Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §8.45.1-8.45.3

母との再会と法廷の場を設けるマルキウス

623 / 962 箇所 · ギリシア語

要旨

マルキウスは陣営を訪れた母ウェトゥリアと涙ながらに再会し、妻の忠節を称え、さらに母の要望に従って裁判の席を設け、その演壇から椅子を下ろして謙虚に母の訴えを聞く準備を整える。

§8.45.1ἐπεὶ δὲ σύνεγγυς ἀλλήλων ἐγένοντο, πρώτη μὲν αὐτῷ δεξιωσομένη προσῆλθεν ἡ μήτηρ πένθιμά τʼ ἠμφιεσμένη τρύχη καὶ τὰς ὁράσεις ἐκτετηκυῖα ὑπὸ τῶν δακρύων, ἐλεεινὴ σφόδρα.
彼らが互いに近づいたとき、最初に、喪服の襤褸を身にまとし、涙で視力を衰えさせた、きわめて憐れむべき姿の母親が、彼に挨拶を交わそうと近づいてきた。
ἣν ὁ Μάρκιος ἰδὼν ἄτεγκτος τέως καὶ στερρός, οἷος ἅπασι τοῖς ἀνιαροῖς ἀντέχειν, οὐθὲν ἔτι τῶν λελογισμένων φυλάττειν ἱκανὸς ἦν, ἀλλʼ ᾤχετο φερόμενος ὑπὸ τῶν παθῶν ἐπὶ τὸ ἀνθρώπινον, καὶ περιβαλὼν αὐτὴν ἠσπάζετο καὶ ταῖς ἡδίσταις φωναῖς ἀνεκάλει καὶ μέχρι πολλοῦ κλαίων τε καὶ περιέπων κατεῖχεν ἐκλελυμένην καὶ ῥέουσαν ἐπὶ τὴν γῆν.
それまで涙を流さず頑なで、あらゆる苦痛に耐えうるほどであったマルキウスは、彼女を見ると、もはや理性を保つことができず、感情に押し流されて人間らしい情愛へと一挙に引きずり込まれた。 そして彼女を抱きしめて挨拶し、最も愛おしい言葉で呼びかけ、長い間泣きながら介抱し、気が遠くなって地面に崩れ落ちようとする彼女を支え続けた。
ὡς δὲ τῶν ἀσπασμῶν τῆς μητρὸς ἅλις εἶχε, τὴν γυναῖκα προσελθοῦσαν δεξιωσάμενος ἅμα τοῖς τέκνοις εἶπεν·
母親との抱擁が十分に満たされると、彼は近づいてきた妻を子供たちとともに迎え、次のように言った。
§8.45.2ἀγαθῆς γυναικὸς ἔργον ἐποίησας, ὦ Οὐολουμνία, μείνασα παρὰ τῇ μητρί μου καὶ οὐκ ἐγκαταλιποῦσα τὴν ἐρημίαν αὐτῆς ἔμοιγε πασῶν ἡδίστην κεχάρισαι δωρεάν.
「ウォルムニアよ、お前は私の母のもとに留まり、彼女の孤独を見捨てなかったことで、優れた妻としての務めを果たしてくれた。 私に対して、あらゆるもののうちで最も喜ばしい贈り物を授けてくれたのだ。
μετὰ ταῦτα τῶν παιδίων ἑκάτερον προσαγόμενος καὶ τοὺς προσήκοντας ἀσπασμοὺς ἀποδούς, ἐπέστρεψεν αὖθις πρὸς τὴν μητέρα καὶ λέγειν ἐκέλευσε, τίνος δεομένη πάρεστιν.
」この後、二人の子供それぞれを抱き寄せ、ふさわしい抱擁を交わした上で、彼は再び母親の方に向き直り、何を求めてここにやって来たのかを語るよう求めた。
ἡ δὲ πάντων ἀκουόντων ἔφησεν ἐρεῖν, οὐθενὸς γὰρ ἀνοσίου δεήσεσθαι, παρεκάλει τʼ αὐτόν, ἐν ᾧ καθεζόμενος εἰώθει χωρίῳ §8.45.3δικάζειν τοῖς ὄχλοις, ἐν τούτῳ καθίσαι.
すると彼女は、不義なことは何一つ求めるつもりはないから、誰もが聞いている前で語ると言い、彼がいつも腰掛けて群衆に対して裁判を執り行っていたその場所に腰掛けるよう促した。
καὶ ὁ Μάρκιος ἀσμένως τὸ ῥηθὲν ἐδέξατο ὡς δὴ περιουσίᾳ τε πολλῇ τῶν δικαίων πρὸς τὴν ἔντευξιν αὐτῆς χρησόμενος καὶ ἐν καλῷ ποιούμενος τοῖς ὄχλοις τὴν ἀπόκρισιν.
そしてマルキウスは、彼女の懇願に対して自分には十分すぎるほどの正当性があると考え、また群衆に対して返答を示すのによい機会であるとして、その言葉を快く受け入れた。
ἐλθὼν δʼ ἐπὶ τὸ στρατηγικὸν βῆμα πρῶτον μὲν ἐκέλευσε τοῖς ὑπηρέταις καθελεῖν ἀπʼ αὐτοῦ τὸν δίφρον καὶ θεῖναι χαμαί, μητρὸς ὑψηλότερον οὐκ οἰόμενος δεῖν τόπον ἔχειν, οὐδʼ ἐξουσίᾳ χρῆσθαι κατʼ ἐκείνης οὐδεμιᾷ·
将軍用の演壇に行くと、彼はまず、母親よりも高い場所に席を置くべきではないと考え、また彼女に対してはいかなる権威も振るうべきではないと考えて、演壇から椅子を下ろして地面に置くよう従者たちに命じた。
ἔπειτα παρακαθισάμενος τοὺς ἐπιφανεστάτους τῶν θʼ ἡγεμόνων καὶ λοχαγῶν, καὶ τῶν ἄλλων ἐάσας παρεῖναι τὸν βουλόμενον, ἐκέλευσε τὴν μητέρα λέγειν.
次いで、将軍たちや百人隊長たちのうちで最も著名な者たちを傍らに座らせ、他の者たちには望む者が誰でも立ち会うことを許した上で、母親に語り始めるよう命じた。

語釈・文法注

  1. 1610ᾤχετο φερόμενος — 動詞 οἴχομαι (去る)と現在分詞 φερόμενος (運ばれる)の組み合わせ。動作の急激な変化や、ある状態への完全な移行を強調する慣用的な表現であり、「一挙に流されてしまった」というマルキウスの急激な感情の屈服を示している。
  2. 1610τὰς ὁράσεις ἐκτετηκυῖα — ἐκτήκω (溶かし去る)の完了能動分詞女性単数主格(主語 ἡ μήτηρ に係り、中動相的に働く)と、関係の対格である τὰς ὁράσεις (視力、両眼の視覚)の組み合わせ。「涙によって視力をすっかり失いかけている」あるいは「目を激しく腫らしている」状態を描写している。
  3. 1611ὡς δὴ περιουσίᾳ τε πολλῇ τῶν δικαίων πρὸς τὴν ἔντευξιν αὐτῆς χρησόμενος — ὡς +未来分詞 χρησόμενος は、主句の主語マルキウスの内面的な意図や理由を提示する。名詞 περιουσίᾳ (過剰、潤沢)は、属格の τῶν δικαίων (正しいこと、正当性)を伴って「十分すぎるほどの正当な根拠」を意味し、母の懇願に対して自分の方に法的な正当性があるという自信を示している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §8.45.1-8.45.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.45.1-8.45.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。