§7.6.1ὁ δʼ Ἀριστόδημος τοσοῦτον εἰπὼν μόνον, ὡς οὐ λέληθεν αὐτὸν ἡ διάνοια τῶν ἐχθρῶν, ὅτι λόγῳ μὲν ἐπὶ συμμαχίαν αὐτὸν ἀποστέλλουσιν, ἔργῳ δʼ εἰς προὖπτον ὄλεθρον, δέχεται μὲν τὴν στρατηγίαν, ἀναχθεὶς δʼ ἅμα τοῖς πρέσβεσι τῶν Ἀρικηνῶν διὰ ταχέων καὶ τὸ μεταξὺ πέλαγος ἐπιπόνως καὶ κινδυνωδῶς διανύσας ὁρμίζεται κατὰ τοὺς ἔγγιστα τῆς Ἀρικείας αἰγιαλούς·
アリストデモスは、言葉の上では彼を同盟軍派遣に送り出しているものの、実際には確実な破滅へと送り出しているのだという、敵たちの意図が自分に隠されていないことだけを単に述べると、将軍職を引き受け、アリキア人の使節たちとともに速やかに出航し、その間の海を苦難と危険を伴って渡りきって、アリキアに最も近い海岸に投錨した。
καὶ καταλιπὼν ἐν ταῖς ναυσὶ φυλακὴν ἀποχρῶσαν ἐν τῇ πρώτῃ νυκτὶ τὴν ἀπὸ θαλάσσης ὁδὸν οὐ πολλὴν οὖσαν διανύσας ἐπιφαίνεται τοῖς Ἀρικηνοῖς περὶ τὸν ὄρθρον ἀπροσδόκητος.
そして船に十分な守備兵を残し、最初の夜に、さほど長くはない海からの道を歩みきると、夜明け頃、思いがけずアリキア人たちの前に姿を現した。
§7.6.2θέμενος δὲ πλησίον αὐτῶν τὸν χάρακα καὶ τοὺς καταπεφευγότας εἰς τὰ τείχη πείσας προελθεῖν εἰς ὕπαιθρον προὐκαλεῖτο τοὺς Τυρρηνοὺς εὐθὺς εἰς μάχην.
そして彼らの近くに陣を構え、城壁の中に逃げ込んでいた者たちを説得して野外へ出てこさせると、すぐさまエトルリア人たちに戦いを挑んだ。
γενομένου δʼ ἐκ παρατάξεως ἀγῶνος καρτεροῦ οἱ μὲν Ἀρικηνοὶ βραχὺν πάνυ διαμείναντες χρόνον ἐνέκλιναν ἀθρόοι, καὶ γίνεται πάλιν εἰς τὸ τεῖχος αὐτῶν φυγή·
整列した戦闘による激しい激突が起こると、アリキア人たちはごくわずかな時間持ちこたえただけで一斉に退却し、再び彼らの城壁への敗走となった。
ὁ δʼ Ἀριστόδημος σὺν τοῖς περὶ αὐτὸν λογάσι Κυμαίων ὀλίγοις οὖσι πᾶν τὸ τοῦ πολέμου βάρος ὑποστὰς καὶ τὸν ἡγεμόνα τῶν Τυρρηνῶν αὐτοχειρίᾳ κτείνας τρέπει τοὺς ἄλλους εἰς φυγὴν καὶ §7.6.3νίκην ἀναιρεῖται πασῶν λαμπροτάτην.
しかしアリストデモスは、彼自身の周りの少数のクマイ人選り抜きの兵たちとともに、戦いの全重圧を引き受け、エトルリア人の指揮官を自らの手で殺して、他の者たちを敗走させ、最も輝かしい勝利を収めた。
διαπραξάμενος δὲ ταῦτα καὶ τιμηθεὶς ὑπὸ τῶν Ἀρικηνῶν πολλαῖς δωρεαῖς ἀπέπλει διὰ ταχέων αὐτὸς ἄγγελος τοῖς Κυμαίοις τῆς αὑτοῦ νίκης βουλόμενος γενέσθαι·
これらを成し遂げ、アリキア人たちから多くの贈り物で称えられた後、自らが自身の勝利の伝令となることを望んで、クマイ人のもとへと速やかに出航した。
εἵποντο δʼ αὐτῷ πολλαὶ πάνυ τῶν Ἀρικηνῶν ὁλκάδες τὰ λάφυρα καὶ τοὺς αἰχμαλώτους τῶν Τυρρηνῶν ἄγουσαι.
アリキア人のきわめて多くの商船が、戦利品とエトルリア人の捕虜を載せて彼に付き従った。
§7.6.4ὡς δὲ πλησίον ἐγένοντο τῆς Κύμης, ὁρμίσας τὰς ναῦς ἐκκλησίαν τοῦ στρατοῦ ποιεῖται, καὶ πολλὰ μὲν τῶν προεστηκότων τῆς πόλεως κατηγορήσας, πολλοὺς δὲ τῶν ἀνδραγαθησάντων κατὰ τὴν μάχην ἐπαίνους διελθὼν ἀργύριόν τε διαδοὺς αὐτοῖς κατʼ ἄνδρα καὶ τὰς παρὰ τῶν Ἀρικηνῶν δωρεὰς εἰς κοινὸν ἅπασι καταθεὶς ἠξίου μεμνῆσθαι τῶν εὐεργεσιῶν, ἂν καταπλεύσωσιν εἰς τὴν πατρίδα, καὶ ἄν τις αὐτῷ ποτε συμβαίνῃ κίνδυνος ἐκ τῆς ὀλιγαρχίας ὡς δύναμις ἑκάστῳ βοηθεῖν.
そしてクマイの近くに達したとき、船を停泊させて軍隊の集会を開き、都市の指導者たちを強く非難する一方、戦闘で勇敢に戦った者たちに多くの賛辞を述べ、彼らに一人ずつ金銭を配り、アリキア人たちからの贈り物を皆のための共有のものとして差し出して、祖国に帰港した暁にはこれらの恩義を忘れないように、そして過頭制の指導者たちから彼に万一危険が降りかかるようなことがあれば、各自ができる限りで援助するよう求めた。
§7.6.5ἁπάντων δὲ πολλὰς ὁμολογούντων αὐτῷ χάριτας εἰδέναι τῆς τʼ ἀνελπίστου σωτηρίας, ἣν διʼ ἐκεῖνον ἔσχον, καὶ τῆς ἐπὶ τὰ οἰκεῖα οὐ σὺν κεναῖς χερσὶν ἀφίξεως, καὶ τὰς ἑαυτῶν ψυχὰς θᾶττον ἢ τὴν ἐκείνου προήσεσθαι τοῖς ἐχθροῖς ἐπαγγειλαμένων, ἐπαινέσας αὐτοὺς ἀπέλυσε τὴν ἐκκλησίαν.
全員が、彼のおかげで得られた思いがけない救済と、空手でなく家路につけることについて、彼に大いに感謝していると表明し、彼の命よりも自分たちの命を先に敵に差し出すだろうと約束したので、彼らを称えて集会を解散した。
καὶ μετὰ τοῦτο καλῶν εἰς τὴν αὑτοῦ σκηνὴν τοὺς πονηροτάτους ἐξ αὐτῶν καὶ κατὰ χεῖρα γενναιοτάτους δωρεῶν τε δόσει καὶ λόγων φιλανθρωπίᾳ καὶ ταῖς ἅπαντας ἐξαπατώσαις ἐλπίσι διαφθείρας, ἑτοίμους ἔσχε συγκαταλῦσαι τὴν καθεστῶσαν πολιτείαν.
その後に、彼らのうちで最も品行が悪く、しかし腕力においては最も勇敢な者たちを自らの天幕に呼び、贈り物の授与、親切な言葉、そしてあらゆる人を欺く希望によって彼らを買収し、既存の国制をともに打倒する準備を整えさせた。