§8.46.1καὶ ἡ Οὐετουρία παραστησαμένη τήν τε· γυναῖκα τοῦ Μαρκίου καὶ τὰ τέκνα καὶ τὰς ἐπιφανεστάτας τῶν ἐν Ῥώμῃ γυναικῶν πρῶτον μὲν ἔκλαιεν εἰς τὴν γῆν ὁρῶσα μέχρι πολλοῦ, καὶ πολὺν ἐκίνησεν ἐκ τῶν παρόντων ἔλεον.
そしてウェトゥリアは、マルキウスの妻と子供たち、それにローマで最も高貴な女たちを自分の傍らに立たせ、最初は長い間、地面を見つめながら泣き続け、立ち会っている者たちの間に大きな同情を呼び起こした。
ἔπειτʼ ἀναλαβοῦσα αὑτὴν ἔλεξεν·
それから、気を取り直して次のように語った。
§8.46.2αἱ γυναῖκες, ὦ Μάρκιε τέκνον, τὰς ὕβρεις ἐνθυμούμεναι καὶ τὰς ἄλλας συμφορὰς τὰς συμβησομένας αὐταῖς, ἐὰν ἡ πόλις ἡμῶν ὑπὸ τοῖς πολεμίοις γένηται, πᾶσαν ἄλλην ἀπογνοῦσαι βοήθειαν, ἐπειδὴ τοῖς ἀνδράσιν αὐτῶν ἀξιοῦσι διαλύσασθαι τὸν πόλεμον αὐθάδεις καὶ σκληρὰς ἔδωκας ἀποκρίσεις, ἄγουσαι τὰ τέκνα καὶ τοῖς πενθίμοις τούτοις ἠμφιεσμέναι τρύχεσι κατέφυγον ἐπʼ ἐμέ, τὴν σὴν μητέρα, καὶ Οὐολουμνίαν, τὴν σὴν γυναῖκα, δεόμεναι, μὴ περιιδεῖν αὐτὰς τὰ μέγιστα τῶν ἐν ἀνθρώποις κακῶν ὑπὸ σοῦ παθούσας·
「我が子マルキウスよ、女たちは、もし私たちの街が敵の支配下に入ったならば、自分たちに降りかかるであろう侮辱やその他の災難を心に留め、他のあらゆる救済を諦めて、お前が(和平を)求める彼らの夫たちに対して傲慢で冷酷な返答を与えたために、自分たちの子供たちを連れ、これらの喪服の襤褸を身にまとって、お前の母である私とお前の妻であるウォルムニアのもとに逃れてきた。 そして、人間にとって最大の苦難をお前によって被るのを、私たちが黙って見過ごさないよう求めたのだ。
οὐθὲν μὲν οὔτε μεῖζον οὔτʼ ἔλαττον εἰς ἡμᾶς ἐξαμαρτοῦσαι, πολλὴν δὲ καί, ὅτʼ εὐτυχοῦμεν, εὔνοιαν ἔτι παρασχόμεναι, καί, ὅτʼ ἐπταίσαμεν, συμπάθειαν.
彼女たちは、私たちに対して大なり小なりいかなる過ちも犯していないばかりか、私たちが恵まれていた時にはなおも多くの好意を、また私たちが逆境にあった時には同情を示してくれたのである。
§8.46.3ἔχομεν γὰρ αὐταῖς μαρτυρεῖν, ἐξ οὗ σὺ ἀπῆρας ἐκ τῆς πατρίδος, ἡμεῖς δʼ ἔρημοι καὶ τὸ μηθὲν ἔτι οὖσαι κατελειπόμεθα, συνεχῶς τε παραγινομέναις πρὸς ἡμᾶς καὶ παραμυθουμέναις τὰς συμφορὰς ἡμῶν καὶ συναλγούσαις.
実際、お前が祖国を去り、私たちが孤独となって、もはや無に等しい存在として取り残されて以来、彼女たちが絶えず私たちのところへやって来ては、私たちの不運を慰め、ともに悲しんでくれたことを、私たちは彼女たちのために証言できる。
τούτων δὴ λαμβάνουσαι μνήμην ἐγώ τε καὶ ἡ σὴ γυνὴ συνοικουροῦσα μετʼ ἐμοῦ τὰς ἱκεσίας αὐτῶν οὐκ ἀπεστράφημεν, ἀλλʼ ὑπεμείναμεν, ὡς ἠξίουν ἡμᾶς ἐλθεῖν ἐπὶ σὲ καὶ τὰς ὑπὲρ τῆς πατρίδος ποιήσασθαι δεήσεις.
これらのことを心に留め、私と、私とともに家を守っているお前の妻は、彼女たちの哀願を拒絶せず、彼女たちが望んだ通り、お前のもとへと赴き、祖国のために懇願を行うことを引き受けたのだ。 」