§8.48.1παυσαμένου δʼ αὐτοῦ μικρὸν ἡ Οὐετουρία ἐπισχοῦσα χρόνον, ἕως ὁ τῶν περιεστηκότων ἔπαινος ἐπαύσατο πολύς τε καὶ μέχρι πολλοῦ γενόμενος, λέγει πρὸς αὐτόν·
彼が話し終えると、ウェトゥリアは少しの間待ち、周囲に立っていた人々からの、大きくかつ長く続いた称賛の声が止むと、彼に向かって言った。
ἀλλʼ ἔγωγέ σε, ὦ Μάρκιε τέκνον, οὔτε προδότην Οὐολούσκων γενέσθαι ἀξιῶ, οἵ σε φεύγοντα ὑποδεξάμενοι τοῖς τʼ ἄλλοις ἐτίμησαν καὶ τὴν ἑαυτῶν ἡγεμονίαν ἐπίστευσαν, οὔτε παρὰ τὰς ὁμολογίας καὶ τοὺς ὅρκους, οὓς ἔδωκας αὐτοῖς, ὅτε τὰς δυνάμεις παρελάμβανες, ἄνευ κοινῆς γνώμης ἰδίᾳ καταλύσασθαι τὴν ἔχθραν βούλομαι·
「しかしマルキウス、我が子よ、私はあなたに、亡命したあなたを受け入れて他の様々なことで敬い、自分たちの軍の指揮権さえ委ねてくれたウォルスキ人の裏切り者になることを求めてはいませんし、また、あなたが軍を引き受ける時に彼らに与えた合意や誓いに反して、全体の合意なしに個人的に敵対関係を解消することを望んでもいません。
μηδʼ ὑπολάβῃς τὴν σεαυτοῦ μητέρα τοσαύτης ἀναπεπλῆσθαι θεοβλαβείας, ὥστε τὸν ἀγαπητὸν καὶ μόνον υἱὸν εἰς αἰσχρὰς καὶ
あなたの母親が、それほど大きな迷妄に満たされていて、かけがえのない独り子を恥ずべきかつ不敬な行為へと誘っているなどとは思わないでください。
§8.48.2ἀνοσίους πράξεις παρακαλεῖν.
そうではなく、全体の合意のもとで、あなたが戦争から退くことを私は求めます。
ἀλλὰ μετὰ κοινῆς γνώμης ἀποστῆναί σε ἀξιῶ τοῦ πολέμου, πείσαντα τοὺς Οὐολούσκους μετριάσαι περὶ τὰς διαλλαγὰς καὶ ποιήσασθαι τὴν εἰρήνην ἀμφοτέροις τοῖς ἔθνεσι καλὴν καὶ πρέπουσαν.
ウォルスキ人を説得して和解について寛大にさせ、両方の民族にとって美しくふさわしい平和を築いた上で。
τοῦτο δὲ γένοιτʼ ἄν, εἰ νῦν μὲν ἀναστήσας τὴν στρατιὰν ἀπαγάγοις ἐνιαυσίους ποιησάμενος ἀνοχάς, ἐν δὲ τῷ μεταξὺ χρόνῳ πρέσβεις ἀποστέλλων τε καὶ δεχόμενος ἀληθῆ φιλίαν πράττοις καὶ
そしてこれは、もしあなたが今、軍を撤収させて引き揚げ、1年間の休戦を結び、その間の期間に使節を送り迎えして、真の友情と強固な和解を整えるならば、実現可能でしょう。
§8.48.3διαλλαγὰς βεβαίας. καὶ εὖ ἴσθι·
そしてよく知っておきなさい。
Ῥωμαῖοι μέν, ὅσα μήτε τὸ ἀδύνατον μήτʼ ἄλλη τις ἀδοξία προσπεσοῦσα κωλύσει, πάντα ὑπομενοῦσι πράττειν λόγῳ καὶ παρακλήσει πειθόμενοι, ἀναγκαζόμενοι δʼ, ὥσπερ σὺ νῦν ἀξιοῖς, οὐθὲν ἂν πώποτε χαρίσαιντο ὑμῖν οὔτε μεῖζον οὔτʼ ἔλαττον, ὡς ἐξ ἄλλων τε πολλῶν πάρεστί σοι καταμαθεῖν καὶ τὰ τελευταῖα ἐξ ὧν Λατίνοις συνεχώρησαν ἀποστᾶσιν ἀπὸ τῶν ὅπλων·
ローマ人は、不可能なことや、あるいは他の何らかの不名誉が降りかかって妨げられない限り、言葉と説得に応じるならばすべてを進んで行うでしょうが、あなたが今要求しているように、強制されるならば、大小にかかわらず決してあなたがたに何一つ譲歩することはないでしょう。 このことは、他の多くの事例からも、また最近ではラティウム人が武器を置いた時に彼らが認めた事柄からも、あなたが十分に理解できる通りです。
Οὐολοῦσκοι δὲ πολὺ τὸ αὔθαδες ἔχουσιν, ὃ συμβαίνει τοῖς μεγάλα εὐτυχήσασιν.
一方で、ウォルスキ人は大いなる高慢さを抱いており、それは大いなる幸運に恵まれた者たちによく起こることです。
§8.48.4ἐὰν δὲ διδάσκῃς αὐτούς, ὅτι πᾶσα μὲν εἰρήνη παντός ἐστι πολέμου κρείττων, σύμβασις δὲ φίλων κατὰ τὸν ἑκούσιον γινομένη τρόπον τῶν ὑπʼ ἀνάγκης συγχωρηθέντων βεβαιοτέρα, καὶ ὅτι σωφρόνων ἐστὶν ἀνθρώπων, ὅταν μὲν εὖ πράττειν δοκῶσι, ταμιεύεσθαι τὰς τύχας, ὅταν δʼ εἰς ταπεινὰς καὶ φαύλας ἔλθωσι, μηθὲν ὑπομένειν ἀγεννές· καὶ τἆλλα, ὅσα εἰς ἡμερότητα καὶ ἐπιείκειαν ἐπαγωγὰ παιδεύματα εὕρηται λόγων, οὕς ὑμεῖς οἱ τὰ πολιτικὰ πράττοντες μάλιστʼ ἐπίστασθε, ἴστε ὅτι τοῦ τε αὐχήματος, ἐφʼ οὗ νῦν εἰσιν, ἑκόντες ὑποβήσονται καὶ ποιήσουσιν ἐξουσίαν σοι τοῦ πράττειν, ὅ τι ἂν αὐτοῖς ὑπολαμβάνῃς συνοίσειν.
¦1618 しかし、もしあなたが彼らに、いかなる平和もあらゆる戦争に勝ること、また自発的な方法でなされる友人の合意は力ずくで認められた譲歩よりも強固であること、そして、思慮深い人々の特徴とは、順境にあると思われる時には自らの運を管理し、逆境や不遇に陥った時には不名誉なことを一切甘んじて受け入れないことであること、およびその他、穏やかさと寛容さへと導く、言葉による説得力ある教え――あなた方政治に携わる者が最もよく知っているもの――を教え諭すならば、よく知っておきなさい、彼らは現在抱いている自負から自発的に一歩退き、あなたが彼らににとって益になると判断することを何でも行う権限をあなたに与えるであろうことを。
§8.48.5ἐὰν δʼ ἀντιπράττωσί σοι καὶ τοὺς λόγους μὴ προσδέχωνται ταῖς διὰ σὲ καὶ διὰ τὴν ἡγεμονίαν τὴν σὴν γενομέναις περὶ αὐτοὺς τύχαις ὡς ἀεὶ διαμενούσαις ἐπαιρόμενοι, τῆς στρατηγίας αὐτοῖς ἀφίστασο φανερῶς, καὶ μήτε προδότης γίνου τῶν πεπιστευκότων μήτε πολέμιος τῶν ἀναγκαιοτάτων·
しかし、もし彼らがあなたに反対し、あなたの言葉を受け入れず、あなたとあなたの指揮のおかげで彼らにもたらされた好運が永遠に続くかのように思い上がっているなら、公然と彼らの将軍職を辞しなさい。 そして、あなたを信頼してくれた者たちの裏切り者にも、最も身近な身内の敵にもなってはなりません。
ἀσεβὲς γὰρ ἑκάτερον.
どちらも不敬なことだからです。
ταῦτα ἥκω δεομένη σου γενέσθαι μοι παρὰ σοῦ, Μάρκιε τέκνον, οὔτʼ ἀδύναθʼ, ὡς σὺ φῄς, πάσης τʼ ἀδίκου καὶ ἀνοσίου συνειδήσεως καθαρά.
私はこれらのことがあなたから私になされるよう懇求するために来たのです、我が子マルキウスよ。 これはあなたが言うように不可能なことではなく、あらゆる不義や不敬の罪悪感から清らかなものなのです。 」