§8.37.1ταῦτα ψηφισαμένης τῆς βουλῆς καὶ πρεσβευτὰς ἑτέρους ἑλομένης δέκα ἄνδρας ἐκ τῶν ὑπατικῶν τοὺς ἀξιώσοντας τὸν ἄνδρα μηθὲν ἐκφέρειν ἐπίταγμα βαρὺ μηδʼ ἀνάξιον τῆς πόλεως, ἀλλὰ καταλύσαντα τὴν ἔχθραν καὶ ἀναστήσαντα τὴν δύναμιν ἐκ τῆς χώρας πειθοῖ καὶ διὰ λόγων συμβατηρίων ταῦτα πειρᾶσθαι πράττειν, εἰ βούλεται βεβαίους τε καὶ εἰς ἀεὶ διαμενούσας ποιήσασθαι τὰς ὁμολογίας τῶν πόλεων, ὡς τῶν γε ὑπʼ ἀνάγκης τινὸς ἢ καιροῦ συγχωρουμένων καὶ ἰδιώταις καὶ πόλεσιν ἅμα τῷ μεταπεσεῖν τοὺς καιροὺς ἢ τὰς ἀνάγκας εὐθὺς διαλυομένων·
元老院がこれらを議決し、執政官経験者の中から十名の男たちを新たな使節として選出した。 彼らは、あの男に対して、過酷で国家にふさわしくない要求を一切突きつけないこと、むしろ、敵意を解消してその軍勢を領土から撤退させたうえで、もし彼が諸都市との合意を確固たるものにし永遠に維持させたいと望むのであれば、説得と和解の対話を通じてこれらのことを実現するよう努めるべきだと求めるための使節であった。 それは、個人であれ国家であれ、何らかの強制や状況のもとで譲歩した事柄は、状況や強制が変化すると同時に、直ちに解消されるものであるという理由からであった。
οἱ μὲν ἀποδειχθέντες ὑπʼ αὐτῆς πρέσβεις ἅμα τῷ πυθέσθαι τὴν παρουσίαν τοῦ Μαρκίου πορευθέντες ὡς αὐτὸν πολλὰ ἐπαγωγὰ διελέγοντο φυλάττοντες καὶ ἐν τοῖς λόγοις τὸ ἀξίωμα τῆς πόλεως.
こうして指名された使節たちは、マルキウスの到来を知ると直ちに彼のところへ赴き、言葉のうちにも国家の尊厳を守りつつ、多くの説得力ある交渉を行った。
§8.37.2ὁ δὲ Μάρκιος ἄλλο μὲν οὐδὲν αὐτοῖς ἀπεκρίνατο, συνεβούλευε δὲ κρεῖττόν τι βουλευσαμένους ἥκειν τριῶν ἐντὸς ἡμερῶν·
しかし、マルキウスは彼らに対して他に何も答えず、三日以内により良い決定を下したうえで戻ってくるよう勧告した。
ταύτας γὰρ αὐτοῖς ἔσεσθαι μόνας ἀνοχὰς τοῦ πολέμου.
なぜなら、その三日間だけが彼らにとって戦争の猶予となるからである。
βουλομένων δέ τι πρὸς ταῦτα λέγειν τῶν ἀνδρῶν οὐκ ἐπέτρεψεν, ἀλλʼ ἀπιέναι τὴν ταχίστην ἐκέλευσεν ἐκ τοῦ χάρακος, ἀπειλήσας ὡς, εἰ μὴ ποιήσουσιν, ὡς κατασκόποις χρήσεται·
使節たちがこれに対して何かを言おうとしたが、彼はそれを許さず、即刻陣営から立ち去るよう命じ、もしそうしなければ彼らをスパイとして扱うと脅した。
κἀκεῖνοι σιωπῇ ἀπιόντες εὐθὺς ᾤχοντο.
そこで彼らは沈黙のうちに立ち去り、直ちに戻っていった。
§8.37.3μαθόντες δʼ οἱ βουλευταὶ παρὰ τῶν πρέσβεων τὰς αὐθάδεις ἀποκρίσεις %5τε καὶ ἀπειλὰς τοῦ Μαρκίου στρατιὰν μὲν ὑπερόριον ἐξάγειν οὐδὲ τότε ἐψηφίσαντο, εἴτε τὸ ἀπειροπόλεμον τῶν σφετέρων στρατιωτῶν·
元老院議員たちは使節たちからマルキウスの傲慢な回答と脅迫を知らされたが、それでも国境を越えて軍を送り出すことを議決しなかった。
νεοσύλλεκτοι γὰρ οἱ πλείους ἦσαν αὐτῶν· εὐλαβηθέντες, εἴτε τὴν ἀτολμίαν τῶν ὑπάτων· ἥκιστα γὰρ ἐν αὐτοῖς τὸ δραστήριον ἦν· σφαλερὰν ἡγησάμενοι τηλικοῦτον ἀναιρεῖσθαι ἀγῶνα, εἴτʼ ἄρα καὶ τοῦ δαιμονίου σφίσιν ἐναντιουμένου πρὸς τὴν ἔξοδον δι᾽ οἰωνῶν ἢ χρησμῶν Σιβυλλείων ἤ τινος ὀττείας πατρίου, ὧν οὐκ ἠξίουν οἱ τότʼ ἄνθρωποι καθάπερ οἱ νῦν ὑπερορᾶν·
それは、自軍の兵士たちの実戦経験のなさ(彼らの大部分は新兵であったため)を恐れたためか、あるいは執政官たちの臆病さ(彼らのうちには実行力が極めて欠けていたため)から、これほど大きな戦いを引き受けることは危険であると考えたためか、あるいは、神意が鳥占い、シビュラの神託、または何らかの祖伝の兆候によって出征に反対したためであった。 当時の人々は、現代の人々のようにこれらを無視すべきではないと考えていたのである。
φυλάττειν δὲ τὴν πόλιν ἐπιμελεστέρᾳ φυλακῇ καὶ ἀπὸ τῶν ἐρυμάτων τοὺς ἐπιόντας ἀμύνεσθαι διέγνωσαν.
こうして彼らは、より綿密な警戒をもって市を防御し、城壁の上から襲撃してくる敵を防ぐことを決定した。