Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.46.1-8.46.3

母亲维图里娅陈述罗马妇女求助的缘由

第 624 段,共 962 段 · 希腊语

内容简介

母亲维图里娅在与随行的妇女们一同落泪后,向马尔基乌斯叙述了罗马妇女们因求和遭拒而向自己求助的经过,并强调了她们平日里对己方的善意与支持。

§8.46.1καὶ ἡ Οὐετουρία παραστησαμένη τήν τε· γυναῖκα τοῦ Μαρκίου καὶ τὰ τέκνα καὶ τὰς ἐπιφανεστάτας τῶν ἐν Ῥώμῃ γυναικῶν πρῶτον μὲν ἔκλαιεν εἰς τὴν γῆν ὁρῶσα μέχρι πολλοῦ, καὶ πολὺν ἐκίνησεν ἐκ τῶν παρόντων ἔλεον.
维图里娅让马尔基乌斯的妻子和孩子,以及罗马最显贵的妇女们站在自己身旁,起初她长久地望着地面哭泣,激起了在场众人的极大同情。
ἔπειτʼ ἀναλαβοῦσα αὑτὴν ἔλεξεν· §8.46.2αἱ γυναῖκες, ὦ Μάρκιε τέκνον, τὰς ὕβρεις ἐνθυμούμεναι καὶ τὰς ἄλλας συμφορὰς τὰς συμβησομένας αὐταῖς, ἐὰν ἡ πόλις ἡμῶν ὑπὸ τοῖς πολεμίοις γένηται, πᾶσαν ἄλλην ἀπογνοῦσαι βοήθειαν, ἐπειδὴ τοῖς ἀνδράσιν αὐτῶν ἀξιοῦσι διαλύσασθαι τὸν πόλεμον αὐθάδεις καὶ σκληρὰς ἔδωκας ἀποκρίσεις, ἄγουσαι τὰ τέκνα καὶ τοῖς πενθίμοις τούτοις ἠμφιεσμέναι τρύχεσι κατέφυγον ἐπʼ ἐμέ, τὴν σὴν μητέρα, καὶ Οὐολουμνίαν, τὴν σὴν γυναῖκα, δεόμεναι, μὴ περιιδεῖν αὐτὰς τὰ μέγιστα τῶν ἐν ἀνθρώποις κακῶν ὑπὸ σοῦ παθούσας·
随后,她克制住自己的情绪,开口说道: “我的孩子马尔基乌斯啊,妇女们想到如果我们的城市落入敌手,她们将要遭受的凌辱和其余灾难,便对所有其他的援助感到绝望。 由于她们的丈夫们请求结束战争时,你给予了傲慢而冷酷的回答,因此她们带着孩子,身穿这些丧服的破衣烂衫,逃到作为你母亲的我以及作为你妻子的沃尔姆尼娅这里求助,哀求我们不要坐视她们因你而遭受人间最大的苦难。
οὐθὲν μὲν οὔτε μεῖζον οὔτʼ ἔλαττον εἰς ἡμᾶς ἐξαμαρτοῦσαι, πολλὴν δὲ καί, ὅτʼ εὐτυχοῦμεν, εὔνοιαν ἔτι παρασχόμεναι, καί, ὅτʼ ἐπταίσαμεν, συμπάθειαν.
她们对我们未曾犯下过任何或大或小的过错,反而是在我们顺遂时仍向我们展示了极大的好意,在我们遭遇挫折时向我们表示了同情。
§8.46.3ἔχομεν γὰρ αὐταῖς μαρτυρεῖν, ἐξ οὗ σὺ ἀπῆρας ἐκ τῆς πατρίδος, ἡμεῖς δʼ ἔρημοι καὶ τὸ μηθὲν ἔτι οὖσαι κατελειπόμεθα, συνεχῶς τε παραγινομέναις πρὸς ἡμᾶς καὶ παραμυθουμέναις τὰς συμφορὰς ἡμῶν καὶ συναλγούσαις.
因为我们可以为她们作证,自你离开祖国、我们被抛下而变得孤独且形同虚无以来,她们便不断地来到我们身边,抚慰我们的不幸并与我们同感悲伤。
τούτων δὴ λαμβάνουσαι μνήμην ἐγώ τε καὶ ἡ σὴ γυνὴ συνοικουροῦσα μετʼ ἐμοῦ τὰς ἱκεσίας αὐτῶν οὐκ ἀπεστράφημεν, ἀλλʼ ὑπεμείναμεν, ὡς ἠξίουν ἡμᾶς ἐλθεῖν ἐπὶ σὲ καὶ τὰς ὑπὲρ τῆς πατρίδος ποιήσασθαι δεήσεις.
记着这些恩惠,我和与我一同守家的你的妻子没有拒绝她们的恳求,而是答应了她们的请求,来到你面前为祖国进行哀求。 ”

词汇与语法注释

  1. 8.46.2μὴ περιιδεῖν αὐτὰς ... παθούσας — 动词 περιοράω(默许、坐视)带宾格(此处为 αὐτάς)和分词(此处为 παθούσας),表示“坐视某人遭受/做某事”。此处与否定词 μὴ 连用,并隶属于分词 δεόμεναι(哀求),整句意为“哀求(我们)不要坐视她们(因你而遭受人间最大的苦难)”。
  2. 8.46.3ἔχομεν γὰρ αὐταῖς μαρτυρεῖν ... παραγινομέναις — 此处为 ἔχω 搭配不定式(意为“能够……”)的结构。与格人称代词 αὐταῖς(为她们/关于她们)与后面的一系列与格复数现在分词(παραγινομέναις, παραμυθουμέναις, συναλγούσαις)相一致,用以说明“我们能够为她们作证,证明她们(不断来到我们身边、抚慰并同感悲伤)”的事实。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.46.1-8.46.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.46.1-8.46.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。