§8.26.1ἀγαθὰ μὲν δὴ ταῦτα ὑπάρξει σοι διαλλαττομένῳ, μένοντι δʼ ἐπὶ τῆς ὀργῆς καὶ μὴ διαλυομένῳ τὸ μῖσος πρὸς ἡμᾶς πολλὰ καὶ χαλεπά, ἐξ ὧν ἐγὼ δύο τὰ μέγιστα νυνὶ καὶ φανερώτατα ἐρῶ.
和解するあなたには、これらの良いことが生じるであろう。 しかし、怒りに留まり、私たちに対する憎しみを解かない者には、多くの困難なことが生じるであろう。 それらのうち、私は今、最も大きく最も明らかな二つを語ろう。
πρῶτον μὲν ὅτι δυσκόλου γενέσθαι, μᾶλλον δʼ ἀδυνάτου πράγματος πονηρὸν ἔρωτα ἔχεις, πόλεως τῆς Ῥωμαίων καθελεῖν τὴν ἰσχὺν καὶ ταῦτα τοῖς Οὐολούσκων ὅπλοις·
第一に、実現するのが困難な、というより不可能な事柄に対して、あなたは邪悪な欲望を抱いていること、すなわち、ローマ人の都市の力を打ち砕くこと、しかもそれをウォルスキ人の武器によって行うことである。
ἔπειθʼ ὅτι σοι κατορθώσαντί τε καὶ δὴ τυχόντι πάντων ἀνθρώπων ὑπάρξει δυστυχεστάτῳ νομίζεσθαι.
第二に、仮にあなたが成功し、まさにそのすべてを達成したとしても、すべての人々の中で最も不運な者とみなされることになるだろう。
ἐξ ὧν δὲ ταῦτα παρίσταταί μοι περὶ σοῦ φρονεῖν, ἄκουσον, ὦ Μάρκιε, μηθὲν πρὸς τὴν ἐλευθερίαν μου τῶν λόγων τραχυνόμενος.
私があなたについてこのように考えるに至った理由について、マルキウスよ、聞きなさい。 私の言葉の率直さに何ら怒ることなく。
σκόπει δὲ πρῶτον ὑπὲρ τοῦ ἀδυνάτου.
まず、不可能性について考えなさい。
§8.26.2Ῥωμαίοις, ὡς οἶσθα καὶ σύ, πολλὴ μέν ἐστι νεότης ἐπιχώριος, ἧς εἰ τὸ στασιάζον ἐξαιρεθείη·
ローマ人には、あなた自身も知っているように、地元の多くの若者がおり、彼らから党派的な争いの部分が取り除かれるならば ―― そして、これはまさにこの戦争のために今、強い必然性によって起こるであろう。
γενήσεται δὲ τοῦτο κατὰ πολλὴν ἀνάγκην νυνὶ διὰ τόνδε τὸν πόλεμον, πάντα γὰρ ὑπὸ δέους κοινοῦ συνίστασθαι φιλεῖ τὰ διάφορα· οὐχ ὅτι Οὐολοῦσκοι κρατήσουσιν, ἀλλʼ οὐδὲ ἄλλο τῶν κατὰ τὴν Ἰταλίαν ἐθνῶν οὐθέν·
なぜなら、共通の恐怖のもとでは、対立していたすべてのものが一致団結するのが常であるからである ―― ウォルスキ人が打ち勝つことはおろか、イタリアの他のどの民族も打ち勝つことはできないであろう。
πολλὴ δʼ ἡ Λατίνων καὶ τῶν ἄλλων συμμάχων τε καὶ ἀποίκων τῆς πόλεως ἰσχύς, ἣν ὀλίγου πᾶσαν ἐπίκουρον ἥξειν προσδέχου·
さらに、ラティウム人や、この都市の他の同盟者や入植者たちの大きな力があり、そのほとんどすべてが援軍として遠からず来るであろうと予期しなさい。
στρατηγοί τε οἷος σὺ καὶ πρεσβύτεροι καὶ νέοι τοσοῦτοι τὸ πλῆθος, ὅσοι παρὰ πάσαις οὐκ εἰσὶ ταῖς ἄλλαις πόλεσι.
また、あなたのような将軍たち、また長老たちや若者たちも、これほど多数存在しており、それほどの数は他のすべての都市を合わせたほどにも存在しない。
§8.26.3μεγίστη δὲ πασῶν βοήθεια καὶ τὰς ἐν τοῖς δεινοῖς ἐλπίδας οὐδέποθʼ ἡμῶν ψευσαμένη συμπάσης τʼ ἀμείνων ἀνθρωπίνης ἰσχύος, ἡ παρὰ τῶν θεῶν εὔνοια, διʼ οὓς οὐ μόνον ἐλευθέραν εἰς τόδε χρόνου τὴν πόλιν τήνδε οἰκοῦμεν ὀγδόην ἤδη τὴν νῦν γενεάν, ἀλλὰ καὶ εὐδαίμονα καὶ πολλῶν ἐθνῶν ἄρχουσαν.
そして、すべての中で最大の助けであり、危難における私たちの希望を一度も裏切ったことがなく、人間のあらゆる力よりも優れているものは、神々からの好意である。 神々のおかげで、私たちは今日に至るまでこの都市を自由の身として(今や第8世代にわたって)住んでいるだけでなく、幸福であり、多くの民族を支配しているのである。
§8.26.4μὴ δὲ Πεδανοῖς ἡμᾶς εἰκάσῃς μηδὲ Τολερίνοις μηδὲ τοῖς ἄλλοις μικροπολίταις, ὧν κατέσχες τὰ πολίχνια·
私たちをペドゥム市民やトレリヌム市民、あるいはあなたがその要塞を占領した他の小都市の市民たちと同一視してはならない。
καὶ γὰρ ἥττων ἄν τίς σου στρατηγὸς καὶ ἀπʼ ἐλάττονος ἢ τοσαύτης στρατιᾶς ὀλιγανθρωπίαν καὶ φαυλότητα ἐρυμάτων ἐβιάσατο·
というのも、あなたより劣る将軍であっても、これほど多くの軍隊よりも少ない手勢で、人口の少なさや防壁の脆弱さを力づくで克服できたであろうからである。
ἀλλʼ ἐνθυμοῦ τὸ μέγεθος τῆς πόλεως καὶ τὴν λαμπρότητα τῶν ἐν τοῖς πολέμοις πράξεων καὶ τὴν ἐκ τοῦ θείου παροῦσαν αὐτῇ τύχην,
そうではなく、この都市の規模、戦争における諸々の行為の輝かしさ、そして神的なものからこの都市にもたらされている幸運を考慮しなさい。
§8.26.5δι’ ἣν ἐκ μικρᾶς τοσαύτη γέγονε.
その幸運のおかげで、この都市は小さなものからこれほど大きなものになったのである。
καὶ τὴν σεαυτοῦ δύναμιν, ἣν ἄγων ἔργῳ τοσῷδε ἐπιχειρεῖς, μὴ νόμιζε ἠλλάχθαι, ἀλλὰ μέμνησο ἀκριβῶς, ὅτι Οὐολούσκων τε καὶ Αἰκανῶν στρατιὰν ἐπάγῃ, οὓς ἡμεῖς οἵδε ἐν πολλαῖς ἐνικῶμεν μάχαις, ὁσάκις ἡμῖν ἐτόλμησαν εἰς πόλεμον καταστῆναι·
また、あなたが率いてこれほど大きな企てに挑んでいるあなた自身の軍事力を、性質が変わったと思ってはならない。 むしろ、あなたがウォルスキ人やアイクイ人の軍勢を率いていることをはっきりと覚えておきなさい。 彼らは、我々が多くの戦いで打ち破ってきた者たちであり、彼らが我々に対して戦争を挑む勇気を持ったときはいつもそうであった。
ὥστε σὺν τοῖς χείροσιν ἀγωνίζεσθαι μέλλων ἴσθι πρὸς τοὺς κρείττονας καὶ σὺν τοῖς ἡττωμένοις διὰ παντὸς πρὸς τοὺς νικῶντας ἀεί.
それゆえ、より劣る者たちとともに、より優れた者たちに対して戦おうとしており、常に敗北してきた者たちとともに、常に勝利してきた者たちに対して戦おうとしているのだと知るがよい。
§8.26.6εἰ δὲ δὴ τἀναντία τούτων ἦν, ἐκεῖνό γέ τοι θαυμάζειν ἄξιον, πῶς λέληθέ σε πολεμικῶν ὄντα πραγμάτων ἔμπειρον, ὅτι τὸ παρὰ τὰ δεινὰ εὔτολμον οὐκ ἐξ ἴσου παραγίνεσθαι φιλεῖ τοῖς θʼ ὑπὲρ οἰκείων ἀγαθῶν ἀγωνιζομένοις καὶ τοῖς ἐπὶ τἀλλότρια πορευομένοις·
仮にこれらの反対であったとしても、戦争の諸事に経験を積んでいるあなたに、次のことがどのようにして見過ごされてしまったのかは実に驚くべきことである。 すなわち、危難に直面したときの大胆さは、自分の所有する善きもののために戦う者たちと、他人のものを求めて進軍する者たちに、等しくは生じないのが常であるということである。
οἱ μέν γʼ οὐδέν, ἐὰν μὴ κατορθώσωσι, βλάπτονται, τοῖς δʼ οὐδέν, ἐὰν πταίσωσι, καταλείπεται·
一方は、たとえ成功しなくても、何も失わないが、他方には、もし失敗すれば、何も残されないのである。
καὶ τοῦ σφάλλεσθαι τὰς μεγάλας δυνάμεις ὑπὸ τῶν ἐλαττόνων καὶ τὰς κρείττους ὑπὸ τῶν φαυλοτέρων τοῦτʼ ἐν τοῖς μάλιστʼ αἴτιον ἦν.
そして、大軍がより小さな軍に、より強力な軍がより劣る軍に敗北することの、最大の原因はこれであった。
δεινὴ γὰρ ἡ ἀνάγκη, καὶ ὁ περὶ τῶν ἐσχάτων κίνδυνος ἱκανὸς θάρσος ἐνθεῖναί τινι καὶ μὴ προϋπάρχον φύσει.
なぜなら、必然性は恐るべきものであり、窮地に関する危険は、生まれつき備わっていなかった者にも十分な勇気を与えるのに十分だからである。
εἶχον ἔτι πλείω λέγειν ὑπὲρ τοῦ ἀδυνάτου, ἀλλὰ καὶ ταῦθʼ ἱκανά.
不可能性についてはさらに多くを語ることもできたが、これらだけでも十分である。