Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §8.36.1-8.36.4

マルキウスの諸都市攻略とローマ側の決議

614 / 962 箇所 · ギリシア語

要旨

マルキウスは三十日の間に残りのラティウム人の都市を次々と攻略・服従させ、ローマ近郊に陣を敷いた。一方ローマでは、敵が領土から退去しない限りはいかなる和平決議も行わないという、伝統の誇り高い原則に基づく決定がなされた。

§8.36.1ταῦτʼ εἰπὼν ἀνέστη καὶ διέλυσε τὸν σύλλογον.
このように語ると、彼は立ち上がり、会合を解散した。
τῇ δʼ ἐπιούσῃ νυκτὶ περὶ τὴν τελευταίαν φυλακὴν ἀναστήσας τὴν στρατιὰν ἦγεν ἐπὶ τὰς λοιπὰς τῶν Λατίνων πόλεις εἴτε κατʼ ἀλήθειαν πεπυσμένος, ὅτι μέλλοι τις ἐκεῖθεν ἐπικουρία Ῥωμαίοις ἀφικέσθαι, ὡς τότε δημηγορῶν ἔφησεν, εἴτʼ αὐτὸς πλασάμενος τὸν λόγον, ἵνα μὴ δόξειε χαριζόμενος τοῖς ἐχθροῖς καταλελοιπέναι τὸν πόλεμον.
翌夜の最後の見張りの頃、彼は軍を起こして、ラティウム人の残りの都市へと進軍した。 それは、そこからローマ人に何らかの救援が到着することになっていると実際に聞いていたためか(当時彼が演説で言ったように)、あるいは、敵に便宜を図って戦争を投げ出したと思われるのを避けるために、彼自身がその話をでっち上げたためであった。
§8.36.2ἐπιβαλὼν δὲ τῇ καλουμένῃ Λογγόλᾳ καὶ δίχα πόνου γενόμενος αὐτῆς ἐγκρατὴς καὶ τὸν αὐτὸν τρόπον ὅνπερ τὰς ἑτέρας ἐξανδραποδισάμενός τε καὶ διαρπάσας ἐπὶ τὴν Σατρικανῶν ἤλαυνε πόλιν.
そして、ロンゴラと呼ばれる都市を襲撃して労せずしてこれを手中に収め、他と同様に住民を奴隷にして略奪したのち、サトリカ人たちの都市へと進んだ。
ἑλὼν δὲ καὶ ταύτην ὀλίγον ἀντισχόντων τῶν ἐν αὐτῇ χρόνον, καὶ τὰς ἐξ αὐτῶν ἀμφοτέρων ὠφελείας μέρει τῆς στρατιᾶς κελεύσας ἀπάγειν εἰς Ἐχέτραν, τὴν λοιπὴν ἀναλαβὼν δύναμιν ἦγεν ἐπὶ πόλιν ἄλλην τὴν καλουμένην Κετίαν.
この都市も、中にいた者たちがわずかな時間しか抵抗しなかったために攻略し、これら両方の都市から得た戦利品を軍の一部に命じてエケトラへと運ばせると、残りの全軍を率いて、ケティアと呼ばれる別の都市へと向かった。
γενόμενος δὲ καὶ ταύτης ἐγκρατὴς καὶ διαρπάσας εἰς τὴν Πολυσκανῶν χώραν ἐνέβαλεν.
この都市も手中に収めて略奪したのち、ポルスカ人たちの領土に侵入した。
οὐ δυνηθέντων δʼ ἀντισχεῖν τῶν Πολυσκανῶν κατὰ κράτος ἑλὼν καὶ τούτους ἐπὶ τὰς ἑξῆς ἐχώρει.
ポルスカ人たちが抵抗できなかったため、これを武力で攻略し、そして次の都市へと進んだ。
Ἀλβιήτας μὲν οὖν καὶ Μογιλλανοὺς ἐκ τειχομαχίας αἱρεῖ, % χωριελανοὺς δὲ καθʼ ὁμολογίας παραλαμβάνει.
こうしてアルビエタ人とモギッラノス人を攻城戦によって攻略し、コリエラノス人たちを協定によって降伏させた。
§8.36.3γενόμενος δʼ ἐν ἡμέραις τριάκοντα πόλεων ἑπτὰ κύριος ἧκεν ἐπὶ τὴν Ῥώμην ἄγων πολὺ πλείω στρατιὰν τῆς προτέρας καὶ σταδίους ἀποσχὼν τῆς πόλεως ὀλίγῳ πλείους τῶν τριάκοντα παρὰ τὴν ἐπὶ Τυσκλανοὺς φέρουσαν ὁδὸν κατεστρατοπέδευσεν.
三十日のうちに七つの都市を支配下に置くと、彼は以前よりもはるかに多くの軍勢を率いてローマへとやって来て、都市から三十スタディオン余り離れた、トゥスクルムへと通じる道路の傍らに陣を敷いた。
ἐν ᾧ δὲ τὰς Λατίνων ἐξῄρει τε καὶ προσήγετο πόλεις, Ῥωμαίοις πρὸς τὰς ἐπιταγὰς αὐτοῦ πολλὰ βουλευσαμένοις ἔδοξε μηδὲν ἀνάξιον ποιεῖν τῆς πόλεως, ἀλλʼ ἐὰν μὲν ἀπέλθωσιν αὐτῶν ἐκ τῆς χώρας Οὐολοῦσκοι καὶ τῆς τῶν συμμάχων τε καὶ ὑπηκόων, καὶ καταλυσάμενοι τὸν πόλεμον πρέσβεις ἀποστείλωσι τοὺς διαλεξομένους περὶ φιλίας, προβουλεῦσαι τὸ συνέδριον, ἐφʼ οἷς ἔσονται δικαίοις φίλοι, καὶ τὰ βουλευθέντα εἰς τὸν δῆμον ἐξενεγκεῖν· ἕως δʼ ἂν ἐν τῇ χώρᾳ μένοντες αὐτῶν καὶ τῶν συμμάχων ἔργα πράττωσι πολεμίων, §8.36.4μηθὲν αὐτοῖς ψηφίζεσθαι φιλάνθρωπον.
彼がラティウム人の都市を滅ぼしたり降伏させたりしている間に、ローマ人たちは、彼の要求について大いに熟議した結果、国家にふさわしくないことは何もしないこと、すなわち、もしウォルスキ人が自分たちの領土および同盟国や臣民の領土から退去し、戦争を終わらせて友好について交渉するための使節を派遣するならば、元老院がどのような条件で友邦となるべきかを事前に審議し、その決議を民衆に提出すること、しかし、彼らが自分たちや同盟国の領土内に留まり、敵対行為を行っている間は、彼らに対して寛大な決議は一切行わないことを決定した。
πολὺς γὰρ δὴ Ῥωμαίοις ἀεὶ λόγος τοῦ μηθὲν δρᾶσαί ποτʼ ἐξ ἐπιτάγματος μηδὲ φόβῳ πολεμίων εἴξαντας, σπεισαμένοις δὲ τοῖς διαφόροις καὶ παρασχοῦσιν ἑαυτοὺς ὑπηκόους χαρίζεσθαί τε καὶ ἐπιτρέπειν ὅτου δέοιντο τῶν μετρίων.
というのも、命令によって何かを行ったり、敵への恐怖から屈服したりすることは決してしないという強い原則がローマ人には常にあったからであり、これに反して、敵対者たちが和解し、自らを臣民として委ねた場合には、好意を示し、彼らが求める妥当なものを許すというのが彼らの常であったからである。
καὶ τοῦτο τὸ φρόνημα ἐν πολλοῖς καὶ μεγάλοις κινδύνοις φυλάττουσα ἡ πόλις κατά τε τοὺς ὀθνείους καὶ τοὺς ἐμφυλίους πολέμους μέχρι τοῦ καθʼ ἡμᾶς χρόνου διατετέλεκε.
そしてこの誇り高い精神を、この都市は対外戦争においても内乱においても、数々の大きな危機のなかで守り続け、私たちの時代に至るまで維持し続けているのである。

語釈・文法注

  1. 8.36.1εἴτε κατʼ ἀλήθειαν πεπυσμένος ... εἴτʼ αὐτὸς πλασάμενος τὸν λόγον — εἴτε ... εἴτε ... によって結ばれた二つの分詞(πεπυσμένος と πλασάμενος)は、マルキウスが軍を動かした理由に対する二つの推測(一方は客観的な情報、他方は彼の主観的な政治的意図)を等価に提示している。
  2. 8.36.3Ῥωμαίοις ... ἔδοξε μηδὲν ἀνάξιον ποιεῖν ... ἀλλʼ ἐὰν μὲν ... προβουλεῦσαι ... ἕως δʼ ἂν ... μηθὲν αὐτοῖς ψηφίζεσθαι — 与格 Ῥωμαίοις は非人称動詞 ἔδοξε(〜と決定された)の与格主語。これに続く ποιεῖν, προβουλεῦσαι, ψηφίζεσθαι(8.36.4に含まれる)はすべて ἔδοξε に係っており、特に後者の二つは条件節「ἐὰν μὲν...」および時間節「ἕως δʼ ἂν...」に対応する主節の動詞として機能している。
  3. 8.36.4πολὺς γὰρ δὴ Ῥωμαίοις ἀεὶ λόγος τοῦ μηθὲν δρᾶσαί ποτʼ ἐξ ἐπιτάγματος — Ῥωμαίοις は所有を表す与格(繋辞 ἐστί が省略されている)。名詞 λόγος(評判、自負、原則)に、同格として属格不定詞句 τοῦ μηθὲν δρᾶσαι(〜をしないこと)が係り、ローマ人の行動理念を説明している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §8.36.1-8.36.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.36.1-8.36.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。