§8.47.1ἔτι δʼ αὐτῆς λεγούσης ὑπολαβὼν ὁ Μάρκιος εἶπεν· ἀδυνάτων δεομένη, μῆτερ, ἐλήλυθας ἀξιοῦσα προδοῦναί με τοῖς ἐκβαλοῦσι τοὺς ὑποδεξαμένους, καὶ τοῖς ἅπαντά με ἀφελομένοις τὰ ἐμαυτοῦ τοὺς χαρισαμένους τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἀγαθῶν·
在她还在说话时,马尔基乌斯打断道:“母亲,你来此是请求不可能的事,要求我把接纳我的人背叛给驱逐我的人,把给予我人间最大恩惠的人背叛给夺走我一切财产的人。
οἷς ἐγὼ τὴν ἀρχὴν τήνδε παραλαμβάνων θεούς τε καὶ δαίμονας ἐγγυητὰς ἔδωκα, μήτε προδώσειν τὸ κοινὸν αὐτῶν μήτε προκαταλύσεσθαι τὸν πόλεμον, ἐὰν μὴ Οὐολούσκοις ἅπασι δοκῇ.
在接受这一统帅权时,我曾向他们以神明和神灵为保证人发誓,既不背叛他们的共同体,也不提前结束战争,除非得到全体沃尔斯奇人的同意。
§8.47.2θεούς τε δὴ σεβόμενος, οὓς ὤμοσα, καὶ ἀνθρώπους αἰδούμενος, οἷς τὰς πίστεις ἔδωκα, πολεμήσω Ῥωμαίοις ἄχρι τέλους.
因此,我既敬畏我曾发誓的神明,又尊重我曾给予誓言的人们,我将与罗马人战斗到底。
ἐὰν δʼ ἀποδιδῶσι τὴν χώραν Οὐολούσκοις, ἣν κατέχουσιν αὐτῶν βίᾳ, καὶ φίλους αὐτοὺς ποιήσωνται πάντων αὐτοῖς μεταδιδόντες τῶν ἴσων ὥσπερ Λατίνοις, διαλύσομαι τὸν πρὸς αὐτοὺς πόλεμον· ἄλλως δʼ οὔ.
但如果他们将用武力占领的土地归还给沃尔斯奇人,并与他们结为朋友,像对待拉丁人一样与他们分享所有同等的权利,我就会结束与他们的战争;否则绝不。
§8.47.3ὑμεῖς μὲν οὖν, ὦ γυναῖκες, ἄπιτε καὶ λέγετε τοῖς ἀνδράσι ταῦτα καὶ πείθετε αὐτοὺς μὴ φιλοχωρεῖν τοῖς ἀλλοτρίοις ἀδίκως, ἀλλʼ ἀγαπᾶν, ἐὰν τὰ ἑαυτῶν ἔχειν τις αὐτοὺς ἐᾷ, μηδʼ ὅτι πολέμῳ λαβόντες ἔχουσι τὰ Οὐολούσκων, περιμένειν, ἕως πολέμῳ πάλιν αὐτὰ ὑπὸ τούτων ἀφαιρεθῶσιν.
因此,妇女们,你们回去把这些话告诉你们的丈夫,劝说他们不要不公地执着于他人的东西,而是满足于别人允许他们保留自己的东西,也不要因为战争中夺得了沃尔斯奇人的财产,就一直等待,直到这些财产再次在战争中被他们夺走。
οὐ γὰρ ἀποχρήσει τοῖς κρατοῦσι τὰ ἑαυτῶν μόνον ἀπολαβεῖν, ἀλλὰ καὶ τὰ τῶν κρατηθέντων ἴδια ἀξιώσουσιν ἔχειν.
因为对于胜利者来说,仅收回自己的东西是不够的,他们还会要求拥有被征服者的私有财产。
ἐὰν δὲ περιεχόμενοι τῶν μηθὲν ὐτοῖς προσηκόντων πᾶν ὁτιοῦν πάσχειν ὑπομένωσι φυλάττοντες τὸ αὔθαδες, ἐκείνους αἰτιάσεσθε τῶν καταληψομένων κακῶν, οὐ Μάρκιον οὐδὲ Οὐολούσκους οὐδὲ τῶν ἄλλων ἀνθρώπων οὐδένα.
但如果他们执着于绝不属于他们的东西,为了维持他们的傲慢而忍受任何痛苦,那么你们应当谴责他们造成了将要降临的灾难,而不是马尔基乌斯,也不是沃尔斯奇人,更不是人类中的任何其他人。
§8.47.4σοῦ δέ, ὦ μῆτερ, ἐν μέρει πάλιν υἱὸς ὢν ἐγὼ δέομαι μή με παρακαλεῖν εἰς ἀνοσίους πράξεις καὶ ἀδίκους, μηδὲ μετὰ τῶν ἐχθίστων ἐμοί τε καὶ σεαυτῇ τεταγμένην πολεμίους ἡγεῖσθαι τοὺς ἀναγκαιοτάτους· ἀλλὰ παρʼ ἐμοὶ γενομένην ὥσπερ ἐστὶ δίκαιον πατρίδα τε νέμειν, ἣν ἐγὼ νέμω, καὶ οἶκον, ὃν ἐγὼ κέκτημαι, τιμάς τε καρποῦσθαι τὰς ἐμάς, καὶ δόξης ἀπολαύειν τῆς ἐμῆς, τοὺς αὐτοὺς ἡγουμένην φίλους τε καὶ πολεμίους οὕσπερ ἐγώ· ἀποθέσθαι τʼ ἤδη τὸ πένθος, ὃ διὰ τὰς ἐμὰς ὑπέμεινας, ὦ ταλαίπωρε, φυγάς, καὶ παύσασθαι τιμωρουμένην με τῷ σχήματι τούτῳ.
至于你,母亲,轮到我作为儿子向你恳求,不要召唤我去做不敬和不义的事,也不要站在对我、也对你自己最可憎的人一边,把最亲近的人视为敌人;而是来到我身边,如同理所当然的那样,居住在我所居住的祖国,拥有我所拥有的家园,享受我的荣誉,分享我的名望,将我所视为朋友和敌人的人同样视为朋友和敌人;并且现在就脱下你因我流放而承受的丧服,可怜的母亲,不要再用这种装束来惩罚我了。
§8.47.5ἐμοὶ γὰρ τὰ μὲν ἄλλα, ὦ μῆτερ, ἀγαθὰ κρείττονα ἐλπίδων καὶ μείζονα εὐχῆς παρὰ θεῶν τε καὶ ἀνθρώπων ἀπήντηται, ἡ δὲ περὶ σοῦ φροντίς, ᾗ τὰς γηροβοσκοὺς οὐκ ἀπέδωκα χάριτας, ἐντετηκυῖα τοῖς σπλάγχνοις πικρὸν ἐποίει καὶ ἀνόνητον ἁπάντων τῶν ἀγαθῶν τὸν βίον.
因为对我而言,母亲,其他福分已由神明和人类给予我,超出了我的希望,也大于我的祈求;但对你的担忧——我还没能向你报答养育之恩——深深溶入我的内心,使我的生活变得苦涩,使我所有的福分都变得毫无益处。
εἰ σὲ σὺν ἐμοὶ τάξεις σεαυτὴν καὶ τῶν ἐμῶν κοινωνεῖν ἐθελήσεις ἁπάντων, οὐθενὸς ἔτι μοι δεήσει τῶν ἀνθρωπίνων ἀγαθῶν.
如果你愿意与我站在一起,愿意分享我的一切,我将不再需要任何人类的福分。 ”