§8.66.1τῇ δʼ ἐπιούσῃ νυκτὶ ψόφος τʼ ἠκούετο πολὺς ἐκ τοῦ χάρακος τῶν Ἑρνίκων καὶ βοή, καὶ πολλὰ ἐφαίνετο σέλα λαμπάδων.
その翌日の夜、ヘルニキ人の陣営から大きな騒音と叫び声が聞こえ、多くのたいまつの光が見えた。
ἀπογνόντες γὰρ ἔτι ἀνθέξειν ἑτέρᾳ μάχῃ καταλιπεῖν τὸν χάρακα ἔγνωσαν αὐτοκέλευστοι·
彼らは、もう一度の戦闘にはこれ以上持ちこたえられないと悟り、命令されるまでもなく陣営を放棄することを決意したのである。
καὶ τὸ ποιῆσαν αὐτῶν τὴν ἀταξίαν καὶ βοὴν τοῦτʼ ἦν.
彼らに混乱と叫び声をもたらしたのは、まさにこの決定であった。
ὡς γὰρ ἕκαστοι δυνάμεως εἶχον καὶ τάχους, ἔφευγον ἐπιβοῶντές τʼ ἀλλήλους καὶ ἐπιβοώμενοι, τῶν δʼ ὑπολειπομένων διὰ τραύματα ἢ νόσους §8.66.2οἰμωγὰς καὶ λιτανείας ἐν οὐδενὶ λόγῳ τιθέμενοι.
というのも、彼らはそれぞれ力と速さの及ぶ限り、互いに大声を出し合い、また大声で呼ばれながら逃走し、負傷や病気のために後に残される者たちのうめき声や哀願をまったく顧みなかったからである。
τοῦτ ἀγνοοῦντες οἱ Ῥωμαῖοι, πεπυσμένοι δὲ παρὰ τῶν αἰχμαλώτων πρότερον, ὅτι δύναμις Ἑρνίκων ἑτέρα μέλλοι βοηθὸς ἥξειν τοῖς σφετέροις, καὶ τὴν βοήν τε καὶ ταραχὴν ἐπὶ τῇ ἐκείνων ἀφίξει γεγονέναι νομίζοντες, τά τʼ ὅπλα ἀνέλαβον καὶ τὸν χάρακα περιστεφανώσαντες, μή τις ἔφοδος αὐτοῖς γένοιτο νύκτωρ, τοτὲ μὲν ὅπλων κτύπον ἐποίουν ἀθρόοι, τοτὲ δʼ ὥσπερ εἰς μάχην ὁρμώμενοι θαμινὰ ἐπηλάλαζον.
ローマ人はこの事態を知らず、以前に捕虜たちから、ヘルニキ人の別の軍勢が味方を救援するためにやって来ることになっていると聞いており、その叫び声や混乱も彼らの到着によって生じたものと考えて、武器を取り、夜間に何らかの奇襲を受けないように自陣の防壁を囲み、ある時は全員で一丸となって武器の音を響かせ、またある時は、まるで戦闘に突入するかのようにしばしば鬨の声を上げた。
τοῖς δʼ Ἕρνιξι καὶ ταῦτα δέος μέγα παρεῖχε, καὶ ὡς διωκόμενοι πρὸς τῶν πολεμίων σποράδες ἄλλοι κατʼ ἄλλας ὁδοὺς ἔθεον.
ヘルニキ人にとっては、これら(の行動)もまた大いなる恐怖をもたらし、敵に追撃されているかのように、散りぢりになってそれぞれ異なる道へと走って逃げた。
§8.66.3ἡμέρας δὲ γενομένης, ἐπειδὴ ἀπήγγειλαν αὐτοῖς οἱ πεμφθέντες ἐπὶ τὴν κατασκοπὴν ἱππεῖς, ὡς οὔτε δύναμις ἑτέρα παρῄει σύμμαχος τοῖς πολεμίοις, οἵ τε τῇ προτέρᾳ παραταξάμενοι μάχῃ πεφεύγασιν, ἐξαγαγὼν τὴν δύναμιν ὁ Ἀκύλλιος τόν τε χάρακα τῶν πολεμίων αἱρεῖ μεστὸν ὄντα ὑποζυγίων τε καὶ ἀγορᾶς καὶ ὅπλων, καὶ τοὺς τραυματίας αὐτῶν οὐκ ἐλάττους ὄντας τῶν πεφευγότων λαμβάνει, τήν τε ἵππον ἐκπέμψας ἐπὶ τοὺς ἐσκεδασμένους ἀνὰ τὰς ὁδούς τε καὶ τὰς ὕλας πολλῶν γίνεται σωμάτων ἐγκρατής·
夜が明けると、偵察に送られていた騎兵たちが、敵を救援する別の軍勢は現れておらず、前日の戦闘で対峙した者たちも逃亡したと報告したので、アクィッリウスは軍勢を率い出て、荷役獣や食糧、武器に満ちた敵の陣営を占領し、逃亡した者たちに劣らぬ数の彼らの負傷者たちを捕らえた。 また、道路や森に散らばった者たちに騎兵を派遣して多くの捕虜を手に収めた。
καὶ τὸ λοιπὸν ἤδη τὴν Ἑρνίκων γῆν ἐπῄει λεηλατῶν ἀδεῶς, οὐδενὸς ἔτι ὑπομένοντος εἰς χεῖρας ἰέναι.
そしてその後は、もはや接近戦を挑もうと待ち受ける者もいなくなったため、恐れることなくヘルニキ人の土地を進撃して略奪した。
ταῦτα μὲν Ἀκύλλιος ἔδρασεν.
アクィッリウスはこれらのことを行った。