§8.62.1εἰ μὲν οὖν ἅμα τοῖς σώμασι διαλυομένοις καὶ τὸ τῆς ψυχῆς, ὁτιδήποτʼ ἐστὶν ἐκεῖνο, συνδιαλύεται, καὶ οὐδαμῇ οὐθὲν ἔτι ἐστίν, οὐκ οἶδʼ ὅπως μακαρίους ὑπολάβω τοὺς μηθὲν μὲν ἀπολαύσαντας τῆς ἀρετῆς ἀγαθόν, διʼ αὐτὴν δὲ ταύτην ἀπολομένους.
因此,如果在肉体消亡的同时,灵魂——无论那是什么——也随之消亡,且世间不再留存任何痕迹,我不知道该如何将那些未能从美德中获得任何好处、反而因美德本身而毁灭的人视为幸福之人。
εἰ δʼ ἄφθαρτοι μέχρι τοῦ παντὸς αἱ ψυχαὶ τυγχάνουσιν ἡμῶν οὖσαι καθάπερ οἴονταί τινες, ἢ χρόνον τινὰ μετὰ τὴν ἀπαλλαγὴν τῶν σωμάτων ἔτι διαμένουσι, μήκιστον μὲν αἱ τῶν ἀγαθῶν ἀνδρῶν, ἐλάχιστον δʼ αἱ τῶν κακῶν, ἀποχρῶσα τιμὴ φαίνοιτʼ ἄν, οἷς ἀρετὴν ἀσκοῦσιν ἠναντιώθη τὰ ἐκ τῆς τύχης, ἡ παρὰ τῶν ζώντων εὐλογία καὶ μνήμη μέχρι πλείστου παραμείνασα χρόνου·
但是,如果正如某些人所认为的那样,我们的灵魂是永久不灭的,或者在脱离肉体后仍能存留一段时间,善人的灵魂留存最久,恶人的灵魂留存最短,那么,对于那些在实践美德时遭到命运阻碍的人来说,来自生者的赞美和留存至极长时期的记忆,似乎便是一种充分的荣耀。
§8.62.2ὃ καὶ τῷ ἀνδρὶ ἐκείνῳ συνέβη.
这也正是发生在那个男子身上的事。
οὐ γὰρ μόνον Οὐολοῦσκοι τὸν θάνατον ἐπένθησαν αὐτοῦ καὶ ὡς τῶν ἀρίστων γενόμενον ἐν τιμῇ ἔχουσιν, ἀλλὰ καὶ Ῥωμαῖοι, ἐπειδὴ τὸ πάθος ἐγνώσθη, μεγάλην συμφορὰν ὑπολαβόντες εἶναι τῆς πόλεως, πένθος ἐποιήσαντο ἰδίᾳ καὶ δημοσίᾳ· καὶ αἱ γυναῖκες αὐτῶν, ἃ νόμος ἐστὶν αὐταῖς ἐπὶ τοῖς ἰδίοις τε καὶ ἀναγκαίοις ποιεῖν κήδεσιν, ἀποθέμεναι χρυσόν τε καὶ πορφύραν καὶ τὸν ἄλλον ἅπαντα κόσμον μέλασιν ἀμφιασμοῖς χρώμεναι τὸν ἐνιαύσιον ἐπένθησαν χρόνον.
因为不仅沃尔西人哀悼他的死亡,并因他成为最杰出的人之一而尊敬他,而且罗马人在得知这一不幸事件后,也认为这是城邦的巨大灾难,在私人和公共场合都举行了哀悼;他们的妻子也脱去黄金、紫色衣物及其他所有装饰,换上黑色的丧服,哀悼了整整一年,正如她们在自己亲属的葬礼上依法所做的那样。
§8.62.3ἐτῶν δὲ μετὰ τὸ πάθος ὁμοῦ τι πεντακοσίων ἤδη διαγεγονότων εἰς τόνδε τὸν χρόνον οὐ γέγονεν ἐξίτηλος ἡ τοῦ ἀνδρὸς μνήμη, ἀλλʼ ᾅδεται καὶ ὑμνεῖται πρὸς πάντων ὡς εὐσεβὴς καὶ δίκαιος ἀνήρ.
自这一不幸事件以来,到今天已过去了大约五百年,但对那个男子的记忆并未消逝,反而被所有人作为虔诚和正义的人来传唱和颂扬。
ὁ μὲν δὴ κατασχὼν Ῥωμαίους κίνδυνος ἐκ τῆς Οὐολούσκων τε καὶ Αἰκανῶν ἐπιστρατείας Μάρκιον λαβούσης ἡγεμόνα, μέγιστος τῶν πρὸ αὐτοῦ γενόμενος καὶ μικρὸν ἀποσχὼν τοῦ πᾶσαν τὴν πόλιν ἀνελεῖν ἐκ βάθρων, τοιούτου τέλους ἔτυχεν.
因此,因沃尔西人和埃奎人的远征(他们以马尔基乌斯为统帅)而笼罩罗马人的危险,是此前发生过的最大危机,且差一点就将整座城市彻底摧毁,最终得到了这样的结局。