§8.35.1περὶ δὲ τῆς μετριότητος, ἐφʼ ἣν παρακαλεῖτέ με, καὶ τοῦ μὴ πρόρριζον ἀνελεῖν τὸ Ῥωμαίων γένος μηδʼ ἐκ βάθρων ὅλην ἀναστῆσαι τὴν πόλιν, εἶχον μέν, ὦ Μηνύκιε, λέγειν, ὅτι οὐκ ἐγὼ τούτου κύριος οὐδὲ πρὸς ἐμὲ ὁ περὶ τούτων ἐστὶ λόγος, ἀλλʼ ἐγὼ στρατηγός εἰμι τῆς δυνάμεως, πολέμου δὲ καὶ εἰρήνης οὗτοι κύριοι·
また、あなたがたが私に求める中庸と、ローマの民族を根こそぎ根絶やしにせず、また都市全体を土台から滅ぼし去らないことについて、ミヌキウスよ、私はこう言うこともできた。 このことの決定権は私にはなく、これらに関する話し合いは私に向けられるべきものではない、むしろ私は軍隊の将軍にすぎず、戦争と和平については彼ら(ウォルスキ人)が決定権を持っているのだと。
ὥστε παρὰ τούτων αἰτεῖσθέ γʼ §8.35.2ἀνοχὰς ἐπὶ διαλλαγαῖς, ἀλλὰ μὴ παρʼ ἐμοῦ.
したがって、彼らからこそ求めなさい、和解のための休戦を。 私からではなく。
οὐ μὴν ἀλλὰ καὶ θεοὺς σέβων τοὺς πατρῴους καὶ τάφους αἰδούμενος προγόνων καὶ γῆν, ἐξ ἧς ἔφυν, γυναῖκάς τε καὶ παῖδας ὑμῶν ἐλεῶν, οἷς οὐκ ἐπιτηδείοις οὖσι τὰ πατέρων καὶ ἀνδρῶν ἥξει σφάλματα, καὶ οὐχ ἥκιστα τῶν ἄλλων καὶ δι’ ὑμᾶς, ὦ Μηνύκιε, τοὺς προχειρισθέντας ὑπὸ τῆς πόλεως, τάδε ἀποκρίνομαι·
しかしながら、祖先の神々を敬い、先祖の墓を畏れ、私が生まれた土地を愛おしみ、また、それに値しないのに父や夫たちの過ちの報いが及ぶことになるであろうあなたがたの妻や子供たちを憐れんで、そして何よりも、都市によって選ばれたあなたがたのゆえに、ミヌキウスよ、私はこのように回答する。
ἐὰν ἀποδῶσι Ῥωμαῖοι Οὐολούσκοις χώραν τε ὅσην αὐτοὺς ἀφῄρηνται καὶ πόλεις ὅσας κατέχουσιν ἀνακαλεσάμενοι τοὺς ἐποίκους, φιλίαν τε ποιήσωνται πρὸς αὐτοὺς εἰς τὸν ἀεὶ χρόνον καὶ ἰσοπολιτείας μεταδῶσιν ὥσπερ Λατίνοις ὅρκους καὶ ἀρὰς κατὰ τῶν παραβαινόντων τὰ συγκείμενα ποιησάμενοι, διαλύσομαι πρὸς αὐτοὺς τὸν πόλεμον, πρότερον δὲ οὔ.
もしローマ人がウォルスキ人に、彼らから奪ったすべての土地と、占領しているすべての都市を、植民者たちを呼び戻した上で返還し、彼らと永久に友好関係を結び、ラティウム人に対するのと同様に平等の市民権を与え、合意に違反する者に対する誓いと呪いを立てたならば、私は彼らとの戦争を終わらせよう。 それ以前には決してしない。
§8.35.3ταῦτʼ οὖν ἀπαγγέλλετε αὐτοῖς, καὶ τὸν αὐτὸν τρόπον ὅνπερ πρὸς ἐμὲ καὶ πρὸς ἐκείνους περὶ τοῦ δικαίου πάνυ ἐπιστρεφῶς ταῦτα διαλέγεσθε·
それゆえ、これらのことを彼らに報告しなさい。 そして、私に対してしたのと同様の方法で、彼らに対しても正義について極めて熱心にこのように議論しなさい。
καλόν τοι τὰς ἰδίας ἕκαστον ἔχοντα κτήσεις ἐν εἰρήνῃ ζῆν, καὶ πολλοῦ ἄξιον τὸ μηθένα δεδοικέναι μήτʼ ἐχθρὸν μήτε καιρόν, αἰσχρὸν δὲ τῶν ἀλλοτρίων περιεχομένους οὐκ ἀναγκαῖον πόλεμον ὑπομένειν, ἐν ᾧ καὶ περὶ τῶν ἰδίων ἁπάντων κινδυνεύσουσιν ἀγαθῶν·
各自が自分の所有物を持ちながら平和に暮らすことは、実に素晴らしいことであり、敵もいかなる危機をも恐れないことは、大いに価値がある。 しかし、他人のものにしがみつき、不必要な戦争に耐えるのは恥ずべきことであり、その戦争において、彼らは自分たちのすべての財産をも危険にさらすことになるのだから。
τά τʼ ἆθλα ἐπιδείκνυτε αὐτοῖς οὐκ ἴσα κατορθοῦσί τε καὶ μὴ τυχοῦσι γινόμενα γῆς ἀλλοτρίας γλιχομένοις, εἰ δὲ βούλεσθε, προστίθετε καὶ τὰς πόλεις τῶν ἠδικημένων προσλαβεῖν βουλομένοις, ἐὰν μὴ κρατῶσι, καὶ τὴν ἑαυτῶν γῆν τε καὶ πόλιν ἀφαιρεθῆναι, καὶ ἔτι πρὸς τούτῳ γυναῖκας ἐπιδεῖν τὰ αἴσχιστα πασχούσας καὶ παῖδας εἰς ὕβριν ἀγομένους καὶ γονεῖς δούλους ἀντʼ ἐλευθέρων ἐπὶ γήρως ὀδῷ γινομένους.
そして、他国の土地を渇望する者たちにとって、成功した場合と失敗した場合に得られる報償が等しくないことを、彼らに示しなさい。 もし望むなら、次のことも付け加えなさい。 不義を被った者たちの都市を手に入れようと望む者たちは、もし勝たなければ、自分たちの土地や都市さえも奪われることになり、さらにこれに加えて、妻たちが極めて屈辱的な目に遭うのを、子供たちが陵辱へと連れ去られるのを、そして親たちが自由人の代わりに奴隷となり、老年の坂道においてそうなってしまうのを目にすることになるのだ、と。
§8.35.4καὶ ἅμα διδάσκετε τὴν βουλήν, ὅτι τούτων τῶν κακῶν οὐκ ἂν ἔχοιεν αἰτιάσασθαι Μάρκιον, ἀλλὰ τὴν ἑαυτῶν ἀφροσύνην.
接着して、同時に元老院に諭しなさい、これらの災いについて、彼らはマルキウスを非難することはできず、自分たちの愚かさを非難すべきであることを。
παρὸν γὰρ αὐτοῖς τὰ δίκαια ποιεῖν καὶ μηδενὶ δεινῷ περιπεσεῖν τὸν ὑπὲρ τῶν ἐσχάτων κίνδυνον ἀναιρήσονται μέχρι παντὸς φιλοχωροῦντες τοῖς ἀλλοτρίοις.
なぜなら、正しいことを行い、いかなる恐ろしい事態にも陥らないことが可能であるにもかかわらず、彼らは最後まで他人の土地に執着し続けることによって、国家存亡をかけた危険を自ら引き受けることになるからである。
§8.35.5ἔχετε τὰς ἀποκρίσεις·
あなたがたは回答を得た。
τούτων οὐθὲν ἂν εὕροισθε παρʼ ἐμοῦ πλέον, ἀλλʼ ἄπιτε καὶ σκοπεῖτε, ὅ τι πρακτέον ὑμῖν·
これ以上のものを私から得ることはできない。 むしろ立ち去り、あなたがたが何をなすべきかを検討しなさい。
ἕως δὲ βουλεύσησθε, δίδωμι χρόνον ὑμῖν ἡμερῶν τριάκοντα.
あなたがたが熟議するまでの間、私は三十日の時間を与える。
ἐν δὲ τῷ μεταξὺ χρόνῳ σήν τε χάριν, ὦ Μηνύκιε, καὶ τῶν ἄλλων ὑμῶν ἕνεκα τὴν στρατιὰν ἐκ τῆς χώρας ἀπάξω·
そしてその間の期間、ミヌキウスよ、あなたへの好意と、あなたがた他の人々のために、私は軍隊をこの地から撤退させよう。
μεγάλα γὰρ ἂν βλάπτοισθε μενούσης αὐτῆς ἐνθάδε.
なぜなら、軍がここに留まり続ければ、あなたがたは大きな損害を被るであろうからだ。
τῇ δὲ τριακοστῇ προσδέχεσθέ με ἡμέρᾳ τὰς ἀποκρίσεις ληψόμενον.
そして三十日目には、回答を受け取るために私がやって来ると予期していなさい。