Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.7.1-7.7.5

阿里斯托德莫斯归国与屠杀元老院

第 509 段,共 962 段 · 希腊语

内容简介

阿里斯托德莫斯带着收买的同伙和获释的俘虏返回库迈,受到市民的热烈欢迎。随后,他召集议会,指使部下屠杀了贵族派议员,并武装获释的死刑犯作为自己的卫队,向公民大会宣告推翻寡头政治并许诺自由。

§7.7.1οὓς συνεργοὺς καὶ συναγωνιστὰς λαβὼν καὶ ἃ δεήσει πράττειν ἑκάστοις ὑποθέμενος τοῖς τʼ αἰχμαλώτοις, οὓς ἐπήγετο, προῖκα δοὺς τὴν ἐλευθερίαν, ἵνα καὶ τὴν ἐκείνων εὔνοιαν προσλάβῃ, κατέπλει κεκοσμημέναις ταῖς ναυσὶν εἰς τοὺς τῶν Κυμαίων λιμένας.
他将这些人收为帮手和共斗者,并向每个人交代了他们需要做的事情,同时向他带回的俘虏免费赐予自由,以便也能赢得他们的好意,随后他率领装扮一新的船队驶入库迈人的港口。
οἱ δὲ τῶν στρατευομένων πατέρες τε καὶ μητέρες καὶ πᾶσα ἡ ἄλλη συγγένεια, παιδία τε καὶ γαμεταὶ γυναῖκες, ὑπήντων ἐξιοῦσιν αὐτοῖς μετὰ δακρύων περιπλεκόμενοι καὶ καταφιλοῦντες καὶ ταῖς ἡδίσταις ἕκαστον ἀνακαλούμενοι προσηγορίαις.
参军者的父母、所有其他亲属、孩子们以及结发的妻子们,都迎向走下船来的他们,泪流满面地拥抱、亲吻,并用最甜蜜的称呼唤着每一个人。
§7.7.2καὶ ἡ ἄλλη δὲ πληθὺς ἡ κατὰ τὴν πόλιν ἅπασα χαρᾷ καὶ κρότῳ δεξιουμένη τὸν ἡγεμόνα προὔπεμπεν εἰς οἶκον ἀπιόντα.
城里的所有其他群众也用喜悦和掌声迎接这位将领,护送他回到家中。
ἐφʼ οἷς οἱ προεστηκότες τῆς πόλεως ἀνιώμενοι, μάλιστα δʼ οἱ τὴν στρατηγίαν αὐτῷ παραδόντες καὶ τἆλλα τὰ πρὸς τὸν ὄλεθρον μηχανησάμενοι, πονηροὺς ὑπὲρ τοῦ μέλλοντος εἶχον διαλογισμούς.
对此,城中的掌权者们感到忧心忡忡,特别是那些向他交出将领之职、并为他的毁灭策划了其他阴谋的人,对未来抱有不祥的预感。
§7.7.3ὁ δὲ διαλιπὼν ὀλίγας τινὰς ἡμέρας, ἐν αἷς τὰς εὐχὰς ἀπεδίδου τοῖς θεοῖς καὶ τὰς ὑστεριζούσας ὁλκάδας ἀνεδέχετο, ἐπειδὴ καιρὸς ἦν, ἔφη βούλεσθαι τὰ πραχθέντα κατὰ τὸν ἀγῶνα πρὸς τὴν βουλὴν ἀπαγγεῖλαι καὶ τὰ ἐκ τοῦ πολέμου λάφυρα ἀποδεῖξαι.
而他(阿里斯托德莫斯)在过了几天之后——在这些天里他向神明还了愿,并接纳了落后的商船——当时机成熟时,他声称自己希望向议会报告在战斗中的所作所为,并展示战争中的战利品。
συνελθόντων δὲ τῶν ἐν τέλει κατὰ πλῆθος εἰς τὸ βουλευτήριον ὁ μὲν ἐδημηγόρει παρελθὼν καὶ πάντα τὰ γενόμενα κατὰ τὴν μάχην διεξῄει, οἱ δὲ παρασκευασθέντες ὑπʼ αὐτοῦ συνεργοὶ τῆς ἐπιθέσεως ἔχοντες ὑπὸ τοῖς ἱματίοις ξίφη κατὰ πλῆθος εἰσδραμόντες εἰς τὸ βουλευτήριον ἀποσφάττουσιν ἅπαντας τοὺς ἀριστοκρατικούς.
当官员们大批聚集到议事厅时,他便走上前去发表演说,详细叙述了战斗中发生的一切,而由他准备好的袭击同谋者们在斗篷下藏着剑,成群地闯入议事厅,将所有的贵族派成员全部屠杀。
§7.7.4φυγὴ δʼ ἐγένετο μετὰ τοῦτο τῶν κατʼ ἀγορὰν καὶ δρόμος, τῶν μὲν ἐπὶ τὰς οἰκίας, τῶν δʼ ἔξω τῆς πόλεως, πλὴν τῶν συνειδότων τὴν ἐπίθεσιν· οὗτοι δὲ τὴν ἄκραν καὶ τὰ νεώρια καὶ τοὺς ἐρυμνοὺς τόπους τῆς πόλεως κατελάμβανον.
此后,广场上的人们纷纷逃跑和奔走,有的跑回家中,有的跑出城外,唯独那些预先知晓袭击计划的人除外;这些人占领了城堡、造船厂和城中的险固地带。
τῇ δʼ ἐπιούσῃ νυκτὶ λύσας ἐκ τῶν δεσμωτηρίων τοὺς ἐπιθανατίους πολλοὺς ὄντας καὶ καθοπλίσας ἅμα τοῖς ἄλλοις φίλοις, ἐν οἷς ἦσαν καὶ οἱ τῶν Τυρρηνῶν αἰχμάλωτοι, φυλακὴν ἐκ τούτων καθίσταται περὶ τὸ σῶμα.
在随后的夜里,他释放了牢房里的死刑犯(人数众多),并将他们与他的其他朋友们——其中也包括伊特鲁里亚人的俘虏——一同武装起来,用这些人组建了保护自己人身安全的护卫队。
§7.7.5ἡμέρας δὲ γενομένης συγκαλέσας τὸν δῆμον εἰς ἐκκλησίαν καὶ πολλὴν κατηγορίαν διαθέμενος τῶν φονευθέντων ὑπʼ αὐτοῦ πολιτῶν, ἐκείνους μὲν ἔφη τετιμωρῆσθαι σὺν δίκῃ πολλάκις ἐπιβουλευθεὶς ὑπʼ αὐτῶν, τοῖς δʼ ἄλλοις πολίταις ἐλευθερίαν φέρων παρεῖναι καὶ ἰσηγορίαν καὶ ἄλλα πολλὰ ἀγαθά.
天亮后,他召集民众召开大会,对被他杀害的市民进行了严厉的谴责,并声称那些人由于多次对他进行阴谋暗算,因而受到了公正的惩罚,而他来到这里,则是为了给其他市民带来自由、平等发言权以及许多其他福祉。

词汇与语法注释

  1. 1326οὓς — 连词性关系代名词,指代前一段(§7.6.5)结尾处被收买的“行径最恶劣但最为勇猛的人”。直译为“将这些人收为……”。
  2. 1326ὑπήντων ἐξιοῦσιν αὐτοῖς — 动词 ὑπαντάω 支配与格(ἐξιοῦσιν αὐτοῖς)。分词 ἐξιοῦσιν(ἔξειμι 的现在分词与格复数)指代从船上下陆的归还士兵们。
  3. 1327τῶν ἐν τέλει — 名词性惯用表达,意为“掌权者”、“官吏”或“政务官”,此处指库迈的贵族统治阶层。
  4. 1327ἐν οἷς ἦσαν καὶ οἱ τῶν Τυρρηνῶν αἰχμάλωτοι — 关系代名词 οἷς 以包含前文“死刑犯(τοὺς ἐπιθανατίους)”及“其他朋友(τοῖς ἄλλοις φίλοις)”的复数整体为先行词。这表明阿里斯托德莫斯将伊特鲁里亚俘虏(前一章中从阿里基亚带回的人)也编入了自己的私人卫队。
  5. 1328ἐπιβουλευθεὶς — 被动语态分词,在主格上与主句的隐含主语(ἔφη 的主语,即阿里斯托德莫斯)一致。此处被解释为表示原因的状语分词(“因为多次被他们暗算”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.7.1-7.7.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.7.1-7.7.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。