§7.8.1ταῦτʼ εἰπὼν καὶ θαυμαστῶν ἅπαντας ἐμπλήσας ἐλπίδων τοὺς δημοτικοὺς δύο τὰ κάκιστα τῶν ἐν ἀνθρώποις καθίσταται πολιτευμάτων, οἷς ἅπασα χρῆται προοιμίοις τυραννίς, γῆς ἀναδασμὸν καὶ χρεῶν ἄφεσιν·
こう語り、民衆派の者たちをすべて素晴らしい希望で満たすと、彼は、すべての僭主政治が前置きとして用いる、人間社会における最悪の二つの国策、すなわち土地の再分配と債務の免除を導入した。
τούτων δὲ τὴν ἐπιμέλειαν αὐτὸς ἀμφοτέρων ὑπισχνεῖται ποιήσεσθαι στρατηγὸς ἀποδειχθεὶς αὐτοκράτωρ, ἕως ἐν ἀσφαλεῖ τὰ κοινὰ γένηται καὶ δημοκρατικὴν §7.8.2καταστήσωνται πολιτείαν.
そして、自分が実権をもつ独裁将軍に任命された暁には、公共の事柄が安全な状態になり、民衆が民主的な国制を確立するまでの間、自らこれら両方の事柄の処理を引き受けることを約束した。
ἀσμένως δὲ τοῦ δημοτικοῦ καὶ πονηροῦ πλήθους τὴν ἁρπαγὴν τῶν ἀλλοτρίων δεξαμένου λαβὼν τὴν αὐτοκράτορα ἀρχὴν αὐτὸς παρʼ ἑαυτοῦ ἕτερον ἐπιφέρει βούλευμα, διʼ οὗ παρακρουσάμενος αὐτοὺς ἁπάντων ἀφείλετο τὴν ἐλευθερίαν.
民衆および邪悪な群衆が他人の財産の略奪を喜んで受け入れると、彼は独裁的な権力を自ら独断で手中に収め、次なる計略を持ち出して、彼らを欺いてすべての自由を奪い去った。
σκηψάμενος γὰρ ὑποπτεύειν ταραχὰς καὶ ἐπαναστάσεις ἐκ τῶν πλουσίων εἰς τοὺς δημοτικοὺς διὰ τὸν ἀναδασμὸν τῆς γῆς καὶ τὰς τῶν δανείων ἀφέσεις, ἵνα μὴ γένοιτο πόλεμος ἐμφύλιος μηδὲ φόνοι πολιτικοί, μίαν εὑρίσκειν ἔφη πρὶν εἰς τὰ δεινὰ ἐλθεῖν φυλακήν, εἰ τὰ ὅπλα προενέγκαντες ἐκ τῶν οἰκιῶν ἅπαντες τοῖς θεοῖς καθιερώσειαν, ἵνα κατὰ τῶν ἔξωθεν ἐπιόντων πολεμίων ἔχοιεν αὐτοῖς, ὅταν ἀνάγκη τις καταλάβῃ, χρῆσθαι καὶ μὴ καθʼ ἑαυτῶν, κεῖσθαι δʼ αὐτὰ τέως παρὰ τοῖς θεοῖς ἐν καλῷ.
というのも、土地の再分配と負債の免除のせいで、富裕層から民衆に対して混乱や蜂起が起こるのではないかと疑っていると偽り、内乱や市民同士の虐殺が起きないようにするためには、惨事に至る前に、ただ一つの防衛策があるだけだと述べたからである。 それは、全員が家々から武器を持ち出して神々に捧げることであり、そうすれば、外部から襲撃してくる敵に対して、何らかの必要が生じたときにそれらを使用することができ、市民同士で争うために使われることはなく、またそれまでは神々のもとで好都合な場所に保管されることになる、というものであった。
§7.8.3ὡς δὲ καὶ τοῦτʼ ἐπείσθησαν, αὐθημερὸν ἁπάντων παρελόμενος Κυμαίων τὰ ὅπλα ταῖς ἑξῆς ἡμέραις ἔρευναν ἐποιεῖτο τῶν οἰκιῶν, ἐν αἷς πολλοὺς καὶ ἀγαθοὺς ἀποκτείνας τῶν πολιτῶν, ὡς οὐχ ἅπαντα τοῖς θεοῖς ἀποδείξαντας τὰ ὅπλα, μετὰ ταῦτα φυλακαῖς τρισὶ κρατύνεται τὴν τυραννίδα·
彼らがこのことにも説得されると、彼は同日のうちにクマイ人全員から武器を奪い去り、続く数日間に家々の捜索を行った。 その中で、武器のすべてを神々に対して提示しなかったという口実で、多くの優れた市民を殺害した。 この後、彼は三つの護衛隊によって僭主政治を強固なものにした。
ὧν ἦν μία μὲν ἐκ τῶν ῥυπαρωτάτων πολιτῶν, μεθʼ ὧν κατέλυσε τὴν ἀριστοκρατικὴν πολιτείαν, ἑτέρα δʼ ἐκ τῶν ἀνοσιωτάτων δούλων, οὓς αὐτὸς ἠλευθέρωσεν ἀποκτείναντας τοὺς αὑτῶν δεσπότας, τρίτη δὲ μισθοφόρος ἐκ τῶν ἀγριωτάτων βαρβάρων·
そのうちの一つは、それとともに彼が貴族政を打倒した、最も卑しい市民たちから成るものであり、もう一つは、彼自らが解放した、自身の主人たちを殺害した最も不敬な奴隷たちから成るもので、第三のものは、最も獰猛な野蛮人から成る傭兵隊であった。
οὗτοι δισχιλίων οὐκ ἐλάττους ἦσαν καὶ τὰ πολέμια μακρῷ τῶν §7.8.4ἄλλων ἀμείνους.
彼らは二千人を下回らず、軍事においては他よりもはるかに優れていた。
ὧν δʼ ἀπέκτεινεν ἀνδρῶν τὰς εἰκόνας ἀνελὼν ἐκ παντὸς ἱεροῦ καὶ βεβήλου τόπου, φέρων εἰς τοὺς αὐτοὺς τόπους τὰς ἰδίας ἀντʼ ἐκείνων ἀνέστησεν·
彼は、自分が殺害した男たちの肖像を、あらゆる聖なる場所および俗なる場所から撤去し、それらの同じ場所に、彼らの代わりに自分自身の肖像を運んできて建てた。
οἰκίας δʼ αὐτῶν καὶ κλήρους καὶ τὴν λοιπὴν ὕπαρξιν ἀναλαβών, ἐξελόμενος χρυσὸν καὶ ἄργυρον καὶ εἴ τι ἄλλο τυραννίδος ἦν ἄξιον κτῆμα, τὰ λοιπὰ τοῖς συγκατασκευάσασι τὴν ἀρχὴν ἐχαρίσατο, πλείστας δὲ καὶ μεγίστας δωρεὰς τοῖς ἀποκτείνασι τοὺς ἑαυτῶν δεσπότας ἐδίδου·
そして、彼らの家や土地、その他の財産を没収し、金や銀、その他僭主政治にふさわしい財産を選び出すと、残りのものを支配体制の樹立に協力した者たちに分け与え、自分の主人を殺害した者たちには、極めて多くかつ最大の贈り物を授けた。
οἱ δʼ ἠξίουν ἔτι καὶ γυναιξὶ τῶν δεσποτῶν καὶ θυγατράσι συνοικεῖν.
そして彼らは、主人の妻や娘たちと婚姻することさえも要求したのである。