§8.57.1μετὰ τὴν ἐκ τοῦ χάρακος ἀπαλλαγὴν τῶν γυναικῶν ὁ Μάρκιος περὶ τὸν ὄρθρον ἀναστήσας τὴν στρατιὰν ἀπῆγεν ὡς διὰ φιλίας, καὶ ἐπειδὴ ἐν τῇ Οὐολούσκων ἐγένετο, πάντα, ὅσα ἐκ τῶν λαφύρων ἔλαβε, δωρησάμενος τοῖς στρατιώταις, ἑαυτῷ δʼ οὐδʼ ὁτιοῦν ὑπολιπόμενος ἀπέλυσεν ἐπὶ τὰ οἰκεῖα. ἡ μὲν οὖν κοινωνήσασα τῶν ἀγώνων αὐτῷ στρατιὰ πλούτῳ βαρεἶ ἀφικομένη τήν τʼ ἀνάπαυλαν οὐκ ἀηδῶς ἐδέξατο τοῦ πολέμου καὶ διʼ εὐνοίας εἶχε τὸν ἄνδρα, συγγνώμης τʼ ἄξιον ἡγεῖτο, εἰ μὴ τέλος ἐπέθηκε τῷ πολέμῳ §8.57.2μητρὸς οἴκτους καὶ λιτὰς ἐντραπείς. ἡ δʼ ἐν ταῖς πόλεσιν ὑπομείνασα νεότης φθονοῦσα μὲν τοῖς ἐπὶ στρατοπέδου γενομένοις τῶν πολλῶν ὠφελειῶν, διημαρτηκυῖα δʼ ὧν ἤλπισεν, εἰ καθαιρεθείη τὸ Ῥωμαίων φρόνημα τῆς πόλεως ἁλούσης, ἐτραχύνετο πρὸς τὸν ἡγεμόνα καὶ πικρὰ σφόδρα ἦν· καὶ τελευτῶσα, ἐπειδὴ τοῦ μίσους ἡγεμόνας ἔλαβε τοὺς πλεῖστον ἐν τῷ ἔθνει δυναμένους, ἐξηγριώθη τε καὶ ἔργον ἔδρασεν ἀνόσιον. §8.57.3ἦν δὲ Τύλλος Ἄττιος ὁ τὰς ὀργὰς αὐτῶν παραθήξας ἔχων περὶ αὐτὸν ἑταιρίαν ἐξ ἁπάσης πόλεως οὐκ ὀλίγην. τούτῳ δʼ ἄρα ἐδέδοκτο παλαίτερον ἔτι τὸν φθόνον οὐ δυναμένῳ κατέχειν, εἰ μὲν εὖ πράξας ὁ Μάρκιος καὶ τὴν Ῥωμαίων πόλιν διαφθείρας εἰς Οὐολούσκους ἔλθοι, κρύφα καὶ σὺν δόλῳ αὐτὸν ἀνελεῖν, εἰ δὲ διαμαρτὼν τῆς πείρας ἀτελὴς τοῦ ἔργου ἀναστρέψειεν, ὡς προδότην παραδόντα τῇ περὶ αὐτὸν ἑταιρίᾳ ἀποκτεῖναι· §8.57.4ὅπερ ἐποίει τότε, καὶ συναγαγὼν χεῖρα οὐκ ὀλίγην κατηγόρει τοῦ ἀνδρὸς ψευδῆ τεκμαιρόμενος ἀληθέσι καὶ οὐ γενησόμενα εἰκάζων γεγενημένοις· ἐκέλευέ τʼ ἀποθέμενον αὐτὸν τὴν ἀρχὴν λόγον ὑπέχειν τῆς στρατηγίας. ἦν δὲ τῆς ὑπομενούσης στρατιᾶς ἐν ταῖς πόλεσιν ἡγεμών, ὡς καὶ πρότερον εἴρηταί μοι, κύριος τοῦ τε συναγαγεῖν ἐκκλησίαν καὶ τοῦ καλεῖν, ὃν βούλοιτο, ἐπὶ δίκην.
女たちが陣営から去った後、マルキウスは夜明け頃に軍隊を立ち上がらせ、あたかも友好国を通るかのように撤退させ、ボルスキ人の領地に入ると、戦利品から得たすべてのものを兵士たちに分け与え、自分には何一つ残さずに、彼らをそれぞれの家へと帰した。こうして、彼とともに戦いを共にした軍隊は、豊かな富を携えて帰還し、戦争からの休息を喜んで受け入れ、彼に対して好意を抱いており、たとえ彼が戦争を完全に終わらせなかったとしても、母親の哀訴と懇願に心を動かされたのであるから、許されるに値すると考えていた。しかし、諸都市に留まっていた若者たちは、陣営にいた者たちが多くの利益を得たことを妬み、また、もしローマが陥落してその傲慢さが打ち砕かれていたならば得られたであろう、自分たちが期待していたものを失ったために、この指揮官に対して憤慨し、極めて辛辣であった。そして最後には、その憎しみの指導者として部族の中で最も権力のある者たちを得ると、彼らは狂暴化し、不敬な行いに及んだ。彼らの怒りを煽ったのはトゥッルス・アッティウスであり、彼はすべての都市から自分の周りに集まった少なからぬ徒党を従えていた。この男は、嫉妬心を抑えることができず、すでに以前から次のように決意していた。もしマルキウスが成功を収めてローマの市を滅ぼし、ボルスキ人のもとに戻ってくるならば、密かに策略を用いて彼を殺害し、もし試みに失敗して仕事を未完のまま戻ってくるならば、裏切り者として自分の周りの徒党に引き渡して殺害しようと。これこそが彼が当時行っていたことであり、少なからぬ勢力を集めて、真実の事柄から偽りを推測し、すでに起こった事柄から起こりそうにないことを憶測しながら、その男を告発した。そして、彼に官職を辞して将軍職の釈明をするように命じた。彼は、以前にも私が述べたように、諸都市に留まっていた軍隊の指揮官であったため、民会を招集する権限と、自分が望む者を裁判に召喚する権限を握っていたのである。