§8.62.1εἰ μὲν οὖν ἅμα τοῖς σώμασι διαλυομένοις καὶ τὸ τῆς ψυχῆς, ὁτιδήποτʼ ἐστὶν ἐκεῖνο, συνδιαλύεται, καὶ οὐδαμῇ οὐθὲν ἔτι ἐστίν, οὐκ οἶδʼ ὅπως μακαρίους ὑπολάβω τοὺς μηθὲν μὲν ἀπολαύσαντας τῆς ἀρετῆς ἀγαθόν, διʼ αὐτὴν δὲ ταύτην ἀπολομένους.
もし肉体が滅びるのと同時に、魂(それが何であれ)もともに滅び、どこにも何一つ存在しなくなるのだとすれば、美徳からいかなる恩恵も受けず、むしろその美徳そのもののゆえに滅びた人々を、どうして私が幸福な者と見なせばよいのか、私には分からない。
εἰ δʼ ἄφθαρτοι μέχρι τοῦ παντὸς αἱ ψυχαὶ τυγχάνουσιν ἡμῶν οὖσαι καθάπερ οἴονταί τινες, ἢ χρόνον τινὰ μετὰ τὴν ἀπαλλαγὴν τῶν σωμάτων ἔτι διαμένουσι, μήκιστον μὲν αἱ τῶν ἀγαθῶν ἀνδρῶν, ἐλάχιστον δʼ αἱ τῶν κακῶν, ἀποχρῶσα τιμὴ φαίνοιτʼ ἄν, οἷς ἀρετὴν ἀσκοῦσιν ἠναντιώθη τὰ ἐκ τῆς τύχης, ἡ παρὰ τῶν ζώντων εὐλογία καὶ μνήμη μέχρι πλείστου παραμείνασα χρόνου·
しかし、もし私たちの魂が、一部の人々が考えているように永久に不滅であるか、あるいは肉体を離れた後もある程度の期間存続し、善い人々の魂は最も長く、悪い人々の魂は最も短く存続するのだとすれば、美徳を修めながらも運命によって妨げられた人々にとって、生者からの賛辞と非常に長い間残る記憶は、十分な栄誉であると思われるかもしれない。
§8.62.2ὃ καὶ τῷ ἀνδρὶ ἐκείνῳ συνέβη.
そしてこれが、あの男にも起こったのである。
οὐ γὰρ μόνον Οὐολοῦσκοι τὸν θάνατον ἐπένθησαν αὐτοῦ καὶ ὡς τῶν ἀρίστων γενόμενον ἐν τιμῇ ἔχουσιν, ἀλλὰ καὶ Ῥωμαῖοι, ἐπειδὴ τὸ πάθος ἐγνώσθη, μεγάλην συμφορὰν ὑπολαβόντες εἶναι τῆς πόλεως, πένθος ἐποιήσαντο ἰδίᾳ καὶ δημοσίᾳ·
というのも、ウォルスキ人が彼の死を悼み、彼を最も優れた人々の一人として敬っているだけでなく、ローマ人もまた、この悲劇が知らされると、それを国家の大きな不幸とみなして、私的にも公的にも喪に服したからである。
καὶ αἱ γυναῖκες αὐτῶν, ἃ νόμος ἐστὶν αὐταῖς ἐπὶ τοῖς ἰδίοις τε καὶ ἀναγκαίοις ποιεῖν κήδεσιν, ἀποθέμεναι χρυσόν τε καὶ πορφύραν καὶ τὸν ἄλλον ἅπαντα κόσμον μέλασιν ἀμφιασμοῖς χρώμεναι τὸν ἐνιαύσιον ἐπένθησαν χρόνον.
そして彼らの妻たちは、身内の近い親族の葬儀の際に行うのが彼女たちの慣習であるように、金や紫の衣、その他のあらゆる装身具を脇に置き、黒い衣を身にまとって、1年の間、喪に服した。
§8.62.3ἐτῶν δὲ μετὰ τὸ πάθος ὁμοῦ τι πεντακοσίων ἤδη διαγεγονότων εἰς τόνδε τὸν χρόνον οὐ γέγονεν ἐξίτηλος ἡ τοῦ ἀνδρὸς μνήμη, ἀλλʼ ᾅδεται καὶ ὑμνεῖται πρὸς πάντων ὡς εὐσεβὴς καὶ δίκαιος ἀνήρ.
その悲劇から今日に至るまで、すでにほぼ500年が経過しているが、この男の記憶は消え去ることはなく、むしろ敬虔で正しい男として、すべての人々によって歌われ、称えられている。
ὁ μὲν δὴ κατασχὼν Ῥωμαίους κίνδυνος ἐκ τῆς Οὐολούσκων τε καὶ Αἰκανῶν ἐπιστρατείας Μάρκιον λαβούσης ἡγεμόνα, μέγιστος τῶν πρὸ αὐτοῦ γενόμενος καὶ μικρὸν ἀποσχὼν τοῦ πᾶσαν τὴν πόλιν ἀνελεῖν ἐκ βάθρων, τοιούτου τέλους ἔτυχεν.
こうして、マルキオスを将軍に戴いたウォルスキ人とアイクイ人の遠征からローマ人を襲った危機は、それ以前に生じたもののなかで最大のものであり、街全体を根底から滅ぼすまであと一歩のところまで迫ったが、このような結末を迎えたのである。