅσην τε δεῖ μισθοῦσθαι καὶ ὅσην τῷ δήμῳ διαιρεθῆναι· §8.76.2τοῖς δʼ ἰσοπολίταις τε καὶ συμμάχοις, ἐάν τινα ὕστερον ἐπικτήσωνται κοινῇ στρατευσάμενοι, τὸ ἐπιβάλλον ἑκάστοις κατὰ τὰς ὁμολογίας ὑπάρχειν μέρος· τὴν δʼ αἵρεσιν τῶν ἀνδρῶν καὶ τὴν διανομὴν τῶν κλήρων καὶ τἆλλα ὅσα δεῖ γενέσθαι τοὺς εἰσιόντας ἐπιτελέσαι ὑπάτους.
此后,起草了如下的一项元老院决议:从曾任执政官的人中选出十位最年长的人,由他们划定公有地的边界,并指定其中有多少应当出租,有多少应当分配给平民;此外,对于享有同等公民权的人以及盟友,如果他们日后共同出征并共同获得任何土地,应当根据协定确保每个人应得的份额;而关于这十个人的选任、份地的分配以及其他所有必须进行的事宜,则由新上任的执政官们予以执行。
τοῦτο τὸ δόγμα εἰς τὸν δῆμον εἰσενεχθὲν τόν τε Κάσσιον ἔπαυσε τῆς δημαγωγίας, καὶ τὴν ἀναρριπιζομένην ἐκ τῶν πενήτων στάσιν οὐκ εἴασε περαιτέρω προελθεῖν.
这一决议被提交给民会后,不仅制止了卡西乌斯的蛊惑煽动,也未让在穷人中被煽动起来的内讧继续蔓延。