Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §8.41.1-8.41.6

マルキウスの頑なさを語るウェトゥリアの返答

619 / 962 箇所 · ギリシア語

要旨

ウェトゥリアは、マルキウスが流放された日に家族全員を冷酷に拒絶した過去を語り、彼の頑なな心に対して女性たちの懇願が通じる見込みは極めて低いと述べる。

§8.41.1ἡ μὲν δὴ ταῦτʼ εἰποῦσα καὶ πολλὰ προεμένη δάκρυα ἐσίγησεν·
彼女(ウァレリア)はこのように語り、多くの涙を流した後に沈黙した。
ὀδυρομένων δὲ καὶ τῶν ἄλλων γυναικῶν καὶ πολλὰς δεήσεις ποιουμένων μικρὸν ἐπισχοῦσα ἡ Οὐετουρία καὶ δακρύσασα εἶπεν·
他の女性たちも嘆き悲しみ、多くの懇願を重ねる中、ウェトゥリアはしばらく間を置き、涙を流して言った。
εἰς ἀσθενῆ καὶ λεπτὴν ἐλπίδα καταπεφεύγατε, ὦ Οὐαλερία, τὴν ἐξ ἡμῶν τῶν ἀθλίων γυναικῶν βοήθειαν, αἷς ἡ μὲν εὔνοια ἡ πρὸς τὴν πατρίδα πάρεστι καὶ τὸ θέλειν σώζεσθαι τοὺς πολίτας, οἷοί ποτέ εἰσιν, ἡ δʼ ἰσχὺς καὶ §8.41.2τὸ δύνασθαι ποιεῖν ἃ θέλομεν ἄπεστιν.
「おおウァレリアよ、あなた方は、私たち哀れな女性たちからの援助という、弱くか細い希望に逃れてこられたのです。 私たちには、祖国への善意や、市民たちがどのような者であれ救われてほしいという願いはありますが、力や、望むことを行う能力は欠けているのです。
ἀπέστραπται γὰρ ἡμᾶς, ὦ Οὐαλερία, Μάρκιος, ἐξ οὗ τὴν πικρὰν ἐκείνην ὁ δῆμος αὐτοῦ κατέγνω δίκην, καὶ μεμίσηκε τὴν οἰκίαν ὅλην ἅμα τῇ πατρίδι·
というのも、おおウァレリアよ、民衆が彼にあの過酷な判決を下して以来、マルキウスは私たちから背を向けてしまい、祖国とともに家全体を憎み嫌っているからです。
τοῦτο δʼ ὑμῖν οὐ παρʼ ἄλλου τινός, ἀλλὰ παρʼ αὐτοῦ Μαρκίου μαθοῦσαι λέγειν ἔχομεν.
このことは、他の誰からでもなく、マルキウス自身から聞き知ったこととして、私たちはあなた方に語ることができるのです。
ὅτε γὰρ ἁλοὺς τὴν δίκην ἦλθεν εἰς τὴν οἰκίαν προπεμπόμενος ὑπὸ τῶν ἑταίρων, καταλαβὼν ἡμᾶς καθημένας ἐν πενθίμοις τρύχεσι, ταπεινάς, κρατούσας ἐν τοῖς γόνασι τὰ τέκνα αὐτοῦ στενούσας τε οἷα εἰκὸς καὶ ἀνακλαιομένας τὴν καθέξουσαν ἡμᾶς τύχην στερομένας ἐκείνου, στὰς μικρὸν ἄπωθεν ἡμῶν ἄδακρυς ὥσπερ λίθος καὶ ἀτενής·
実際、裁判に敗れた彼が、友人たちに見送られて家に戻ってきたとき、私たちが喪服を身にまとい、打ちひしがれ、彼の子供たちを膝に抱き、当然のことながら嘆き悲しみ、彼を失って私たちを襲うであろう運命を泣き叫んでいるのを目にしながら、彼は私たちの少し離れたところに、石のように涙一つ見せず、凝視したまま立っていたのです。
§8.41.3οἴχεται, φησίν, ὑμῖν Μάρκιος, ὦ μῆτερ ἅμα καὶ σύ, ὦ Οὐολουμνία, κρατίστη γυναικῶν, ἐξελασθεὶς ὑπὸ τῶν πολιτῶν, ὅτι γενναῖος ἦν καὶ φιλόπολις καὶ πολλοὺς ὑπέμεινεν ὑπὲρ τῆς πατρίδος ἀγῶνας.
そして彼は言いました。 『母上、そして女性の中で最も優れた人よ、おおウォルムニア、あなた方にとって、マルキウスはもう去ってしまった。 市民たちによって追放されたのだ。 彼が気高く、愛国心に富み、祖国のために多くの戦いを耐え抜いたがゆえに。
ἀλλʼ ὡς πρέπει γυναιξὶν ἀγαθαῖς, οὕτω φέρετε τὰς συμφορὰς μηδὲν ἄσχημον ποιοῦσαι μηδὲ ἀγεννές, καὶ τὰ παιδία ταῦτα παραμύθια τῆς ἐμῆς ἐρημίας ἔχουσαι τρέφετε ἀξίως ὑμῶν τε καὶ τοῦ γένους·
しかし、良き女性にふさわしいように、見苦しいことや卑しいことを一切せず、そのように災いを受け入れなさい。 接着、これらの子供たちを、私がいない寂しさの慰めとして、あなた方自身と一族にふさわしく育てなさい。
οἷς θεοὶ δοῖεν εἰς ἄνδρας ἐλθοῦσι τύχην μὲν κρείττονα τοῦ πατρός, ἀρετὴν δὲ μὴ χείρονα·
彼らが成人したとき、神々が父よりも優れた運命を、しかし父に劣らぬ徳を授けてくださるように。
καὶ χαίρετε.
そして、さらば。
ἀπέρχομαι γὰρ ἤδη καταλιπὼν τὴν οὐκέτι χωροῦσαν ἄνδρας ἀγαθοὺς πόλιν.
私は、もはや優れた人々を受け入れる余地のない市を後にし、今まさに立ち去るのだから。
καὶ ὑμεῖς, ὦ θεοὶ κτήσιοι καὶ ἑστία πατρῴα καὶ δαίμονες οἱ κατέχοντες τοῦτον τὸν τόπον, χαίρετε.
そして、守護神たる神々よ、祖先の竈よ、この地を司る精霊たちよ、さらば。
§8.41.4ὡς δὲ ταῦτʼ εἶπεν, ἡμεῖς μὲν αἱ δυστυχεῖς ἃς τὸ πάθος ἀπῄτει φωνὰς ἀναβοῶσαι καὶ παίουσαι τὰ στήθη περιεχύθημεν αὐτῷ τοὺς ἐσχάτους ἀσπασμοὺς κομιούμεναι·
』彼がこのように言うと、不運な私たちは、悲嘆が求める限りの声を上げて泣き叫び、胸を叩き、最後の抱擁を受けようと彼にすがりつきました。
τῶν δὲ παιδίων τούτων ἐγὼ μὲν τὸ πρεσβύτερον ἦγον, ἡ δὲ μήτηρ τὸ νεώτερον εἶχεν ἐπὶ τῆς ἀγκάλης·
これら子供たちのうち、私は上の子を連れ、母親は下の子を腕に抱いていました。
ὁ δʼ ἀποστραφεὶς καὶ παρωσάμενος ἡμᾶς εἶπεν·
しかし、彼は背を向け、私たちを押し退けて言いました。
οὔτε σὸς υἱὸς ἔτι, μῆτερ, ἔσται τὸν ἀπὸ τοῦδε χρόνον Μάρκιος, ἀλλʼ ἀφῄρηταί σε τὸν γηροβοσκὸν ἡ πατρίς, οὔτε σὸς ἀνὴρ ἀπὸ ταύτης, ὦ Οὐολουμνία, τῆς ἡμέρας, ἀλλʼ εὐτυχοίης ἕτερον ἄνδρα λαβοῦσα εὐδαιμονέστερον ἐμοῦ, οὔθʼ ὑμῶν, ὦ τέκνα φίλτατα, πατήρ, ἀλλʼ ὀρφανοὶ καὶ ἔρημοι παρὰ §8.41.5ταύταις, ἕως εἰς ἄνδρας ἔλθητε, τραφήσεσθε.
『母上、これからのち、マルキウスはもうあなたの息子ではない。 祖国が、あなたの老後を養う者をあなたから奪い去ったのだ。 おおウォルムニアよ、この日よりのち、彼はもうあなたの夫ではない。 私よりも幸運で、より幸福な夫を他に得て、幸せになるがよい。 そして最愛の子供たちよ、お前たちの父親でもない。 お前たちは、成人するまで、この女性たちのそばで孤児として、身寄りのない者として育てられるのだ。
ταῦτʼ εἰπὼν ἄλλʼ οὐθὲν οὔτε διοικησάμενος οὔτʼ ἐπιστείλας οὔθʼ ὅποι πορεύεται φράσας ἀπῆλθεν ἐκ τῆς οἰκίας μόνος, ὦ γυναῖκες, ἄδουλος, ἄπορος, οὐδὲ τὴν ἐφήμερον ὁ δύστηνος ἐκ τῶν ἑαυτοῦ χρημάτων τροφὴν ἐπαγόμενος.
』こう語ると、他には何の指示も段取りもせず、どこへ行くかも告げず、彼は一人で家を出て行きました。 おお、女性たちよ、召使も連れず、手段もなく、あわれにも自らの財産から日々の糧さえ携えずに。
καὶ τέταρτον ἐνιαυτὸν ἤδη τοῦτον, ἐξ οὗ φεύγει τὴν πατρίδα, πάντας ἡμᾶς ἀλλοτρίους ἑαυτοῦ νενόμικεν, οὐ γράφων οὐθέν, οὐκ ἐπιστέλλων, οὐ §8.41.6τὰ περὶ ἡμᾶς εἰδέναι βουλόμενος.
そして、彼が祖国から亡命して以来、すでに四年目となる今年まで、彼は私たち全員を赤の他人とみなしてきました。 手紙一本よこさず、便りもくれず、私たちの様子を知ろうともしません。
πρὸς δὴ τοιαύτην ψυχὴν οὕτω σκληρὰν καὶ ἄτρωτον, ὦ Οὐαλερία, τίνα ἰσχὺν ἕξουσιν αἱ παρʼ ἡμῶν δεήσεις, αἷς οὔτʼ ἀσπασμῶν μετέδωκεν οὔτε φιλημάτων οὔτʼ ἄλλης φιλοφροσύνης οὐδεμιᾶς τὴν τελευταίαν πορευόμενος ἐκ τῆς οἰκίας ὁδόν;
このような、これほどまでに頑なで、傷つくことのない魂に対して、おおウァレリアよ、私たちの懇願が何の力を持つというのでしょう。 家から最後の旅路に出る際にも、彼は私たちに抱擁も口づけも、その他いかなる親愛の情も示さなかったのですから。 」

語釈・文法注

  1. 8.41.1τὴν ἐξ ἡμῶν τῶν ἀθλίων γυναικῶν βοήθειαν — 前行する名詞句 `εἰς ἀσθενῆ καὶ λεπτὴν ἐλπίδα` にかかる同格表現。女性たちの懇願(希望)の具体的な内容を言い換えて説明している。
  2. 8.41.2ἀπέστραπται γὰρ ἡμᾶς — 動詞 `ἀποστρέφω`(背を向ける)の完了受動態 `ἀπέστραπται` が中動相的な意味(「自ら背を向ける」)で直接目的語としての対格 `ἡμᾶς` を取っている形。
  3. 8.41.2λέγειν ἔχομεν — 動詞 `ἔχω` + 不定詞(`λέγειν`)の構文で、「語ることができる」という可能の意味を表す。
  4. 8.41.4τῶν δὲ παιδίων τούτων — 部分属格。後続する文の主語・目的語である `τὸ πρεσβύτερον`(上の子)および `τὸ νεώτερον`(下の子)をあらかじめ総称・限定する役割を果たしている。
  5. 8.41.5τέταρτον ἐνιαυτὸν ἤδη τοῦτον — 時の経過を表す対格表現(「これがすでに4年目である」)。指示代名詞 `τοῦτον` が同格的に添えられ、時の長さや強調を表す役割を持っている。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §8.41.1-8.41.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.41.1-8.41.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。