§8.48.1παυσαμένου δʼ αὐτοῦ μικρὸν ἡ Οὐετουρία ἐπισχοῦσα χρόνον, ἕως ὁ τῶν περιεστηκότων ἔπαινος ἐπαύσατο πολύς τε καὶ μέχρι πολλοῦ γενόμενος, λέγει πρὸς αὐτόν· ἀλλʼ ἔγωγέ σε, ὦ Μάρκιε τέκνον, οὔτε προδότην Οὐολούσκων γενέσθαι ἀξιῶ, οἵ σε φεύγοντα ὑποδεξάμενοι τοῖς τʼ ἄλλοις ἐτίμησαν καὶ τὴν ἑαυτῶν ἡγεμονίαν ἐπίστευσαν, οὔτε παρὰ τὰς ὁμολογίας καὶ τοὺς ὅρκους, οὓς ἔδωκας αὐτοῖς, ὅτε τὰς δυνάμεις παρελάμβανες, ἄνευ κοινῆς γνώμης ἰδίᾳ καταλύσασθαι τὴν ἔχθραν βούλομαι·
当他停止说话时,维图里亚等了一小会儿,直到周围站着的人们那响亮且持续良久的赞美声停息下来,才对他说:“但是,我的孩子马尔基乌斯,我既不要求你成为沃尔斯奇人的背叛者——他们在你流亡时接纳了你,在其他方面礼遇你,并把他们自己的统帅权托付给你;也不希望你违反在接受军队时给他们的协议和誓言,在没有共同同意的情况下私自消除敌意。
μηδʼ ὑπολάβῃς τὴν σεαυτοῦ μητέρα τοσαύτης ἀναπεπλῆσθαι θεοβλαβείας, ὥστε τὸν ἀγαπητὸν καὶ μόνον υἱὸν εἰς αἰσχρὰς καὶ §8.48.2ἀνοσίους πράξεις παρακαλεῖν.
你不要以为你自己的母亲cy充满了如此大的迷妄,以至于召唤她心爱的独生子去做出可耻和不敬的行为。
ἀλλὰ μετὰ κοινῆς γνώμης ἀποστῆναί σε ἀξιῶ τοῦ πολέμου, πείσαντα τοὺς Οὐολούσκους μετριάσαι περὶ τὰς διαλλαγὰς καὶ ποιήσασθαι τὴν εἰρήνην ἀμφοτέροις τοῖς ἔθνεσι καλὴν καὶ πρέπουσαν.
相反,我要求你在共同同意下退出战争,说服沃尔斯奇人在和解条款上保持温和,并为两国创造出美好且得体的和平。
τοῦτο δὲ γένοιτʼ ἄν, εἰ νῦν μὲν ἀναστήσας τὴν στρατιὰν ἀπαγάγοις ἐνιαυσίους ποιησάμενος ἀνοχάς, ἐν δὲ τῷ μεταξὺ χρόνῳ πρέσβεις ἀποστέλλων τε καὶ δεχόμενος ἀληθῆ φιλίαν πράττοις καὶ §8.48.3διαλλαγὰς βεβαίας.
而这将会实现,如果你现在能撤走军队,在达成一年的停战协议后将他们带走,并在间隔期间通过派送和接待使节,促成真正的友谊和稳固的和解。
καὶ εὖ ἴσθι· Ῥωμαῖοι μέν, ὅσα μήτε τὸ ἀδύνατον μήτʼ ἄλλη τις ἀδοξία προσπεσοῦσα κωλύσει, πάντα ὑπομενοῦσι πράττειν λόγῳ καὶ παρακλήσει πειθόμενοι, ἀναγκαζόμενοι δʼ, ὥσπερ σὺ νῦν ἀξιοῖς, οὐθὲν ἂν πώποτε χαρίσαιντο ὑμῖν οὔτε μεῖζον οὔτʼ ἔλαττον, ὡς ἐξ ἄλλων τε πολλῶν πάρεστί σοι καταμαθεῖν καὶ τὰ τελευταῖα ἐξ ὧν Λατίνοις συνεχώρησαν ἀποστᾶσιν ἀπὸ τῶν ὅπλων·
而且你应当深知:只要不是不可能,也没有其他不名誉的事情阻碍,罗马人在受到言辞和劝说指引时,会愿意做任何事;但如果被强迫,正如你现在所要求的那样,他们绝不会对你们做出任何哪怕或大或小的让步。 这一点你可以从许多其他事情中看出来,特别是最近他们在拉丁人放下武器后所做出的让步。
Οὐολοῦσκοι δὲ πολὺ τὸ αὔθαδες ἔχουσιν, ὃ συμβαίνει τοῖς μεγάλα εὐτυχήσασιν.
而沃尔斯奇人则抱有极大的傲慢,这常发生在大获成功的人身上。
§8.48.4ἐὰν δὲ διδάσκῃς αὐτούς, ὅτι πᾶσα μὲν εἰρήνη παντός ἐστι πολέμου κρείττων, σύμβασις δὲ φίλων κατὰ τὸν ἑκούσιον γινομένη τρόπον τῶν ὑπʼ ἀνάγκης συγχωρηθέντων βεβαιοτέρα, καὶ ὅτι σωφρόνων ἐστὶν ἀνθρώπων, ὅταν μὲν εὖ πράττειν δοκῶσι, ταμιεύεσθαι τὰς τύχας, ὅταν δʼ εἰς ταπεινὰς καὶ φαύλας ἔλθωσι, μηθὲν ὑπομένειν ἀγεννές· καὶ τἆλλα, ὅσα εἰς ἡμερότητα καὶ ἐπιείκειαν ἐπαγωγὰ παιδεύματα εὕρηται λόγων, οὕς ὑμεῖς οἱ τὰ πολιτικὰ πράττοντες μάλιστʼ ἐπίστασθε, ἴστε ὅτι τοῦ τε αὐχήματος, ἐφʼ οὗ νῦν εἰσιν, ἑκόντες ὑποβήσονται καὶ ποιήσουσιν ἐξουσίαν σοι τοῦ πράττειν, ὅ τι ἂν αὐτοῖς ὑπολαμβάνῃς συνοίσειν.
¦1618 但如果你教导他们,任何和平都好于任何战争,朋友之间自愿达成的契约比在强迫下做出的让步更为稳固,而且,明智之人的本分是在显得顺遂时管理自己的命运,而在陷入低微和困顿之时绝不屈从于任何卑贱之事;以及其他所有引向温和与宽容的、言辞上的说服性教诲——这些是你们从事政治事务的人最为了解的—— 你们应当知道,他们会自愿放下目前所持的自负,并赋予你权力去做任何你认为对他们有益的事。
§8.48.5ἐὰν δʼ ἀντιπράττωσί σοι καὶ τοὺς λόγους μὴ προσδέχωνται ταῖς διὰ σὲ καὶ διὰ τὴν ἡγεμονίαν τὴν σὴν γενομέναις περὶ αὐτοὺς τύχαις ὡς ἀεὶ διαμενούσαις ἐπαιρόμενοι, τῆς στρατηγίας αὐτοῖς ἀφίστασο φανερῶς, καὶ μήτε προδότης γίνου τῶν πεπιστευκότων μήτε πολέμιος τῶν ἀναγκαιοτάτων· ἀσεβὲς γὰρ ἑκάτερον.
但如果他们反对你,不接受你的话,因由于你和你的统帅而降临到他们身上的好运似乎会永远持续而自鸣得意,那就公开辞去他们的将领职务,既不要做信任你的人的背叛者,也不要做最亲近之人的敌人;因为两者都是不敬的。
ταῦτα ἥκω δεομένη σου γενέσθαι μοι παρὰ σοῦ, Μάρκιε τέκνον, οὔτʼ ἀδύναθʼ, ὡς σὺ φῄς, πάσης τʼ ἀδίκου καὶ ἀνοσίου συνειδήσεως καθαρά.
我的孩子马尔基乌斯,我来这里恳求你为我做到这些事,它们既非如你所说的那样不可能,也洗净了所有不公与不敬的内疚。 ”