§8.61.1ἐκείνῳ γʼ οὖν ταύτας ὁ δαίμων τὰς ἀρετὰς χαρισάμενος ἑτέρας οὐκ εὐτυχεῖς κῆράς τε καὶ ἄτας προσῆψε.
いずれにせよ、神霊は彼にこれらの徳を授けたものの、他方で、不幸せな運命と破滅を付け加えたのである。
τὸ γὰρ πρᾳὺ καὶ φαιδρὸν οὐκ ἐπῆν αὐτοῦ τοῖς τρόποις, οὐδὲ τὸ θεραπευτικὸν τῶν πέλας ἔν τʼ ἀσπασμοῖς καὶ προσαγορεύσεσιν, οὐδὲ δὴ τὸ εὐδιάλλακτον καὶ μετριοπαθές, ὁπότε διʼ ὀργῆς τῳ γένοιτο, οὐδὲ ἡ πάντα τὰ ἀνθρώπινα ἐπικοσμοῦσα χάρις·
というのも、彼の性格には穏やかさや朗らかさがなく、挨拶や語りかけにおいて他人を気遣う態度もなく、誰かに対して怒りを抱いたときに、和解しやすさや穏健さを示すこともなく、人間のあらゆる営みを美しく飾る愛嬌もなかったからである。
ἀλλʼ §8.61.2ἀεὶ πικρὸς καὶ χαλεπὸς ἦν.
そうではなく、彼は常に気難しく険しかった。
ταῦτά τε δὴ αὐτὸν ἐν πολλοῖς ἔβλαψε, καὶ πάντων μάλιστα ἡ περὶ τὰ δίκαια καὶ τὴν φυλακὴν τῶν νόμων ἄκρατός τε καὶ ἀπαράπειστος καὶ οὐθὲν τῷ ἐπιεικεῖ διδοῦσα ἀποτομία·
実にこうした欠点が多くの点で彼を傷つけたが、何よりも、正義と法の遵守に関する、妥協がなく説得しがたい、寛大さに一切の余地を与えない峻厳さが、彼を最も深く傷つけた。
ἔοικέ τʼ ἀληθὲς εἶναι τὸ ὑπὸ τῶν ἀρχαίων λεγόμενον φιλοσόφων, ὅτι μεσότητές εἰσιν, ἀλλʼ οὐκ ἀκρότητες αἱ τῶν ἠθῶν ἀρεταί, μάλιστα δʼ ἡ δικαιοσύνη.
そして、古代の哲学者たちによって言われていること、すなわち、品性の徳とは中庸であり、極端ではない、とりわけ正義においてそうであるということは、真実であるように思われる。
οὐ γὰρ μόνον ἐλλείπουσα τοῦ μετρίου πέφυκεν, ἀλλὰ καὶ ὑπερβάλλουσα αὐτοῖς τʼ οὐ λυσιτελής, ἀλλʼ ἔστιν ὅτʼ αἰτία μεγάλων συμφορῶν, καὶ εἰς θανάτους οἰκτροὺς καὶ §8.61.3λύμας ἀνηκέστους καταστρέφουσα.
なぜなら、適度に達しないときだけでなく、それを超越するときにも、それを行う者自身にとって有益ではないのが常であり、それどころか大きな災いの原因となり、悲惨な死や取り返しのつかない破滅へと至らせるからである。
Μάρκιόν γʼ οὐδὲν ἦν ἕτερον ἄρα, ὃ τῆς πατρίδος ἐξήλασε καὶ τῶν ἄλλων ἀγαθῶν ἀνόνητον ἐποίησεν, ἢ τὸ ἀκριβὲς καὶ ἄκρον δίκαιον.
結局のところ、マルキオスを祖国から追放し、他のあらゆる善きものから恩恵を受けられなくしたのは、厳密かつ極端な正義にほかならなかったのである。
τοῖς τε γὰρ δημόταις εἴκειν τὰ μέτρια δέον καὶ ἐφιέναι τι ταῖς ἐπιθυμίαις καὶ τὰ πρῶτα φέρεσθαι παρʼ αὐτοῖς, οὐκ ἠβουλήθη, ἀλλὰ πρὸς ἅπαντα τὰ μὴ δίκαια ἀντιλέγων μῖσος ἤγειρε καὶ ἐξηλάσθη πρὸς αὐτῶν·
というのも、彼は平民たちに適度な譲歩をし、彼らの欲望をいくらか許容し、彼らの間で第一の地位を占めるべきであったのに、そうしようとせず、正しくないことすべてに反対して憎悪を呼び起こし、彼らによって追放されたからである。
τῆς τε Οὐολούσκων στρατηγίας εὐθὺς ἅμα τῷ διαλῦσαι τὸν πόλεμον ἀπαλλαγῆναι παρὸν καὶ μετενέγκασθαι τὴν οἴκησιν ἑτέρωσέ ποι, τέως ἂν ἡ κάθοδος αὐτῷ δοθῇ ὑπὸ τῆς πατρίδος, καὶ μὴ παρασχεῖν αὑτὸν ἐχθρῶν ἐπιβουλαῖς καὶ ὄχλων ἀμαθίαις σκοπόν, οὐκ ἠξίωσεν, ἀλλʼ ὑπεύθυνον οἰόμενος δεῖν τὸ σῶμα παρασχεῖν τοῖς πεπιστευκόσι τὴν ἀρχὴν καὶ λόγον ἀποδοὺς ὧν ἔπραξε κατὰ τὴν ἡγεμονίαν, εἴ τι φαίνοιτο ἀδικῶν τὴν κατὰ νόμους ὑποσχεῖν δίκην, τῆς ἄκρας δικαιοσύνης οὐ καλοὺς ἀπέλαβε μισθούς.
また、戦争の終結と同時に、ウォルスキ人の将軍職を辞して、祖国から帰国を許されるまでの間、他のどこかへ住居を移し、敵の陰謀や無知な群衆の標的として自らをさらさないでおくことができたのに、そうすることを良しとしなかった。 そうではなく、自分に指揮権を委ねてくれた人々に対して、身をもって釈明の義務にさらし、自らの指導権のもとで行ったことについての弁明を行い、もし自分が何らかの不義を働いたと思われるならば、法に従って罰を受けるべきだと考えたために、極端な正義に対して好ましくない報いを受け取ることになったのである。