§8.47.1ἔτι δʼ αὐτῆς λεγούσης ὑπολαβὼν ὁ Μάρκιος εἶπεν·
まだ彼女が話しているうちに、マルキウスは引き取って言った。
ἀδυνάτων δεομένη, μῆτερ, ἐλήλυθας ἀξιοῦσα προδοῦναί με τοῖς ἐκβαλοῦσι τοὺς ὑποδεξαμένους, καὶ τοῖς ἅπαντά με ἀφελομένοις τὰ ἐμαυτοῦ τοὺς χαρισαμένους τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἀγαθῶν·
「母上、あなたは不可能なことを求めて来られました。 私を受け入れてくれた人々を私を追放した人々に裏切り、人間における最大の恩恵を与えてくれた人々を私の全財産を奪い去った人々に裏切ることを要求して。
οἷς ἐγὼ τὴν ἀρχὴν τήνδε παραλαμβάνων θεούς τε καὶ δαίμονας ἐγγυητὰς ἔδωκα, μήτε προδώσειν τὸ κοινὸν αὐτῶν μήτε προκαταλύσεσθαι τὸν πόλεμον, ἐὰν μὴ Οὐολούσκοις ἅπασι δοκῇ.
彼らに対して私は、この指揮権を引き受けるにあたり、神々と精霊たちを保証人として立てて、彼らの共同体を裏切ることも、すべてのウォルスキ人の合意なしに戦争を途中でやめることも決してしないと誓ったのです。
§8.47.2θεούς τε δὴ σεβόμενος, οὓς ὤμοσα, καὶ ἀνθρώπους αἰδούμενος, οἷς τὰς πίστεις ἔδωκα, πολεμήσω Ῥωμαίοις ἄχρι τέλους.
それゆえ、誓いを立てた神々を畏れ、信頼を与えてくれた人々をはばかって、私は最後までローマ人と戦う所存です。
ἐὰν δʼ ἀποδιδῶσι τὴν χώραν Οὐολούσκοις, ἣν κατέχουσιν αὐτῶν βίᾳ, καὶ φίλους αὐτοὺς ποιήσωνται πάντων αὐτοῖς μεταδιδόντες τῶν ἴσων ὥσπερ Λατίνοις, διαλύσομαι τὸν πρὸς αὐτοὺς πόλεμον·
しかし、もし彼らがウォルスキ人に、力ずくで占有しているその土地を返還し、ラティウム人に対するのと同様に、すべての同等の権利を彼らに分け与えて友とするならば、私は彼らとの戦争を終わらせましょう。
ἄλλως δʼ οὔ.
そうでなければ絶対にありません。
§8.47.3ὑμεῖς μὲν οὖν, ὦ γυναῖκες, ἄπιτε καὶ λέγετε τοῖς ἀνδράσι ταῦτα καὶ πείθετε αὐτοὺς μὴ φιλοχωρεῖν τοῖς ἀλλοτρίοις ἀδίκως, ἀλλʼ ἀγαπᾶν, ἐὰν τὰ ἑαυτῶν ἔχειν τις αὐτοὺς ἐᾷ, μηδʼ ὅτι πολέμῳ λαβόντες ἔχουσι τὰ Οὐολούσκων, περιμένειν, ἕως πολέμῳ πάλιν αὐτὰ ὑπὸ τούτων ἀφαιρεθῶσιν.
ですから、婦人たちよ、あなたがたは立ち去り、夫たちにこれらのことを告げて、他人のものに不当にしがみつくことなく、もし誰かが自分たちのものを所有させてくれるならそれで満足するよう、また戦争で奪い取って所有しているウォルスキ人のものを、再び戦争によって彼らに奪い返されるまで待ち続けることのないよう、彼らを説得しなさい。
οὐ γὰρ ἀποχρήσει τοῖς κρατοῦσι τὰ ἑαυτῶν μόνον ἀπολαβεῖν, ἀλλὰ καὶ τὰ τῶν κρατηθέντων ἴδια ἀξιώσουσιν ἔχειν.
勝者にとっては、自分たちのものを取り戻すだけでは十分ではなく、敗者の固有の財産をも所有することを要求するだろうからである。
ἐὰν δὲ περιεχόμενοι τῶν μηθὲν ὐτοῖς προσηκόντων πᾶν ὁτιοῦν πάσχειν ὑπομένωσι φυλάττοντες τὸ αὔθαδες, ἐκείνους αἰτιάσεσθε τῶν καταληψομένων κακῶν, οὐ Μάρκιον οὐδὲ Οὐολούσκους οὐδὲ τῶν ἄλλων ἀνθρώπων οὐδένα.
しかし、もし彼らが自分たちに全く属さないものにしがみつき、傲慢さを維持してあらゆる不運を耐え忍ぶなら、あなたがたは、降りかかるであろう災難の責任を彼らのせいにするべきであり、マルキウスやウォルスキ人、あるいは他の誰のせいにもしてはならない。
§8.47.4σοῦ δέ, ὦ μῆτερ, ἐν μέρει πάλιν υἱὸς ὢν ἐγὼ δέομαι μή με παρακαλεῖν εἰς ἀνοσίους πράξεις καὶ ἀδίκους, μηδὲ μετὰ τῶν ἐχθίστων ἐμοί τε καὶ σεαυτῇ τεταγμένην πολεμίους ἡγεῖσθαι τοὺς ἀναγκαιοτάτους·
しかし母上、今度は私が息子として、不敬で不義な行為へと私を誘わないよう、また私にとってもあなた自身にとっても最も憎むべき者たちの側に身を置いて、最も身近な身内を敵とみなすことのないよう、あなたにお願いいたします。
ἀλλὰ παρʼ ἐμοὶ γενομένην ὥσπερ ἐστὶ δίκαιον πατρίδα τε νέμειν, ἣν ἐγὼ νέμω, καὶ οἶκον, ὃν ἐγὼ κέκτημαι, τιμάς τε καρποῦσθαι τὰς ἐμάς, καὶ δόξης ἀπολαύειν τῆς ἐμῆς, τοὺς αὐτοὺς ἡγουμένην φίλους τε καὶ πολεμίους οὕσπερ ἐγώ· ἀποθέσθαι τʼ ἤδη τὸ πένθος, ὃ διὰ τὰς ἐμὰς ὑπέμεινας, ὦ ταλαίπωρε, φυγάς, καὶ παύσασθαι τιμωρουμένην με τῷ σχήματι τούτῳ.
そうではなく、私の側に来て、当然そうあるべきであるように、私が住む祖国に住み、私が所有する家を所有し、私の名誉を享受し、私の名声を分かち合い、私が友とし敵とするのと同じ人々を友とし敵とみなし、そして、哀れな母上、私の追放のためにあなたが耐え忍んできた喪服を今こそ脱ぎ捨て、その姿で私を苦しめるのをやめてください。
§8.47.5ἐμοὶ γὰρ τὰ μὲν ἄλλα, ὦ μῆτερ, ἀγαθὰ κρείττονα ἐλπίδων καὶ μείζονα εὐχῆς παρὰ θεῶν τε καὶ ἀνθρώπων ἀπήντηται, ἡ δὲ περὶ σοῦ φροντίς, ᾗ τὰς γηροβοσκοὺς οὐκ ἀπέδωκα χάριτας, ἐντετηκυῖα τοῖς σπλάγχνοις πικρὸν ἐποίει καὶ ἀνόνητον ἁπάντων τῶν ἀγαθῶν τὸν βίον.
というのも母上、私にとっては、その他の幸福は希望を超え、祈りを超えるほどに、神々と人々から与えられているのですが、あなたについての心労――私は老後を養う恩返しをあなたにまだしていないのですが――は、私の胸の内に深く染み込んで、人生を苦いものにし、あらゆる幸福を無益なものにしていたのです。
εἰ σὲ σὺν ἐμοὶ τάξεις σεαυτὴν καὶ τῶν ἐμῶν κοινωνεῖν ἐθελήσεις ἁπάντων, οὐθενὸς ἔτι μοι δεήσει τῶν ἀνθρωπίνων ἀγαθῶν.
もしあなたが私と同じ側に身を置き、私のすべてのものを分かち合うことを望んでくださるなら、私はもはや人間のいかなる幸福をも必要としないでしょう。 」