§7.7.1οὓς συνεργοὺς καὶ συναγωνιστὰς λαβὼν καὶ ἃ δεήσει πράττειν ἑκάστοις ὑποθέμενος τοῖς τʼ αἰχμαλώτοις, οὓς ἐπήγετο, προῖκα δοὺς τὴν ἐλευθερίαν, ἵνα καὶ τὴν ἐκείνων εὔνοιαν προσλάβῃ, κατέπλει κεκοσμημέναις ταῖς ναυσὶν εἰς τοὺς τῶν Κυμαίων λιμένας.
彼らを協力者および共闘者として得て、各自に果たすべき任務を指示し、また連れてきていた捕虜たちには、彼らの好意をもさらに獲得するために無償で自由を与えると、彼は飾り立てられた船々でクマイ人の港に帰港した。
οἱ δὲ τῶν στρατευομένων πατέρες τε καὶ μητέρες καὶ πᾶσα ἡ ἄλλη συγγένεια, παιδία τε καὶ γαμεταὶ γυναῖκες, ὑπήντων ἐξιοῦσιν αὐτοῖς μετὰ δακρύων περιπλεκόμενοι καὶ καταφιλοῦντες καὶ ταῖς ἡδίσταις ἕκαστον ἀνακαλούμενοι προσηγορίαις.
従軍していた者たちの父親や母親、その他すべての親族、子供たち、そしてめとられた妻たちは、船から降りてくる彼らを出迎え、涙ながらに抱きつき、口づけし、各自を最も愛おしい呼び名で呼びかけた。
§7.7.2καὶ ἡ ἄλλη δὲ πληθὺς ἡ κατὰ τὴν πόλιν ἅπασα χαρᾷ καὶ κρότῳ δεξιουμένη τὸν ἡγεμόνα προὔπεμπεν εἰς οἶκον ἀπιόντα.
また、市内の他のすべての群衆も、喜びと拍手をもって将軍を歓迎しつつ、家へと帰る彼を送り届けた。
ἐφʼ οἷς οἱ προεστηκότες τῆς πόλεως ἀνιώμενοι, μάλιστα δʼ οἱ τὴν στρατηγίαν αὐτῷ παραδόντες καὶ τἆλλα τὰ πρὸς τὸν ὄλεθρον μηχανησάμενοι, πονηροὺς ὑπὲρ τοῦ μέλλοντος εἶχον διαλογισμούς.
これらに対して都市の指導者たちは苦悩し、とりわけ彼に将軍職を委ね、その他彼の破滅に向けた計略を企てた者たちは、将来について不吉な懸念を抱いた。
§7.7.3ὁ δὲ διαλιπὼν ὀλίγας τινὰς ἡμέρας, ἐν αἷς τὰς εὐχὰς ἀπεδίδου τοῖς θεοῖς καὶ τὰς ὑστεριζούσας ὁλκάδας ἀνεδέχετο, ἐπειδὴ καιρὸς ἦν, ἔφη βούλεσθαι τὰ πραχθέντα κατὰ τὸν ἀγῶνα πρὸς τὴν βουλὴν ἀπαγγεῖλαι καὶ τὰ ἐκ τοῦ πολέμου λάφυρα ἀποδεῖξαι.
しかし彼(アリストデモス)は数日を置き、その間に神々への誓いを果たし、遅れていた商船を迎えたが、好機が訪れたとき、戦いにおいてなされたことを評議会に報告し、戦争による戦利品を提示することを望むと述べた。
συνελθόντων δὲ τῶν ἐν τέλει κατὰ πλῆθος εἰς τὸ βουλευτήριον ὁ μὲν ἐδημηγόρει παρελθὼν καὶ πάντα τὰ γενόμενα κατὰ τὴν μάχην διεξῄει, οἱ δὲ παρασκευασθέντες ὑπʼ αὐτοῦ συνεργοὶ τῆς ἐπιθέσεως ἔχοντες ὑπὸ τοῖς ἱματίοις ξίφη κατὰ πλῆθος εἰσδραμόντες εἰς τὸ βουλευτήριον ἀποσφάττουσιν ἅπαντας τοὺς ἀριστοκρατικούς.
政務官たちがこぞって評議場に集まると、彼は進み出て演説を行い、戦闘において生じたすべてのことを詳細に語った。 一方で、彼によってあらかじめ準備されていた襲撃の協力者たちは、上着の下に剣を携えており、大挙して評議場に乱入し、貴族派の者たちをことごとく惨殺した。
§7.7.4φυγὴ δʼ ἐγένετο μετὰ τοῦτο τῶν κατʼ ἀγορὰν καὶ δρόμος, τῶν μὲν ἐπὶ τὰς οἰκίας, τῶν δʼ ἔξω τῆς πόλεως, πλὴν τῶν συνειδότων τὴν ἐπίθεσιν·
この後、広場にいた人々の間に逃走と敗走が生じ、襲撃を知っていた者たちを除いて、ある者は家々へと、ある者は都市の外へと逃げた。
οὗτοι δὲ τὴν ἄκραν καὶ τὰ νεώρια καὶ τοὺς ἐρυμνοὺς τόπους τῆς πόλεως κατελάμβανον.
これら(襲撃を知っていた者たち)は、都市の砦、造船所、そして険固な場所を占拠した。
τῇ δʼ ἐπιούσῃ νυκτὶ λύσας ἐκ τῶν δεσμωτηρίων τοὺς ἐπιθανατίους πολλοὺς ὄντας καὶ καθοπλίσας ἅμα τοῖς ἄλλοις φίλοις, ἐν οἷς ἦσαν καὶ οἱ τῶν Τυρρηνῶν αἰχμάλωτοι, φυλακὴν ἐκ τούτων καθίσταται περὶ τὸ σῶμα.
翌日の夜、彼は監獄から多数に上る死刑囚たちを解放し、他の友たちとともに武装させ、その中にはエトルリア人の捕虜たちも含まれていたが、彼らから自身の身辺を守る護衛を組織した。
§7.7.5ἡμέρας δὲ γενομένης συγκαλέσας τὸν δῆμον εἰς ἐκκλησίαν καὶ πολλὴν κατηγορίαν διαθέμενος τῶν φονευθέντων ὑπʼ αὐτοῦ πολιτῶν, ἐκείνους μὲν ἔφη τετιμωρῆσθαι σὺν δίκῃ πολλάκις ἐπιβουλευθεὶς ὑπʼ αὐτῶν, τοῖς δʼ ἄλλοις πολίταις ἐλευθερίαν φέρων παρεῖναι καὶ ἰσηγορίαν καὶ ἄλλα πολλὰ ἀγαθά.
夜が明けると、彼は民衆を民会に召集し、彼によって殺害された市民たちに対する激しい非難を繰り広げ、彼らは何度も彼によって陰謀を企てられたために、正義に従って処罰されたのだと述べ、他の市民たちに対しては、自由と平等な発言権とその他多くの恩恵をもたらすために自分が参上しているのだと語った。