Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.37.1-8.37.3

马尔基乌斯拒绝十人使团与罗马备战防守

第 615 段,共 962 段 · 希腊语

内容简介

元老院派遣了十名执政官级使节前往马尔基乌斯处寻求和解,但遭到其严词拒绝并限期三天,罗马人随后因种种顾虑决定放弃出征,转而加强城内防守。

§8.37.1ταῦτα ψηφισαμένης τῆς βουλῆς καὶ πρεσβευτὰς ἑτέρους ἑλομένης δέκα ἄνδρας ἐκ τῶν ὑπατικῶν τοὺς ἀξιώσοντας τὸν ἄνδρα μηθὲν ἐκφέρειν ἐπίταγμα βαρὺ μηδʼ ἀνάξιον τῆς πόλεως, ἀλλὰ καταλύσαντα τὴν ἔχθραν καὶ ἀναστήσαντα τὴν δύναμιν ἐκ τῆς χώρας πειθοῖ καὶ διὰ λόγων συμβατηρίων ταῦτα πειρᾶσθαι πράττειν, εἰ βούλεται βεβαίους τε καὶ εἰς ἀεὶ διαμενούσας ποιήσασθαι τὰς ὁμολογίας τῶν πόλεων, ὡς τῶν γε ὑπʼ ἀνάγκης τινὸς ἢ καιροῦ συγχωρουμένων καὶ ἰδιώταις καὶ πόλεσιν ἅμα τῷ μεταπεσεῖν τοὺς καιροὺς ἢ τὰς ἀνάγκας εὐθὺς διαλυομένων·
元老院在决议了这些事并从执政官级人物中选出另外十人作为使节后,要求那个人不要提出任何苛刻或有损国家尊严的命令,而是结束敌对状态,将军队从领土上撤走,并通过说服和和解的言辞努力去实现这些目标——如果他希望使各城邦之间的协定确固并永远维持的话。 这是因为,无论是个人还是城邦,在某种被迫或局势下做出的让步,一旦局势或被迫状态发生改变,就会立即宣告失效。
οἱ μὲν ἀποδειχθέντες ὑπʼ αὐτῆς πρέσβεις ἅμα τῷ πυθέσθαι τὴν παρουσίαν τοῦ Μαρκίου πορευθέντες ὡς αὐτὸν πολλὰ ἐπαγωγὰ διελέγοντο φυλάττοντες καὶ ἐν τοῖς λόγοις τὸ ἀξίωμα τῆς πόλεως.
被元老院任命的使节们一听说马尔基乌斯到达,便立即前往他那里,并在言谈中保持着国家的尊严,进行了许多具有说服力的交涉。
§8.37.2ὁ δὲ Μάρκιος ἄλλο μὲν οὐδὲν αὐτοῖς ἀπεκρίνατο, συνεβούλευε δὲ κρεῖττόν τι βουλευσαμένους ἥκειν τριῶν ἐντὸς ἡμερῶν· ταύτας γὰρ αὐτοῖς ἔσεσθαι μόνας ἀνοχὰς τοῦ πολέμου.
然而,马尔基乌斯没有给他们任何其他答复,只建议他们在三天之内做出更好的决定后再来,因为这三天将是他们唯一的战争停歇期。
βουλομένων δέ τι πρὸς ταῦτα λέγειν τῶν ἀνδρῶν οὐκ ἐπέτρεψεν, ἀλλʼ ἀπιέναι τὴν ταχίστην ἐκέλευσεν ἐκ τοῦ χάρακος, ἀπειλήσας ὡς, εἰ μὴ ποιήσουσιν, ὡς κατασκόποις χρήσεται·
当这些使节想要对此说些什么时,他没有允许,而是命令他们以最快的速度离开军营,并威胁说,如果他们不这样做,他将把他们当成间谍对待。
κἀκεῖνοι σιωπῇ ἀπιόντες εὐθὺς ᾤχοντο.
于是,他们默默地离开,随即回去了。
§8.37.3μαθόντες δʼ οἱ βουλευταὶ παρὰ τῶν πρέσβεων τὰς αὐθάδεις ἀποκρίσεις %5τε καὶ ἀπειλὰς τοῦ Μαρκίου στρατιὰν μὲν ὑπερόριον ἐξάγειν οὐδὲ τότε ἐψηφίσαντο, εἴτε τὸ ἀπειροπόλεμον τῶν σφετέρων στρατιωτῶν·
元老院议员们从使节那里得知了马尔基乌斯傲慢的答复和威胁,但即使在当时,他们也没有投票决定将军队派往境外。
νεοσύλλεκτοι γὰρ οἱ πλείους ἦσαν αὐτῶν· εὐλαβηθέντες, εἴτε τὴν ἀτολμίαν τῶν ὑπάτων· ἥκιστα γὰρ ἐν αὐτοῖς τὸ δραστήριον ἦν· σφαλερὰν ἡγησάμενοι τηλικοῦτον ἀναιρεῖσθαι ἀγῶνα, εἴτʼ ἄρα καὶ τοῦ δαιμονίου σφίσιν ἐναντιουμένου πρὸς τὴν ἔξοδον δι᾽ οἰωνῶν ἢ χρησμῶν Σιβυλλείων ἤ τινος ὀττείας πατρίου, ὧν οὐκ ἠξίουν οἱ τότʼ ἄνθρωποι καθάπερ οἱ νῦν ὑπερορᾶν·
这或许是因为他们担心自己士兵的缺乏经验——因为他们中的大多数人都是新兵;或许是因为考虑到执政官们的怯懦——因为在他们身上极少有干劲——而认为承担如此重大的斗争是危险的;又或许是神灵通过鸟占、西比拉神谕或某种祖传的预兆来反对他们出征,那些时代的人们并不像现在的人那样认为可以忽视这些预兆。
φυλάττειν δὲ τὴν πόλιν ἐπιμελεστέρᾳ φυλακῇ καὶ ἀπὸ τῶν ἐρυμάτων τοὺς ἐπιόντας ἀμύνεσθαι διέγνωσαν.
因此,他们决定以更加周密的防范来守护城市,并在城防上抵御来犯之敌。

词汇与语法注释

  1. 1590ὡς τῶν γε ὑπʼ ἀνάγκης τινὸς ἢ καιροῦ συγχωρουμένων καὶ ἰδιώταις καὶ πόλεσιν ἅμα τῷ μεταπεσεῖν τοὺς καιροὺς ἢ τὰς ἀνάγκας εὐθὺς διαλυομένων — 表示主观原因的连词 `ὡς` 引导属格绝对结构 `τῶν ... συγχωρουμένων ... διαλυομένων`。中性复数分词 `τῶν ... συγχωρουμένων` 在此作名词性成分,意为“做出的让步”,并充当分词 `διαλυομένων` 的逻辑主语。其中 `ἅμα τῷ μεταπεσεῖν` 是一个表示“与此同时”的介词短语,支配带冠词的不定式 `μεταπεσεῖν` 及其宾格主语 `τοὺς καιροὺς ἢ τὰς ἀνάγκας`。
  2. 1591ταύτας γὰρ αὐτοῖς ἔσεσθαι μόνας ἀνοχὰς τοῦ πολέμου — 在间接引语中,由 `γάρ` 引导的表示原因的独立陈述句(本应使用直陈语气)使用了不定式 `ἔσεσθαι`。这延续了对马尔基乌斯口吻的传达,其语义上依附于前文表示劝告的动词 `συνεβούλευε`。
  3. p.v.3p.180εἴτε τὸ ἀπειροπόλεμον ... εὐλαβηθέντες, εἴτε ... ἡγησάμενοι, εἴτʼ ἄρα καὶ τοῦ δαιμονίου ... ἐναντιουμένου — 由 `εἴτε ... εἴτε ... εἴτε ...` 引导的原因并列结构。前两项使用的是与主句主语(元老院议员们)一致的主格分词短语(`εὐλαβηθέντες`, `ἡγησάμενοι`),而第三项则采用了属格绝对结构(`τοῦ δαιμονίου ... ἐναντιουμένου`),在构文上呈现出非对称性(破格现象),但在上下文语义上均同等地表示原因。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.37.1-8.37.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.37.1-8.37.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。