§7.8.1ταῦτʼ εἰπὼν καὶ θαυμαστῶν ἅπαντας ἐμπλήσας ἐλπίδων τοὺς δημοτικοὺς δύο τὰ κάκιστα τῶν ἐν ἀνθρώποις καθίσταται πολιτευμάτων, οἷς ἅπασα χρῆται προοιμίοις τυραννίς, γῆς ἀναδασμὸν καὶ χρεῶν ἄφεσιν·
说完这些话并让所有平民心中充满了美好的希望之后,他推行了人类社会中最恶劣的两种政治措施——这也是所有僭主政治用来作为开场的口实:重新分配土地和免除债务。
τούτων δὲ τὴν ἐπιμέλειαν αὐτὸς ἀμφοτέρων ὑπισχνεῖται ποιήσεσθαι στρατηγὸς ἀποδειχθεὶς αὐτοκράτωρ, ἕως ἐν ἀσφαλεῖ τὰ κοινὰ γένηται καὶ δημοκρατικὴν §7.8.2καταστήσωνται πολιτείαν.
他承诺,一旦自己被任命为拥有全权的主帅,他将亲自负责这两项事务,直到公共事务处于安全状态、平民建立起民主的政体为止。
ἀσμένως δὲ τοῦ δημοτικοῦ καὶ πονηροῦ πλήθους τὴν ἁρπαγὴν τῶν ἀλλοτρίων δεξαμένου λαβὼν τὴν αὐτοκράτορα ἀρχὴν αὐτὸς παρʼ ἑαυτοῦ ἕτερον ἐπιφέρει βούλευμα, διʼ οὗ παρακρουσάμενος αὐτοὺς ἁπάντων ἀφείλετο τὴν ἐλευθερίαν.
当平民和邪恶的群众多欢天喜地地接受了对他人财产的掠夺时,他自行攫取了独裁权力,随即抛出另一个阴谋,借此欺骗他们并剥夺了他们所有的自由。
σκηψάμενος γὰρ ὑποπτεύειν ταραχὰς καὶ ἐπαναστάσεις ἐκ τῶν πλουσίων εἰς τοὺς δημοτικοὺς διὰ τὸν ἀναδασμὸν τῆς γῆς καὶ τὰς τῶν δανείων ἀφέσεις, ἵνα μὴ γένοιτο πόλεμος ἐμφύλιος μηδὲ φόνοι πολιτικοί, μίαν εὑρίσκειν ἔφη πρὶν εἰς τὰ δεινὰ ἐλθεῖν φυλακήν, εἰ τὰ ὅπλα προενέγκαντες ἐκ τῶν οἰκιῶν ἅπαντες τοῖς θεοῖς καθιερώσειαν, ἵνα κατὰ τῶν ἔξωθεν ἐπιόντων πολεμίων ἔχοιεν αὐτοῖς, ὅταν ἀνάγκη τις καταλάβῃ, χρῆσθαι καὶ μὴ καθʼ ἑαυτῶν, κεῖσθαι δʼ αὐτὰ τέως παρὰ τοῖς θεοῖς ἐν καλῷ.
因为他假装怀疑富人会由于土地重分和债务免除而对平民发起骚乱和反抗,为了不发生内战和市民间的屠杀,声称在灾难降临之前他只找到了一个防范手段:如果所有人把武器从家里拿出来献给神明,以便在遭遇某些紧急情况时能用来对付外来侵袭的敌人,而不是用于自相残杀,并且在此期间,这些武器可以保存在神明那里一个妥当的地方。
§7.8.3ὡς δὲ καὶ τοῦτʼ ἐπείσθησαν, αὐθημερὸν ἁπάντων παρελόμενος Κυμαίων τὰ ὅπλα ταῖς ἑξῆς ἡμέραις ἔρευναν ἐποιεῖτο τῶν οἰκιῶν, ἐν αἷς πολλοὺς καὶ ἀγαθοὺς ἀποκτείνας τῶν πολιτῶν, ὡς οὐχ ἅπαντα τοῖς θεοῖς ἀποδείξαντας τὰ ὅπλα, μετὰ ταῦτα φυλακαῖς τρισὶ κρατύνεται τὴν τυραννίδα·
当他们在这件事上也被说服后,他便在当天收缴了所有库迈人的武器,并在接下来的几天里对房屋进行了搜查。 在搜查中,他以没有向神明交出全部武器为借口,杀害了许多优秀的市民,此后他用三支护卫队巩固了自己的僭主统治。
ὧν ἦν μία μὲν ἐκ τῶν ῥυπαρωτάτων πολιτῶν, μεθʼ ὧν κατέλυσε τὴν ἀριστοκρατικὴν πολιτείαν, ἑτέρα δʼ ἐκ τῶν ἀνοσιωτάτων δούλων, οὓς αὐτὸς ἠλευθέρωσεν ἀποκτείναντας τοὺς αὑτῶν δεσπότας, τρίτη δὲ μισθοφόρος ἐκ τῶν ἀγριωτάτων βαρβάρων·
其中一支是由最下贱的市民组成的,他曾伙同这些人推翻了贵族政体;另一支由最不虔敬的奴隶组成,这些奴隶在杀死自己的主人后被他亲自释放并给予自由;第三支则是最凶悍的蛮族雇佣兵。
οὗτοι δισχιλίων οὐκ ἐλάττους ἦσαν καὶ τὰ πολέμια μακρῷ τῶν §7.8.4ἄλλων ἀμείνους.
他们不少于两千人,在军事上远远优于其他人。
ὧν δʼ ἀπέκτεινεν ἀνδρῶν τὰς εἰκόνας ἀνελὼν ἐκ παντὸς ἱεροῦ καὶ βεβήλου τόπου, φέρων εἰς τοὺς αὐτοὺς τόπους τὰς ἰδίας ἀντʼ ἐκείνων ἀνέστησεν·
他将那些被他杀害之人的雕像从所有的神圣和世俗场所中拆除,并在那些相同的地方立起自己的雕像来代替他们。
οἰκίας δʼ αὐτῶν καὶ κλήρους καὶ τὴν λοιπὴν ὕπαρξιν ἀναλαβών, ἐξελόμενος χρυσὸν καὶ ἄργυρον καὶ εἴ τι ἄλλο τυραννίδος ἦν ἄξιον κτῆμα, τὰ λοιπὰ τοῖς συγκατασκευάσασι τὴν ἀρχὴν ἐχαρίσατο, πλείστας δὲ καὶ μεγίστας δωρεὰς τοῖς ἀποκτείνασι τοὺς ἑαυτῶν δεσπότας ἐδίδου· οἱ δʼ ἠξίουν ἔτι καὶ γυναιξὶ τῶν δεσποτῶν καὶ θυγατράσι συνοικεῖν.
他没收了他们的房屋、土地和其他财产,挑出金银以及其他任何配得上僭主统治的资产后,将剩余的东西恩赐给那些协助他建立政权的人,并且将最多、最大的赏赐给予了那些杀死自己主人的人;而这些人甚至还要求与主人的妻子和女儿们同居。