Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.66.1-8.66.3

赫尔尼基人夜逃与罗马军占领敌营

第 644 段,共 962 段 · 希腊语

内容简介

赫尔尼基人自知战败,在夜间混乱地撤退,而罗马人则误以为敌军援兵到达而加强了防备。次日清晨,执政官阿奎利乌斯确认敌军逃跑后,夺取了其营地并洗劫了赫尔尼基人的领土。

§8.66.1τῇ δʼ ἐπιούσῃ νυκτὶ ψόφος τʼ ἠκούετο πολὺς ἐκ τοῦ χάρακος τῶν Ἑρνίκων καὶ βοή, καὶ πολλὰ ἐφαίνετο σέλα λαμπάδων.
在接下来的夜里,赫尔尼基人的营地里传出巨大的喧闹声和喊叫声,并出现了许多火把的光芒。
ἀπογνόντες γὰρ ἔτι ἀνθέξειν ἑτέρᾳ μάχῃ καταλιπεῖν τὸν χάρακα ἔγνωσαν αὐτοκέλευστοι· καὶ τὸ ποιῆσαν αὐτῶν τὴν ἀταξίαν καὶ βοὴν τοῦτʼ ἦν.
因为他们自知无法在另一场战斗中继续坚持,便自发决定放弃营地;而正是这一决定造成了他们的混乱和喧嚷。
ὡς γὰρ ἕκαστοι δυνάμεως εἶχον καὶ τάχους, ἔφευγον ἐπιβοῶντές τʼ ἀλλήλους καὶ ἐπιβοώμενοι, τῶν δʼ ὑπολειπομένων διὰ τραύματα ἢ νόσους §8.66.2οἰμωγὰς καὶ λιτανείας ἐν οὐδενὶ λόγῳ τιθέμενοι.
他们各尽其力,各尽其速,互相呼喊并回应着逃走,对于因伤病而留下来的人的哀号和乞求,他们完全不予理睬。
τοῦτ ἀγνοοῦντες οἱ Ῥωμαῖοι, πεπυσμένοι δὲ παρὰ τῶν αἰχμαλώτων πρότερον, ὅτι δύναμις Ἑρνίκων ἑτέρα μέλλοι βοηθὸς ἥξειν τοῖς σφετέροις, καὶ τὴν βοήν τε καὶ ταραχὴν ἐπὶ τῇ ἐκείνων ἀφίξει γεγονέναι νομίζοντες, τά τʼ ὅπλα ἀνέλαβον καὶ τὸν χάρακα περιστεφανώσαντες, μή τις ἔφοδος αὐτοῖς γένοιτο νύκτωρ, τοτὲ μὲν ὅπλων κτύπον ἐποίουν ἀθρόοι, τοτὲ δʼ ὥσπερ εἰς μάχην ὁρμώμενοι θαμινὰ ἐπηλάλαζον.
罗马人并不知道这实情,但因为先前从俘虏那里得知赫尔尼基人的另一支军队将要前来支援其同胞,便以为这些喊叫和混乱是由于那支军队到达而引起的。 于是他们拿起武器,包围了防线,以防夜间遭到袭击。 他们时而一齐发出武器的碰撞声,时而像冲锋陷阵一样,频繁地发出呐喊。
τοῖς δʼ Ἕρνιξι καὶ ταῦτα δέος μέγα παρεῖχε, καὶ ὡς διωκόμενοι πρὸς τῶν πολεμίων σποράδες ἄλλοι κατʼ ἄλλας ὁδοὺς ἔθεον.
这也给赫尔尼基人带来了极大的恐惧,他们仿佛被敌人追击一般,四散奔逃,各寻道路。
§8.66.3ἡμέρας δὲ γενομένης, ἐπειδὴ ἀπήγγειλαν αὐτοῖς οἱ πεμφθέντες ἐπὶ τὴν κατασκοπὴν ἱππεῖς, ὡς οὔτε δύναμις ἑτέρα παρῄει σύμμαχος τοῖς πολεμίοις, οἵ τε τῇ προτέρᾳ παραταξάμενοι μάχῃ πεφεύγασιν, ἐξαγαγὼν τὴν δύναμιν ὁ Ἀκύλλιος τόν τε χάρακα τῶν πολεμίων αἱρεῖ μεστὸν ὄντα ὑποζυγίων τε καὶ ἀγορᾶς καὶ ὅπλων, καὶ τοὺς τραυματίας αὐτῶν οὐκ ἐλάττους ὄντας τῶν πεφευγότων λαμβάνει, τήν τε ἵππον ἐκπέμψας ἐπὶ τοὺς ἐσκεδασμένους ἀνὰ τὰς ὁδούς τε καὶ τὰς ὕλας πολλῶν γίνεται σωμάτων ἐγκρατής·
天亮后,被派去侦察的骑兵向他们报告,敌军并无其他盟军前来,且前一天参战的敌军已经逃跑。 于是阿奎利乌斯率军出击,夺取了敌人的营地,里面装满了驮畜、粮食和武器,并俘获了他们的伤员,其人数不下于逃跑者。 他又派骑兵去追击那些散落在道路和森林中的人,生擒了许多俘虏。
καὶ τὸ λοιπὸν ἤδη τὴν Ἑρνίκων γῆν ἐπῄει λεηλατῶν ἀδεῶς, οὐδενὸς ἔτι ὑπομένοντος εἰς χεῖρας ἰέναι.
此后,他便毫无顾忌地在赫尔尼基人的土地上进军掠夺,再无人敢站出来与他兵刃相见。
ταῦτα μὲν Ἀκύλλιος ἔδρασεν.
阿奎利乌斯便做了这些事情。

词汇与语法注释

  1. 1663ὡς γὰρ ἕκαστοι δυνάμεως εἶχον καὶ τάχους — 连词 ὡς 与动词 ἔχω 的未完成过去时形式(εἶχον)连用,后接表示性质或状态的属格(δυνάμεως 和 τάχους),构成一种惯用的副词性表达,表示“根据各人所具有的……状态”或“尽其……所能”。此处意为“各自尽其力量与速度之所及”。
  2. p.v.3p.224τῶν δʼ ὑπολειπομένων διὰ τραύματα ἢ νόσους οἰμωγὰς καὶ λιτανείας ἐν οὐδενὶ λόγῳ τιθέμενοι — 从名词和分词的词尾看,此处容易被误认为是属格独立结构,但实际上 τῶν ὑπολειπομένων 是修饰宾格名词 οἰμωγὰς καὶ λιτανείας 的所有格属格(意为“那些被留下的人的哀号和乞求”)。整个短语作为主格分词 τιθέμενοι(其主语与主句主语即逃跑的赫尔尼基人一致)的宾语,表示“对……完全不予理睬”。
  3. 1664οὐδενὸς ἔτι ὑπομένοντος εἰς χεῖρας ἰέναι — 短语 οὐδενὸς ... ὑπομένοντος 是属格独立结构,表示伴随状况或原因(“在没有人坚守的情况下”)。不定式短语 εἰς χεῖρας ἰέναι 字面意思是“进入手中”,是古希腊语中的惯用语,意为“进行肉搏战”或“短兵相接”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.66.1-8.66.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.66.1-8.66.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。