§7.64.1τοῦτο τὸ κατηγόρημα πολλὴν ἐποίησε τὴν ἐπὶ θάτερα μεταβολήν.
この告発は、反対の側への大きな心変わりを引き起こした。
οἱ μὲν γὰρ ἐπιεικέστεροί τε καὶ σπουδάζοντες ὑπὲρ ἀφέσεως τοῦ ἀνδρὸς μαλακώτεροι τούτων ἀκούσαντες ἐγένοντο, τὸ δὲ κακόηθες ἅπαν, ὃ τοῦ δήμου πλεῖστον μέρος ἦν, ἐκ παντὸς ἀπολέσαι τὸν ἄνδρα δήπου προθυμούμενον, ἔτι μᾶλλον εἰς ταῦτʼ ἐπερρώσθη μεγάλης ἀφορμῆς καὶ φανερᾶς §7.64.2λαβόμενον.
というのも、より穏健で、その男の釈放のために尽力していた人々は、これらを聞いて態度を軟化させたからであり、民衆の大部分を占め、何としてでもその男を破滅させたいともともと熱望していた悪意ある者たちすべては、大きな、そして明白な好機を得たことで、この意図へとさらに力づけられたからである。
ἦν γὰρ ἀληθὴς ἡ τῶν λαφύρων διάδοσις, οὐ μὴν ἐκ προαιρέσεώς γε πονηρᾶς καὶ ἐπὶ κατασκευῇ τυραννίδος, ὡς ὁ Δέκιος ᾐτιᾶτο, γενομένη, ἀλλʼ ἀπὸ παντὸς τοῦ βελτίστου καὶ ἐπανορθώσεως ἕνεκα τῶν κατεχόντων τὰ κοινὰ κακῶν.
実際、戦利品の分配は事実であったが、それはデキウスが非難したように、悪意ある意図から、また僭主政治を構築するために行われたものではなく、まったく最善の意図から、また公共を支配していた不都合を是正するために行われたものであった。
στασιάζοντος γὰρ ἔτι καὶ διεστηκότος ἀπὸ τῶν πατρικίων τοῦ πλήθους τότε καταφρονήσαντες οἱ πολέμιοι καταδρομὰς τῆς χώρας ἐποιοῦντο καὶ λεηλασίας συνεχεῖς·
というのも、民衆がまだ反乱を起こし、貴族たちから離間していた当時、敵は彼らを軽んじて、領土への侵入と絶え間ない略奪を行っていたからである。
καὶ ὁπότε δόξειε τῇ βουλῇ τὴν κωλύσουσαν ταῦτα δύναμιν ἐξελθεῖν, οὐδεὶς ἐξῄει τῶν δημοτῶν, ἀλλʼ ἐπέχαιρόν τε καὶ περιεώρων τὰ γινόμενα·
そして、元老院がこれらを阻止するための軍隊を出動させようと決定したときにはいつでも、平民は誰も出征せず、むしろ彼らは喜び、起きている事態を傍観していた。
ἡ δὲ τῶν πατρικίων χεὶρ οὐκ ἦν καθʼ §7.64.3ἑαυτὴν ἀξιόμαχος.
一方で、貴族たちの軍勢だけでは、それ自体では戦うに十分ではなかった。
τοῦτο καταμαθὼν ὁ Μάρκιος ὑπέσχετο τοῖς ὑπάτοις, ἐὰν ἐπιτρέψωσιν αὐτῷ τὴν ἡγεμονίαν, στρατιὰν ἄξειν ἑκούσιον ἐπὶ τοὺς πολεμίους καὶ δίκην λήψεσθαι παρʼ αὐτῶν ἐν τάχει.
マルキウスはこれを察知して、執政官たちに約束した。 もし彼らが自分に指揮権を委ねてくれるならば、自発的な軍勢を率いて敵に向かい、速やかに彼らに罰を加えると。
λαβὼν δὲ τὴν ἐξουσίαν συνεκάλει τούς τε πελάτας καὶ τοὺς φίλους καὶ τῶν ἄλλων πολιτῶν οἷς ἦν βουλομένοις ἀπολαῦσαί τι τῆς τοῦ στρατηγοῦ τύχης κατὰ τὰ πολέμια καὶ ἀρετῆς.
そして権限を得ると、彼は自らの被護民と友人たちを、および他の市民のうちで、将軍の戦いにおける幸運と勇気から恩恵を得ることを望む者たちを招集した。
ὡς δʼ αὐτῷ χεὶρ ἀξιόμαχος ἐδόκει συνεληλυθέναι, προῆγεν ἐπὶ τοὺς πολεμίους οὐθέν πω προειδότας.
そして、十分な軍勢が結集したと彼に思われたとき、何一つ事前に察知していなかった敵に向かって進軍した。
§7.64.4ἐμβαλὼν δʼ εἰς χώραν πολλῶν ἀγαθῶν μεστὴν γενόμενος ἀφθόνου λείας κύριος ἐφῆκε τοῖς στρατιώταις ἅπαντα τὰ ληφθέντα διανείμασθαι, ἵνʼ οἱ μὲν συναράμενοι τοῦ ἔργου τὸν τῶν πόνων καρπὸν κομισάμενοι προθύμως ἐπὶ τὰς ἄλλας στρατείας ἀπαντῶσιν·
そして、多くの物資に満ちた敵の領土に侵入し、豊かな戦利品を手中に収めると、彼は兵士たちに、獲得したすべてのものを分け合うことを許した。
οἱ δʼ ἀποκνήσαντες ἐνθυμηθέντες, ὅσων ἀγαθῶν αὐτοῖς ἐξὸν μεταλαβεῖν, διὰ τὸ στασιάζειν ἀπεκωλύθησαν εἰς τὰς λοιπὰς ἐξόδους γένωνται φρονιμώτεροι.
それは、その事業に協力した者たちが、苦労の果実を手にして、熱意を持って他の遠征にも応じるようにするためであり、また、躊躇して参加しなかった者たちが、自分たちがどれほど多くの物資を分け合うことができたはずなのに、反乱のためにその機会を妨げられたのかを考慮して、将来の出征においてはより分別を持つようにするためであった。
§7.64.5διάνοια μὲν τοῦ ἀνδρὸς ἥδε ἐγένετο περὶ τὸ ἔργον·
この行為に関するその男の意図はこのようなものであった。
χόλῳ δʼ ὑπούλῳ καὶ φθόνῳ δυσμενῶν αὐτὴ καθʼ αὑτὴν ἡ πρᾶξις ἐξεταζομένη δημαγωγία τις ἐφαίνετο εἶναι καὶ δεκασμὸς τυραννικός.
しかし、敵対者たちの隠された怒りと嫉妬によって、その行為それ自体が精査されると、それは一種の民衆への媚び売りであり、僭主的な買収であるかのように見えた。
ὥστε βοῆς καὶ θορύβου πᾶσα ἦν ἀνάπλεως ἡ ἀγορά, καὶ οὔθʼ ὁ Μάρκιος πρὸς ταῦτʼ εἶχεν, ὅ τι ἀπολογήσαιτο, οὔθʼ ὁ ὕπατος οὔτʼ ἄλλος οὐδείς, οἷα δὴ παραδόξου καὶ ἀπροσδοκήτου φανείσης ἐπὶ σφίσι τῆς αἰτίας.
その結果、広場全体が叫び声と混乱で満ち満ちており、マルキウスも、執政官も、他の誰も、これに対して何と弁明すべきか思いつかなかった。 それは、この容疑が彼らにとって突飛で予期せぬものとして現れたからであった。
§7.64.6ἐπειδὴ δʼ οὐδεὶς οὐκέτι ἀπελογεῖτο, ἀνέδωκαν οἱ δήμαρχοι τὴν ψῆφον ταῖς φυλαῖς τίμημα ἐπιγράψαντες τῇ δίκῃ φυγὴν ἀίδιον, κατὰ δέος, οἶμαι, τοῦ μὴ ἂν ἁλῶναι τὸν ἄνδρα θανάτου.
そして、もはや誰も弁明しなくなると、護民官たちは部族に投票を委ね、裁判の刑罰として永久追放を書き添えた。 私が思うに、その男が死罪では有罪にならないのではないかという恐れからであった。
ὡς δʼ ἐπεψήφισαν ἅπαντες, διαριθμουμένων τῶν ψήφων οὐ μέγα τὸ διάλλαγμα ἐφάνη.
そして彼ら全員が投票し、票が数え上げられると、差は大きくないことが判明した。
μιᾶς γὰρ καὶ εἴκοσι τότε φυλῶν οὐσῶν, οἷς ἡ ψῆφος ἀνεδόθη, τὰς ἀπολυούσας φυλὰς ἔσχεν ὁ Μάρκιος ἐννέα·
というのも、当時、投票が委ねられた部族は21あったが、マルキウスを無罪とする部族は9つを彼が得たからである。
ὥστʼ εἰ δύο προσῆλθον αὐτῷ φυλαί, διὰ τὴν ἰσοψηφίαν ἀπελέλυτʼ ἄν, ὥσπερ ὁ νόμος ἠξίου.
したがって、もしあともう2つの部族が彼に味方していたなら、同数票によって、法律が規定するように、彼は無罪放免となっていたであろう。