§8.36.1ταῦτʼ εἰπὼν ἀνέστη καὶ διέλυσε τὸν σύλλογον.
说完了这些话,他站起身来,解散了集会。
τῇ δʼ ἐπιούσῃ νυκτὶ περὶ τὴν τελευταίαν φυλακὴν ἀναστήσας τὴν στρατιὰν ἦγεν ἐπὶ τὰς λοιπὰς τῶν Λατίνων πόλεις εἴτε κατʼ ἀλήθειαν πεπυσμένος, ὅτι μέλλοι τις ἐκεῖθεν ἐπικουρία Ῥωμαίοις ἀφικέσθαι, ὡς τότε δημηγορῶν ἔφησεν, εἴτʼ αὐτὸς πλασάμενος τὸν λόγον, ἵνα μὴ δόξειε χαριζόμενος τοῖς ἐχθροῖς καταλελοιπέναι τὸν πόλεμον.
在第二天夜里的最后一次值更时分,他唤醒军队,率领他们前往拉丁人的其余城市,这或许是因为他确实听说将有援军从那里赶来协助罗马人,正如他当时在演讲中所说的那样,又或许是他自己编造了这一说法,以免显得他是为了讨好敌人而放弃了战争。
§8.36.2ἐπιβαλὼν δὲ τῇ καλουμένῃ Λογγόλᾳ καὶ δίχα πόνου γενόμενος αὐτῆς ἐγκρατὴς καὶ τὸν αὐτὸν τρόπον ὅνπερ τὰς ἑτέρας ἐξανδραποδισάμενός τε καὶ διαρπάσας ἐπὶ τὴν Σατρικανῶν ἤλαυνε πόλιν.
他袭击了被称为隆戈拉的城市,毫不费力地将其占领,并像对待其他城市一样,奴役了那里的居民并洗劫了该城,随后便向萨特里卡人的城市进军。
ἑλὼν δὲ καὶ ταύτην ὀλίγον ἀντισχόντων τῶν ἐν αὐτῇ χρόνον, καὶ τὰς ἐξ αὐτῶν ἀμφοτέρων ὠφελείας μέρει τῆς στρατιᾶς κελεύσας ἀπάγειν εἰς Ἐχέτραν, τὴν λοιπὴν ἀναλαβὼν δύναμιν ἦγεν ἐπὶ πόλιν ἄλλην τὴν καλουμένην Κετίαν.
由于城中的人仅抵抗了极短的时间,他也攻陷了该城,并命令军队的一部分将从这两个城市获得的战利品运往埃凯特拉,自己则率领其余的兵力前往另一座被称为凯蒂亚的城市。
γενόμενος δὲ καὶ ταύτης ἐγκρατὴς καὶ διαρπάσας εἰς τὴν Πολυσκανῶν χώραν ἐνέβαλεν.
在占领并洗劫了这座城市之后,他侵入了波卢斯卡人的领土。
οὐ δυνηθέντων δʼ ἀντισχεῖν τῶν Πολυσκανῶν κατὰ κράτος ἑλὼν καὶ τούτους ἐπὶ τὰς ἑξῆς ἐχώρει.
由于波卢斯卡人无力抵抗,他以武力攻克了他们,并向接下来的城市推进。
Ἀλβιήτας μὲν οὖν καὶ Μογιλλανοὺς ἐκ τειχομαχίας αἱρεῖ, % χωριελανοὺς δὲ καθʼ ὁμολογίας παραλαμβάνει.
于是,他通过攻城战夺取了阿尔比埃塔人和穆吉拉尼人,并通过协定接管了科里埃拉诺斯人。
§8.36.3γενόμενος δʼ ἐν ἡμέραις τριάκοντα πόλεων ἑπτὰ κύριος ἧκεν ἐπὶ τὴν Ῥώμην ἄγων πολὺ πλείω στρατιὰν τῆς προτέρας καὶ σταδίους ἀποσχὼν τῆς πόλεως ὀλίγῳ πλείους τῶν τριάκοντα παρὰ τὴν ἐπὶ Τυσκλανοὺς φέρουσαν ὁδὸν κατεστρατοπέδευσεν.
在三十天内,他成为了七座城市的统治者,率领着一支比之前庞大得多的军队逼近罗马,并在距离城市三十多斯塔迪翁、通往图斯库鲁姆的道路旁安营扎寨。
ἐν ᾧ δὲ τὰς Λατίνων ἐξῄρει τε καὶ προσήγετο πόλεις, Ῥωμαίοις πρὸς τὰς ἐπιταγὰς αὐτοῦ πολλὰ βουλευσαμένοις ἔδοξε μηδὲν ἀνάξιον ποιεῖν τῆς πόλεως, ἀλλʼ ἐὰν μὲν ἀπέλθωσιν αὐτῶν ἐκ τῆς χώρας Οὐολοῦσκοι καὶ τῆς τῶν συμμάχων τε καὶ ὑπηκόων, καὶ καταλυσάμενοι τὸν πόλεμον πρέσβεις ἀποστείλωσι τοὺς διαλεξομένους περὶ φιλίας, προβουλεῦσαι τὸ συνέδριον, ἐφʼ οἷς ἔσονται δικαίοις φίλοι, καὶ τὰ βουλευθέντα εἰς τὸν δῆμον ἐξενεγκεῖν· ἕως δʼ ἂν ἐν τῇ χώρᾳ μένοντες αὐτῶν καὶ τῶν συμμάχων ἔργα πράττωσι πολεμίων, §8.36.4μηθὲν αὐτοῖς ψηφίζεσθαι φιλάνθρωπον.
在他毁灭和招降拉丁人城市期间,罗马人针对他的要求进行了多次商议,决定不做任何有损国家尊严的事:如果沃尔斯奇人从他们以及盟友和臣民的领土上撤走,并在结束战争后派遣使节来商讨友好关系,元老院将预先商议在何种公正条件下与之建交,并将商议结果提交给民众;但只要他们仍留在其领土内并对他们及盟友做出敌对行为,便不对他们通过任何宽大的决议。
πολὺς γὰρ δὴ Ῥωμαίοις ἀεὶ λόγος τοῦ μηθὲν δρᾶσαί ποτʼ ἐξ ἐπιτάγματος μηδὲ φόβῳ πολεμίων εἴξαντας, σπεισαμένοις δὲ τοῖς διαφόροις καὶ παρασχοῦσιν ἑαυτοὺς ὑπηκόους χαρίζεσθαί τε καὶ ἐπιτρέπειν ὅτου δέοιντο τῶν μετρίων.
因为罗马人向来极重声誉(有着强烈的原则),绝不在被迫受命或出于对敌人的恐惧下妥协,而对于那些讲和并甘愿臣服的对手,他们则乐于展示恩惠,并允许其合理的请求。
καὶ τοῦτο τὸ φρόνημα ἐν πολλοῖς καὶ μεγάλοις κινδύνοις φυλάττουσα ἡ πόλις κατά τε τοὺς ὀθνείους καὶ τοὺς ἐμφυλίους πολέμους μέχρι τοῦ καθʼ ἡμᾶς χρόνου διατετέλεκε.
这种在诸多重大危机中保持的自豪精神,无论是在对外战争还是内乱中,该城都一直坚守,并始终延续到了我们的时代。