§8.32.1ἆρʼ οὐ φανερόν, ὅτι καλλιλογεῖτε καὶ εἰρωνεύεσθε, ὦ Μηνύκιε, ὄνομα καλὸν ἔργῳ περιθέντες ἀνοσίῳ;
開発されてきた。 ミヌキウスよ、不敬な行いに美しい名前を着せて、あなた方が美辞麗句を並べ、かつ、はぐらかしているのは明らかではないか。
οὐ γὰρ δὴ κάθοδόν μοι δίδοτε, ἀλλὰ σφάγιόν με τῷ δήμῳ κατάγετε, τάχα μὲν καὶ βεβουλευμένοι τοῦτο πράττειν·
というのも、あなた方は私に帰還の道を与えているのではなく、私を民衆への生贄として連れ帰ろうとしているからだ。 おそらくはそうすることをあらかじめ計画してのことだろう。
οὐθὲν γὰρ ἔτι μοι χρηστὸν ὑπὲρ ὑμῶν ἐπέρχεται φρονεῖν·
私には、あなた方について、もはや何の善い考えも浮かんでこないからだ。
εἰ δὲ βούλεσθε — τίθημι γάρ — §8.32.2οὐδὲν ὧν πείσομαι προορώμενοι, τί οὖν ἔσται μοι τῆς ὑμετέρας ἀγνοίας ἢ μωρίας ὄφελος, κωλύειν μὲν οὐδὲν οὐδʼ ἂν οἷοι ἦτε δυνησομένων, χαρίζεσθαι δὲ καὶ τοῦτο τῷ δήμῳ σὺν τοῖς ἄλλοις ἀναγκαζομένων;
あるいは、もしあなた方がそう望むなら、――そう仮定してやるが、―― 私が被るであろういかなることも予見していないのだとしても、あなた方の無知や愚かさが私にとって何の役に立つだろうか。 あなた方は危害を防ぐことなど、たとえ防ぎたいと思っても全くできず、他のすべてのことと同様、このことをも民衆に譲歩することを強いられるのだから。
ἀλλὰ γὰρ ὅτι μὲν οὐ συνοίσει μοι πρὸς ἀσφάλειαν ἥδε, ἣν ὑμεῖς μὲν κάθοδον καλεῖτε, ἐγὼ δὲ ταχεῖαν ὁδὸν ἐπὶ τὸν ὄλεθρον, οὐ πολλῶν οἴομαι δεῖν ἔτι λόγων·
しかし、あなた方が帰還と呼び、私が破滅への近道と呼ぶこれが、私の安全に寄与しないことは、もはや多くの言葉を必要としないと思う。
ὅτι δʼ οὐδὲ πρὸς εὐδοξίαν ἢ τιμὴν ἢ πρὸς εὐσέβειαν, ἐπειδὴ καὶ σὺ τούτων, ὦ Μηνύκιε, πρόνοιαν ἔχειν με ἠξίους, εὖ ποιῶν, ἀλλʼ αἴσχιστά μοι καὶ ἀνοσιώτατα πραχθήσεται πεισθέντι ὑμῖν, ἄκουσον ἐν τῷ μέρει.
しかし、それが名声や名誉にとっても、また敬神にとっても益とならないこと――ミヌキウスよ、あなたがこれらに私が配慮するよう求めたのはもっともなことだが――、むしろ、もし私があなた方に従うならば、最も恥ずべき、最も不敬なことが私によって行われることになるということは、次に順に聞いてほしい。
§8.32.3ἐγὼ πολέμιος ἐγενόμην τούτοις καὶ πολλὰ ἠδίκησα αὐτοὺς ἐν τῷ πολέμῳ, τῇ πατρίδι πράττων ἡγεμονίαν καὶ ἰσχὺν καὶ κλέος.
私は彼らにとって敵となり、戦争において彼らに多くの害を与えた。 それは祖国に覇権と力と栄光をもたらすためであった。
οὐκοῦν προσῆκέ μοι τιμᾶσθαι μὲν ὑπὸ τῶν εὖ πεπονθότων, μισεῖσθαι δʼ ὑπὸ τῶν ἠδικημένων;
それゆえ、私は恩恵を被った人々から敬われ、害を被った人々から憎まれるのが当然ではなかったか。
εἰ γοῦν τι τῶν εἰκότων ἐγένετο.
もし道理に適ったことが少しでも行われていたならば、そうなっていたはずだ。
ἀνέτρεψε δʼ ἀμφότερα ταῦθʼ ἡ τύχη, καὶ εἰς τἀναντία μετέθηκε τὰς ἀξιώσεις.
しかし運命はこれら両方を覆し、受けるべき当然の対応を正反対のものに入れ替えてしまった。
ὑμεῖς μὲν γάρ, ὑπὲρ ὧν τούτοις ἐχθρὸς ἦν, ἀφείλεσθέ με πάντα τἀμὰ καὶ τὸ μηδὲν ποιήσαντες ἐρρίψατε·
というのも、私が彼らと敵対する原因となったあなた方は、私の財産のすべてを奪い、私を無き者に等しい状態にして投げ捨てたからである。
οὗτοι δʼ οἱ τὰ δεινὰ ὑπʼ ἐμοῦ παθόντες, τὸν ἄπορον καὶ ἀνέστιον καὶ ταπεινὸν καὶ §8.32.4ἄπολιν ὑπεδέξαντό με ταῖς ἑαυτῶν πόλεσι.
他方、私から恐ろしい仕打ちを受けた彼らは、無一文で、家も、地位も、国もない私を、自分たちの都市に温かく迎え入れてくれたのだ。
καὶ οὐκ ἀπέχρη αὐτοῖς τοῦτο ποιήσασι μόνον οὕτω λαμπρὸν καὶ μεγαλόψυχον ἔργον, ἀλλὰ καὶ πολιτείαν ἔδοσάν μοι ἐν ἁπάσαις ταῖς ἑαυτῶν πόλεσι καὶ ἀρχὰς καὶ τιμάς, αἳ μέγισται παρʼ αὐτοῖς εἰσιν.
そして、このように輝かしく寛大な行為を行うだけでは彼らにとって十分ではなかった。 彼らは私に、自分たちのすべての都市における市民権を与え、さらに彼らの間で最も重要とされる官職や名誉をも与えてくれたのだ。
ἐῶ τἆλλα· ἀλλὰ νυνὶ στρατηγὸν ἀποδεδείχασί με αὐτοκράτορα τῆς ὑπερορίου στρατιᾶς καὶ πάντα τὰ κοινὰ ἐπʼ ἐμοὶ πεποιήκασι μόνῳ.
その他のことは措くとしても、まさに今、彼らは私を国外遠征軍の全権将軍に任命し、すべての公務を私一人に委ねているのである。
§8.32.5φέρε δή, τίνα λαβὼν καρδίαν προδοίην ἂν ἔτι τούτους, ὑφʼ ὧν τηλικαύταις κεκόσμημαι τιμαῖς, οὐθὲν οὔτε μεῖζον οὔτʼ ἔλαττον ἀδικηθείς;
さあ、これほどの栄誉で飾ってくれた彼らから、大なり小なりいかなる不義も受けていないというのに、どのような心を持って、彼らをさらに裏切ることができるだろうか。
εἰ μὴ ἄρα αἱ χάριτες αὐτῶν ἀδικοῦσί με, ὥσπερ ὑμᾶς αἱ ἐμαί·
彼らの受けた恩義が私を不当に扱っているのでもない限りは。 まるで私の恩義があなた方を不当に扱ったかのように。
καλήν γε δόξαν οἴσει μοι παρὰ πᾶσιν ἀνθρώποις γνωσθεῖσα ἡ παλιμπροδοσία.
この繰り返される裏切りが知れ渡れば、すべての人の間で私にどれほど見事な評判をもたらすことだろう。
τίς δʼ ἂν ἐπαινέσειέ με ἀκούσας, ὅτι τοὺς μὲν φίλους, ὑφʼ ὧν εὖ πάσχειν μοι προσῆκε, πολεμίους εὑρών, τοὺς δʼ ἐχθρούς, ὑφʼ ὧν ἐχρῆν με ἀπολωλέναι, φίλους, ἀντὶ τοῦ μισεῖν μὲν τὰ μισοῦντα, φιλεῖν δὲ τὰ φιλοῦντα, τὴν ἐναντίαν γνώμην ἔσχον;
私に恩恵を施すのが当然であった友人たちが敵となり、私を破滅させるべきであった敵が友人となったのを見て、憎むべき者を憎み、愛すべき者を愛する代わりに、その正反対の考えを私が抱いたと聞いて、誰が私を称賛するだろうか。