§8.24.1ἀρχέτω δʼ ὁ περὶ τῶν δικαίων λόγος.
そして、正義に関する議論から始めよう。
συνέστη τὸ δημοτικὸν ἐπὶ σοὶ παροξυνθὲν ὑπὸ τῶν δημάρχων, καὶ ἧκον ὡς ἀποκτενοῦντές σε ἄκριτον, οἷς φοβερὸς ἦσθα.
平民たちは護民官たちによって扇動されてあなたに対して結束し、あなたを恐怖の的としていた彼らは、あなたを裁判にかけることなく殺そうとやって来た。
τοῦτο τὸ ἔργον ἐκωλύσαμεν ἡμεῖς οἱ ἐκ τοῦ συνεδρίου καὶ παρέσχομέν σοι μηθέν, ὃ μὴ δίκαιον ἦν τότε παθεῖν.
この行為を元老院のメンバーである私たちが阻止し、当時被るべきでなかったいかなる不当なこともあなたが被らないようにした。
μετὰ τοῦτο προὐκαλοῦντό σε οἱ κωλυθέντες ἀνελεῖν ἐπὶ δίκην, αἰτιασάμενοι πονηροὺς κατʼ αὐτῶν εἰπεῖν ἐν τῇ βουλῇ λόγους.
この後、殺害を阻止された者たちは、あなたが元老院において彼らに対して有害な発言をしたと告発して、あなたを裁判へと呼び出した。
§8.24.2ἐνέστημεν καὶ πρὸς τοῦτο, ὡς οἶσθα, καὶ οὐκ ἐπετρέψαμεν οὔτε γνώμης οὔτε λόγων ὑποσχεῖν σε δίκας.
私たちがこれに対しても反対したことは、あなたも知っている通りであり、あなたの意見についても発言についても、あなたが裁判で責任を問われることを私たちは許さなかった。
ἀποτυχόντες καὶ τούτου τελευτῶντες ἧκον ἐφʼ ἡμᾶς αἰτιώμενοί σε τυραννίδι ἐπιχειρεῖν.
これにも失敗したため、彼らは最後には、あなたが僭主になろうと企てていると告発して、私たちのところへとやって来た。
ταύτην αὐτὸς ὑπέμεινας ἀπολογήσασθαι τὴν αἰτίαν, ἐπειδὴ πάμπολυ ἀπεῖχες αὐτῆς, καὶ παρέσχες τοῖς δημοτικοῖς περὶ σεαυτοῦ τὴν ψῆφον ἀναλαβεῖν.
あなた自身、この容疑からきわめて遠く離れていたため、この告発に対して弁明することを承諾し、平民たちが自分自身について投票を行うことを許したのである。
§8.24.3ἡ βουλὴ δὲ καὶ τότε παρῆν καὶ πολλὰς ἐποιεῖτο δεήσεις περὶ σοῦ.
元老院もまた当時そこにおり、あなたのために多くの嘆願を行った。
τίνος οὖν ἡμεῖς οἱ πατρίκιοι τῶν συμβεβηκότων σοι κακῶν γεγόναμεν αἴτιοι, καὶ διὰ τί πολεμεῖς ἡμῖν τοσαύτην εὔνοιαν ἀποδειξαμένοις περὶ σὲ κατὰ τὸν τότε ἀγῶνα;
それなら、私たちパトリキは、あなたに起こった災いのうちの何に対して原因となったというのか。 そして、当時の闘争においてあなたに対してこれほど大きな好意を示した私たちに対して、なぜあなたは戦いを挑むのか。
ἀλλὰ μὴν οὐδὲ τὸ δημοτικὸν ἅπαν ἐξελασθῆναί σε βουλόμενον εὑρέθη·
それどころか、平民のすべてがあなたの追放を望んでいたわけではないことも判明している。
δυσὶ γοῦν ψήφοις ἑάλως μόναις, ὥστʼ οὐδὲ τούτοις ἂν εἴης σὺν δίκῃ πολέμιος, οἵ σε ὡς οὐδὲν ἀδικοῦντα ἀπέλυσαν.
実際、あなたはわずか二票の差で有罪になったのである。 したがって、あなたを何ら不義を行っていないものとして無罪とした人々に対しても、あなたが正義にかなって敵となることはないはずだ。
§8.24.4τίθημι δʼ, εἰ βούλει, πᾶσι μὲν τοῖς δημόταις δόξαν, ὅλῃ δὲ τῇ βουλῇ φανὲν ταύτῃ χρήσασθαί σε τῇ συμφορᾷ, καὶ δίκαιον εἶναί σου τὸ πρὸς ἅπαντας ἡμᾶς μῖσος·
しかし、もしあなたが望むなら、すべての平民にそう決議され、元老院全体にとってもあなたがこの災難を被ることが当然であると思われ、私たち全員に対するあなたの憎しみが正当であると仮定しよう。
ἀλλʼ αἱ γυναῖκές σε, ὦ Μάρκιε, τί δεινὸν εἰργάσαντο, ἀνθʼ ὅτου πολεμεῖς αὐταῖς;
だが、マルキオスよ、女たちはあなたに何かひどいことをしただろうか、何のために彼女たちと戦うのか。
ποίαν ἐπενέγκασαι περὶ φυγῆς ψῆφον ἢ τίνας εἰποῦσαι κατὰ σοῦ πονηροὺς λόγους;
彼女たちがあなたの追放についてどのような票を投じ、あるいはあなたに対してどのような悪口を言ったというのか。
§8.24.5τί δʼ οἱ παῖδες ἡμῶν δράσαντες ἢ διανοηθέντες ἀδικεῖν περὶ σοῦ κινδυνεύουσιν ὑπὲρ αἰχμαλωσίας καὶ τῶν ἄλλων, ἃ παθεῖν αὐτοὺς εἰκός, ἐὰν ἡ πόλις ἁλῷ;
また、私たちの子供たちは、あなたに対して不義を行うために何かをしたり、企てたりしただろうか。 それなのに、もし都市が占領されたならば彼らが被るであろう、捕虜となることやその他の危険に彼らはさらされている。
οὐ τὰ δίκαια διαιτᾷς, ὦ Μάρκιε, καὶ εἰ τοῦτον οἴει δεῖν τὸν τρόπον τὰ ὑπαίτια καὶ ἐχθρὰ μισεῖν, ὥστε μηδὲ τῶν ἀναιτίων φείδεσθαι καὶ φιλίων, οὐκ ἄρα τὰ προσήκοντα ἀνδρὶ ἀγαθῷ §8.24.6φρονεῖς.
あなたは正義を裁定していない、マルキオスよ。 もし、罪のある者や敵対する者を、罪のない者や友好的な者さえも容赦しないほどに憎むべきだとあなたが考えているなら、あなたは善い男にふさわしい考え方をしていないのである。
ἵνα δὲ πάντα ταῦτα ἀφῶ, τί ἂν ἔχοις εἰπεῖν, ὦ πρὸς Διός, εἴ τις ἔροιτό σε, τοὺς δὲ δὴ τάφους τῶν προγόνων τί παθὼν ἀνασκάπτεις καὶ τιμάς, ἃς κομίζονται παρʼ ἀνθρώπων, ἀφαιρῇ;
しかし、これらすべてを脇に置くとしても、ゼウスにかけて、もし誰かがあなたにこう尋ねたら、あなたは何と言えるだろうか。 『先祖の墓を、あなたは何を被って暴き、彼らが人々から受けている敬意を奪うのか。
θεῶν δὲ βωμοὺς καὶ τεμένη καὶ νεὼς τίνος ἀδικήματος ὀργῇ συλᾷς καὶ κατακαίεις καὶ ἀνατρέπεις καὶ σεβασμῶν οὐκ ἐᾷς τυγχάνειν τῶν νομίμων;
また、神々の祭壇や聖域や神殿を、いかなる不正に対する怒りによって略奪し、焼き払い、覆し、慣例の崇拝を受けることを許さないのか。
τί πρὸς ταῦτα φαίης ἄν;
』これらに対して、あなたは何と言えるだろうか。
ἐγὼ μὲν γὰρ οὐδὲν ὁρῶ.
私には何も見当たらない。
§8.24.7ταῦτά σοι περί τε ἡμῶν αὐτῶν, ὦ Μάρκιε, τῶν ἐκ τοῦ συνεδρίου καὶ περὶ τῶν ἄλλων πολιτῶν, οὓς ἀπολέσαι προθυμῇ κακὸν οὐδὲν ὑπʼ αὐτῶν πεπονθώς, τάφων τε καὶ ἱερῶν καὶ πόλεως τῆς γειναμένης τε καὶ θρεψαμένης τὰ δίκαια εἰρήσθω.
マルキオスよ、私たち元老院のメンバー自身について、また、あなたが何の害も被っていないのに滅ぼそうと熱望している他の市民たちについて、さらには墓、神殿、そしてあなたを生み育てた都市について、これらのことが正義の観点から言われたものとしておこう。